BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Ἀναλυτικὰ ὕστερα

 

Βιβλίον Β´ 1 - 12

 

________________________________________________________

 

 

 

1

 

Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστά-

μεθα. ζητοῦμεν δὲ τέτταρα, τὸ ὅτι, τὸ διότι, εἰ ἔστι, τί

25

ἐστιν. ὅταν μὲν γὰρ πότερον τόδε ἢ τόδε ζητῶμεν, εἰς ἀρι-

θμὸν θέντες, οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζη-

τοῦμεν. σημεῖον δὲ τούτου· εὑρόντες γὰρ ὅτι ἐκλείπει πε-

παύμεθα· καὶ ἐὰν ἐξ ἀρχῆς εἰδῶμεν ὅτι ἐκλείπει, οὐ ζητοῦ-

μεν πότερον. ὅταν δὲ εἰδῶμεν τὸ ὅτι, τὸ διότι ζητοῦμεν, οἷον

30

εἰδότες ὅτι ἐκλείπει καὶ ὅτι κινεῖται ἡ γῆ, τὸ διότι ἐκλείπει

ἢ διότι κινεῖται ζητοῦμεν. ταῦτα μὲν οὖν οὕτως, ἔνια δ᾽ ἄλ-

λον τρόπον ζητοῦμεν, οἷον εἰ ἔστιν ἢ μὴ ἔστι κένταυρος ἢ θεός·

τὸ δ᾽ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω, ἀλλ᾽ οὐκ εἰ λευκὸς ἢ μή.

γνόντες δὲ ὅτι ἔστι, τί ἐστι ζητοῦμεν, οἷον τί οὖν ἐστι θεός, ἢ

35

τί ἐστιν ἄνθρωπος;

 

 

2

 

Ἃ μὲν οὖν ζητοῦμεν καὶ ἃ εὑρόντες ἴσμεν, ταῦτα καὶ

τοσαῦτά ἐστιν. ζητοῦμεν δέ, ὅταν μὲν ζητῶμεν τὸ ὅτι ἢ τὸ

εἰ ἔστιν ἁπλῶς, ἆρ᾽ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν· ὅταν δὲ γνόν-

τες ἢ τὸ ὅτι ἢ εἰ ἔστιν, ἢ τὸ ἐπὶ μέρους ἢ τὸ ἁπλῶς, πάλιν

90a

τὸ διὰ τί ζητῶμεν ἢ τὸ τί ἐστι, τότε ζητοῦμεν τί τὸ μέσον.

λέγω δὲ τὸ ὅτι ἔστιν ἐπὶ μέρους καὶ ἁπλῶς, ἐπὶ μέ-

ρους μέν, ἆρ᾽ ἐκλείπει ἡ σελήνη ἢ αὔξεται; εἰ γάρ ἐστι τὶ

ἢ μὴ ἔστι τί, ἐν τοῖς τοιούτοις ζητοῦμεν· ἁπλῶς δ᾽, εἰ ἔστιν

5

ἢ μὴ σελήνη ἢ νύξ. συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζη-

τήσεσι ζητεῖν ἢ εἰ ἔστι μέσον ἢ τί ἐστι τὸ μέσον. τὸ μὲν

γὰρ αἴτιον τὸ μέσον, ἐν ἅπασι δὲ τοῦτο ζητεῖται. ἆρ᾽ ἐκ-

λείπει; ἆρ᾽ ἔστι τι αἴτιον ἢ οὔ; μετὰ ταῦτα γνόντες ὅτι ἔστι

τι, τί οὖν τοῦτ᾽ ἔστι ζητοῦμεν. τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ

10

τοδὶ ἢ τοδὶ ἀλλ᾽ ἁπλῶς τὴν οὐσίαν, ἢ τοῦ μὴ ἁπλῶς ἀλ-

λά τι τῶν καθ᾽ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ μέσον ἐστίν.

