BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Περὶ ἑρμηνείας

 

________________________________________________________

 

 

 

3

 

ῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, οὗ μέρος οὐδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ 1) τῶν καθ' ἑτέρου λεγομένων σημεῖον. λέγω δ' ὅτι προσσημαίνει χρόνον, οἷον ὑγίεια μὲν ὄνομα, τὸ δὲ 2) ὑγιαίνει ῥῆμα· προσσημαίνει γὰρ τὸ νῦν ὑπάρχειν. καὶ ἀεὶ τῶν καθ' ἑτέρου λεγομένων σημεῖόν 3) ἐστιν, οἷον [10] τῶν καθ' ὑποκειμένου ὑποκειμένου ἢ ἐν ὑποκειμένωι 4)

Τὸ δὲ οὐχ ὑγιαίνει καὶ τὸ οὐ κάμνει οὐ ῥῆμα λέγωo προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχει, τῆι δὲ διαφορᾶι 5) ὄνομα οὐ κεῖται· ἀλλ' ἔστω ἀόριστον ῥῆμα, ὅτι ὁμοίως ἐφ' ὁτουοῦν ὑπάρχει, καὶ ὄντος καὶ μὴ ὄντος. [15] ὁμοίως δὲ καὶ τὸ ὑγίανεν ἢ τὸ ὑγιανεῖ οὐ ῥῆμα, ἀλλὰ πτῶσις ῥήματος· διαφέρει δὲ τοῦ ῥήματος, ὅτι τὸ μὲν τὸν παρόντα προσσημαίνει χρόνον, τὰ δὲ τὸν πέριξ.

Αὐτὰ μὲν οὖν καθ' ἑαυτὰ 6) λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι (ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν, [20] καὶ ὁ ἀκούσας ἠρέμησεν), ἀλλ' εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει· οὐδὲ 7) γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος, οὐδ' ἐὰν τὸ ὂν εἴπηις καθ' ἑαυτὸ ψιλόν. 8) αὐτὸ μὲν γὰρ οὐδέν ἐστι 9), προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσαι. [25] 

 

_____________

 

1) χωρίς, καὶ ἔστιν ἀεὶ τῶν] χωρίς· ἔστι δὲ τῶν M-P 

2) δὲ] δ' M-P 

3) τῶν καθ' ἑτέρου λεγομένων σημεῖόν] τῶν ὑπαρχόντων σημεῖόν M-P 

4) ὑποκειμένου ἢ ἐν ὑποκειμένωι.] ὑποκειμένου. M-P 

5) δέ διαφορᾶι] διαφορᾶι δὲ M-P  

6) ἑαυτά] αὑτὰ M-P 

7) οὐδέ] οὐ M-P 

8) εἴπηις καθ' ἑαυτό ψιλόν.] εἴπηις ψιλόν. M-P 

9) ἐστι] ἐστιν M-P