BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Περὶ ἑρμηνείας

 

________________________________________________________

 

 

 

2

 

νομα μὲν οὖν ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον· [20] ἐν γὰρ τῶι Κάλλιππος τὸ ἵππος 1) οὐδὲν αὐτὸ καθ' ἑαυτὸ 2) σημαίνει, ὥσπερ ἐν τῶι λόγωι τῶι καλὸς ἵππος. οὐ μὴν οὐδ' ὥσπερ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν, οὕτως ἔχει καὶ ἐν τοῖς συμπεπλεγμένοις 3)· ἐν ἐκείνοις μὲν γὰρ τὸ μέρος οὐδαμῶς 4) σημαντικόν, ἐν δὲ τούτοις βούλεται μέν, ἀλλ' οὐδενὸς κεχωρισμένον [25] , οἷον ἐν τῶι ἐπακτροκέλης τὸ κέλης οὐδὲν σημαίνει καθ᾽ ἑαυτό 5). τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν, ἀλλ' ὅταν γένηται σύμβολον, ἐπεὶ δηλοῦσί γέ τι καὶ οἱ ἀγράμματοι ψόφοι, οἷον θηρίων, ὧν οὐδέν ἐστιν ὄνομα. 

Τὸ δ' οὐκ ἄνθρωπος οὐκ ὄνομα. οὐ μὴν οὐδὲ κεῖται ὄνομα [30] ὅ τι δεῖ καλεῖν αὐτό· οὔτε γὰρ λόγος οὔτε ἀπόφασίς ἐστιν. ἀλλ' ἔστω ὄνομα ἀόριστον, ὅτι ὁμοίως ἐφ᾽ ὁτουοῦν ὑπάρχει καὶ ὄντος καὶ μὴ ὄντος. 6) τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα [16b] τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος. λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδεται, τὸ δὲ 7) ὄνομα ἀεί· οἷον Φίλωνός ἐστιν ἢ οὐκ ἔστιν· οὐδὲν γάρ πω οὔτε ἀληθεύει οὔτε ψεύδεται. [5]

 

_____________

 

1) ἵππος] ιππος M-P 

2) οὐδὲν αὐτὸ καθ' ἑαυτὸ] οὐδὲν καθ' αὐτὸ M-P 

3) συμπεπλεγμένοις] πεπλεγμένοις M-P 

4) τὸ μέρος οὐδαμῶς] οὐδαμῶς τὸ μέρος M-P 

5) κέλης οὐδὲν σημαίνει καθ᾽ ἑαυτό. τὸ] κέλης. τὸ M-P 

6) ἀόριστον, ὅτι ... ὄντος. τὸ] ἀόριστον. τὸ M-P 

7) δὲ] δ' M-P