λέγω δὲ τὸ μὲν ἁπλῶς τὸ ὑποκείμενον, οἷον σελήνην ἢ γῆν

ἢ ἥλιον ἢ τρίγωνον, τὸ δὲ τὶ ἔκλειψιν, ἰσότητα ἀνισότητα,

εἰ ἐν μέσωι ἢ μή. ἐν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι

15

τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἔστιν. τί ἐστιν ἔκλειψις;

στέρησις φωτὸς ἀπὸ σελήνης ὑπὸ γῆς ἀντιφράξεως. διὰ

τί ἔστιν ἔκλειψις, ἢ διὰ τί ἐκλείπει ἡ σελήνη; διὰ τὸ

ἀπολείπειν τὸ φῶς ἀντιφραττούσης τῆς γῆς. τί ἐστι συμ-

φωνία; λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ. διὰ τί συμφω-

20

νεῖ τὸ ὀξὺ τῶι βαρεῖ; διὰ τὸ λόγον ἔχειν ἀριθμῶν τὸ ὀξὺ

καὶ τὸ βαρύ. ἆρ᾽ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ᾽

ἐστὶν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν; λαβόντες δ᾽ ὅτι ἔστι, τίς

οὖν ἐστιν ὁ λόγος;

 

Ὅτι δ᾽ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέ-

25

σον αἰσθητόν. ζητοῦμεν γὰρ μὴ ἠισθημένοι, οἷον τῆς ἐκλεί-

ψεως, εἰ ἔστιν ἢ μή. εἰ δ᾽ ἦμεν ἐπὶ τῆς σελήνης, οὐκ ἂν ἐζη-

τοῦμεν οὔτ᾽ εἰ γίνεται οὔτε διὰ τί, ἀλλ᾽ ἅμα δῆλον ἂν ἦν.

ἐκ γὰρ τοῦ αἰσθέσθαι καὶ τὸ καθόλου ἐγένετο ἂν ἡμῖν εἰδέ-

ναι. ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει (καὶ γὰρ δῆ-

30

λον ὅτι νῦν ἐκλείπει)· ἐκ δὲ τούτου τὸ καθόλου ἂν ἐγένετο.

 

Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι καὶ

διὰ τί ἔστιν, τοῦτο δ᾽ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι,

ἢ τῶν ὑπαρχόντων, οἷον ὅτι δύο ὀρθαί, ἢ ὅτι μεῖζον ἢ

ἔλαττον.

 

 

3

 

35

Ὅτι μὲν οὖν πάντα τὰ ζητούμενα μέσου ζήτησίς ἐστι,

δῆλον· πῶς δὲ τὸ τί ἐστι δείκνυται, καὶ τίς ὁ τρόπος τῆς

ἀναγωγῆς, καὶ τί ἐστιν ὁρισμὸς καὶ τίνων, εἴπωμεν, διαπο-

ρήσαντες πρῶτον περὶ αὐτῶν. ἀρχὴ δ᾽ ἔστω τῶν μελλόντων

90b

ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων. ἀπορήσειε γὰρ

ἄν τις, ἆρ᾽ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ὁρισμῶι εἰδέναι

καὶ ἀποδείξει, ἢ ἀδύνατον; ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστιν

εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν·

5

συλλογισμοὶ δ᾽ εἰσὶν οἱ μὲν στερητικοί, οἱ δ᾽ οὐ καθόλου,

οἷον οἱ μὲν ἐν τῶι δευτέρωι σχήματι στερητικοὶ πάντες, οἱ δ᾽

ἐν τῶι τρίτωι οὐ καθόλου. εἶτα οὐδὲ τῶν ἐν τῶι πρώτωι σχή-

ματι κατηγορικῶν ἁπάντων ἔστιν ὁρισμός, οἷον ὅτι πᾶν τρί-

γωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει. τούτου δὲ λόγος, ὅτι τὸ ἐπί-

10

στασθαί ἐστι τὸ ἀποδεικτὸν τὸ ἀπόδειξιν ἔχειν, ὥστ᾽ ἐπεὶ

τῶν τοιούτων ἀπόδειξις ἔστι, δῆλον ὅτι οὐκ ἂν εἴη αὐτῶν καὶ

ὁρισμός· ἐπίσταιτο γὰρ ἄν τις καὶ κατὰ τὸν ὁρισμόν, οὐκ

ἔχων τὴν ἀπόδειξιν· οὐδὲν γὰρ κωλύει μὴ ἅμα ἔχειν. ἱκανὴ

δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· οὐδὲν γὰρ πώποτε ὁρισά-

15

μενοι ἔγνωμεν, οὔτε τῶν καθ᾽ αὑτὸ ὑπαρχόντων οὔτε τῶν συμ-

βεβηκότων. ἔτι εἰ ὁ ὁρισμὸς οὐσίας τινὸς γνωρισμός, τά γε

τοιαῦτα φανερὸν ὅτι οὐκ οὐσίαι.

 

Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὗπερ καὶ ἀπό-

δειξις, δῆλον. τί δαί, οὗ ὁρισμός, ἆρα παντὸς ἀπόδειξις ἔστιν

20

ἢ οὔ; εἷς μὲν δὴ λόγος καὶ περὶ τούτου ὁ αὐτός. τοῦ γὰρ

ἑνός, ἧι ἕν, μία ἐπιστήμη. ὥστ᾽ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀπο-

δεικτόν ἐστι τὸ τὴν ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνα-

τον· ὁ γὰρ τὸν ὁρισμὸν ἔχων ἄνευ τῆς ἀποδείξεως ἐπιστήσε-

25

ται. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ὁρισμοί, ὧν ὅτι οὐκ ἔσον-

ται ἀποδείξεις δέδεικται πρότερον – ἢ ἔσονται αἱ ἀρχαὶ ἀπο-

δεικταὶ καὶ τῶν ἀρχῶν ἀρχαί, καὶ τοῦτ᾽ εἰς ἄπειρον βαδι-

εῖται, ἢ τὰ πρῶτα ὁρισμοὶ ἔσονται ἀναπόδεικτοι.

 

Ἀλλ᾽ ἆρα, εἰ μὴ παντὸς τοῦ αὐτοῦ, ἀλλὰ τινὸς τοῦ

αὐτοῦ ἔστιν ὁρισμὸς καὶ ἀπόδειξις; ἢ ἀδύνατον; οὐ γὰρ ἔστιν

30

ἀπόδειξις οὗ ὁρισμός. ὁρισμὸς μὲν γὰρ τοῦ τί ἐστι καὶ οὐ-

σίας· αἱ δ᾽ ἀποδείξεις φαίνονται πᾶσαι ὑποτιθέμεναι καὶ

λαμβάνουσαι τὸ τί ἐστιν, οἷον αἱ μαθηματικαὶ τί μονὰς καὶ

τί τὸ περιττόν, καὶ αἱ ἄλλαι ὁμοίως. ἔτι πᾶσα ἀπόδειξις

τὶ κατὰ τινὸς δείκνυσιν, οἷον ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἐν δὲ τῶι

35

ὁρισμῶι οὐδὲν ἕτερον ἑτέρου κατηγορεῖται, οἷον οὔτε τὸ ζῶιον

κατὰ τοῦ δίποδος οὔτε τοῦτο κατὰ τοῦ ζώιου, οὐδὲ δὴ κατὰ τοῦ

ἐπιπέδου τὸ σχῆμα· οὐ γάρ ἐστι τὸ ἐπίπεδον σχῆμα, οὐδὲ

τὸ σχῆμα ἐπίπεδον. ἔτι ἕτερον τὸ τί ἐστι καὶ ὅτι ἔστι δεῖξαι.

91a

ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἔστι

τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστιν. ἑτέρου δὲ ἑτέρα ἀπόδειξις, ἐὰν

μὴ ὡς μέρος ἦι τι τῆς ὅλης. τοῦτο δὲ λέγω, ὅτι δέδεικται

τὸ ἰσοσκελὲς δύο ὀρθαί, εἰ πᾶν τρίγωνον δέδεικται· μέρος

5

γάρ, τὸ δ᾽ ὅλον. ταῦτα δὲ πρὸς ἄλληλα οὐκ ἔχει οὕτως,

τὸ ὅτι ἔστι καὶ τί ἐστιν· οὐ γάρ ἐστι θατέρου θάτερον μέρος.

 

Φανερὸν ἄρα ὅτι οὔτε οὗ ὁρισμός, τούτου παντὸς ἀπό-

δειξις, οὔτε οὗ ἀπόδειξις, τούτου παντὸς ὁρισμός, οὔτε ὅλως

τοῦ αὐτοῦ οὐδενὸς ἐνδέχεται ἄμφω ἔχειν. ὥστε δῆλον ὡς οὐδὲ

10

ὁρισμὸς καὶ ἀπόδειξις οὔτε τὸ αὐτὸ ἂν εἴη οὔτε θάτερον ἐν θα-

τέρωι· καὶ γὰρ ἂν τὰ ὑποκείμενα ὁμοίως εἶχεν.

 

 

4

 

Ταῦτα μὲν οὖν μέχρι τούτου διηπορήσθω· τοῦ δὲ τί

ἐστι πότερον ἔστι συλλογισμὸς καὶ ἀπόδειξις ἢ οὐκ ἔστι, κα-

θάπερ νῦν ὁ λόγος ὑπέθετο; ὁ μὲν γὰρ συλλογισμὸς τὶ κατὰ

15

τινὸς δείκνυσι διὰ τοῦ μέσου· τὸ δὲ τί ἐστιν ἴδιόν τε, καὶ ἐν

τῶι τί ἐστι κατηγορεῖται. ταῦτα δ᾽ ἀνάγκη ἀντιστρέφειν. εἰ

γὰρ τὸ Α τοῦ Γ ἴδιον, δῆλον ὅτι καὶ τοῦ Β καὶ τοῦτο τοῦ Γ,

ὥστε πάντα ἀλλήλων. ἀλλὰ μὴν καὶ εἰ τὸ Α ἐν τῶι τί ἐστιν

ὑπάρχει παντὶ τῶι Β, καὶ καθόλου τὸ Β παντὸς τοῦ Γ ἐν

20

τῶι τί ἐστι λέγεται, ἀνάγκη καὶ τὸ Α ἐν τῶι τί ἐστι τοῦ Γ

λέγεσθαι. εἰ δὲ μὴ οὕτω τις λήψεται διπλώσας, οὐκ ἀνάγκη

ἔσται τὸ Α τοῦ Γ κατηγορεῖσθαι ἐν τῶι τί ἐστιν, εἰ τὸ μὲν Α

τοῦ Β ἐν τῶι τί ἐστι, μὴ καθ᾽ ὅσων δὲ τὸ Β, ἐν τῶι τί ἐστιν.

τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἕξει· ἔσται ἄρα καὶ τὸ Β κατὰ

25

τοῦ Γ τὸ τί ἐστιν. εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἄμφω

ἔχει, ἐπὶ τοῦ μέσου ἔσται πρότερον τὸ τί ἦν εἶναι. ὅλως τε,

εἰ ἔστι δεῖξαι τί ἐστιν ἄνθρωπος, ἔστω τὸ Γ ἄνθρωπος, τὸ δὲ

Α τὸ τί ἐστιν, εἴτε ζῶιον δίπουν εἴτ᾽ ἄλλο τι. εἰ τοίνυν συλ-

λογιεῖται, ἀνάγκη κατὰ τοῦ Β τὸ Α παντὸς κατηγορεῖσθαι.

30

τοῦτο δ᾽ ἔσται ἄλλος λόγος μέσος, ὥστε καὶ τοῦτο ἔσται τί

ἐστιν ἄνθρωπος. λαμβάνει οὖν ὁ δεῖ δεῖξαι· καὶ γὰρ τὸ Β

ἔσται τί ἐστιν ἄνθρωπος.

 

Δεῖ δ᾽ ἐν ταῖς δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ

ἀμέσοις σκοπεῖν· μάλιστα γὰρ φανερὸν τὸ λεγόμενον γίνε-

35

ται. οἱ μὲν οὖν διὰ τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐστι ψυχή,

ἢ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων, τὸ ἐξ ἀρχῆς

αἰτοῦνται, οἷον εἴ τις ἀξιώσειε ψυχὴν εἶναι τὸ αὐτὸ αὑτῶι

αἴτιον τοῦ ζῆν, τοῦτο δ᾽ ἀριθμὸν αὐτὸν αὑτὸν κινοῦντα· ἀνάγκη

γὰρ αἰτῆσαι τὴν ψυχὴν ὅπερ ἀριθμὸν εἶναι αὐτὸν αὑτὸν κι-

91b

νοῦντα, οὕτως ὡς τὸ αὐτὸ ὄν. οὐ γὰρ εἰ ἀκολουθεῖ τὸ Α

τῶι Β καὶ τοῦτο τῶι Γ, ἔσται τῶι Γ τὸ Α τὸ τί ἦν εἶναι,

ἀλλ᾽ ἀληθὲς εἰπεῖν ἔσται μόνον· οὐδ᾽ εἰ ἔστι τὸ Α ὅπερ τι

καὶ κατὰ τοῦ Β κατηγορεῖται παντός. καὶ γὰρ τὸ ζώιωι εἶ-

5

ναι κατηγορεῖται κατὰ τοῦ ἀνθρώπωι εἶναι (ἀληθὲς γὰρ πᾶν

τὸ ἀνθρώπωι εἶναι ζώιωι εἶναι, ὥσπερ καὶ πάντα ἄνθρωπον

ζῶιον), ἀλλ᾽ οὐχ οὕτως ὥστε ἓν εἶναι. ἐὰν μὲν οὖν μὴ οὕτω

λάβηι, οὐ συλλογιεῖται ὅτι τὸ Α ἐστὶ τῶι Γ τὸ τί ἦν εἶναι

καὶ ἡ οὐσία· ἐὰν δὲ οὕτω λάβηι, πρότερον ἔσται εἰληφὼς τῶι

10

Γ τί ἐστι τὸ τί ἦν εἶναι [τὸ Β]. ὥστ᾽ οὐκ ἀποδέδεικται· τὸ γὰρ

ἐν ἀρχῆι εἴληφεν.

 

 

5

 

Ἀλλὰ μὴν οὐδ᾽ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογί-

ζεται, καθάπερ ἐν τῆι ἀναλύσει τῆι περὶ τὰ σχήματα εἴ-

ρηται. οὐδαμοῦ γὰρ ἀνάγκη γίνεται τὸ πρᾶγμα ἐκεῖνο εἶναι

15

τωνδὶ ὄντων, ἀλλ᾽ ὥσπερ οὐδ᾽ ὁ ἐπάγων ἀποδείκνυσιν. οὐ γὰρ

δεῖ τὸ συμπέρασμα ἐρωτᾶν, οὐδὲ τῶι δοῦναι εἶναι, ἀλλ᾽

ἀνάγκη εἶναι ἐκείνων ὄντων, κἂν μὴ φῆι ὁ ἀποκρινόμενος.

ἆρ᾽ ὁ ἄνθρωπος ζῶιον ἢ ἄψυχον; εἶτ᾽ ἔλαβε ζῶιον, οὐ συλ-

λελόγισται. πάλιν ἅπαν ζῶιον ἢ πεζὸν ἢ ἔνυδρον· ἔλαβε

20

πεζόν. καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῶιον πεζόν, οὐκ

ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο. δια-

φέρει δ᾽ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν· τὸ αὐτὸ

γάρ ἐστιν. (ἀσυλλόγιστος μὲν οὖν καὶ ἡ χρῆσις γίνεται τοῖς

οὕτω μετιοῦσι καὶ τῶν ἐνδεχομένων συλλογισθῆναι.) τί γὰρ

25

κωλύει τοῦτο ἀληθὲς μὲν τὸ πᾶν εἶναι κατὰ τοῦ ἀνθρώπου,

μὴ μέντοι τὸ τί ἐστι μηδὲ τὸ τί ἦν εἶναι δηλοῦν; ἔτι τί κω-

λύει ἢ προσθεῖναί τι ἢ ἀφελεῖν ἢ ὑπερβεβηκέναι τῆς οὐσίας;

 

Ταῦτα μὲν οὖν παρίεται μέν, ἐνδέχεται δὲ λῦσαι τῶι

λαμβάνειν ἐν τῶι τί ἐστι πάντα, καὶ τὸ ἐφεξῆς τῆι διαιρέσει

30

ποιεῖν, αἰτούμενον τὸ πρῶτον, καὶ μηδὲν παραλείπειν. τοῦτο

δ᾽ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτει καὶ μηδὲν

ἐλλείπει· [τοῦτο δ᾽ ἀναγκαῖον,] ἄτομον γὰρ ἤδη δεῖ εἶναι. ἀλλὰ

συλλογισμὸς ὅμως οὐκ ἔστι, ἀλλ᾽ εἴπερ, ἄλλον τρόπον

γνωρίζειν ποιεῖ. καὶ τοῦτο μὲν οὐδὲν ἄτοπον· οὐδὲ γὰρ ὁ

ἐπάγων ἴσως ἀποδείκνυσιν, ἀλλ᾽ ὅμως δηλοῖ τι. συλλογι-

35

σμὸν δ᾽ οὐ λέγει ὁ ἐκ τῆς διαιρέσεως λέγων τὸν ὁρισμόν.

ὥσπερ γὰρ ἐν τοῖς συμπεράσμασι τοῖς ἄνευ τῶν μέσων,

ἐάν τις εἴπηι ὅτι τούτων ὄντων ἀνάγκη τοδὶ εἶναι, ἐνδέχεται

ἐρωτῆσαι διὰ τί, οὕτως καὶ ἐν τοῖς διαιρετικοῖς ὅροις. τί ἐστιν

92a

ἄνθρωπος; ζῶιον θνητόν, ὑπόπουν, δίπουν, ἄπτερον. διὰ τί,

παρ᾽ ἑκάστην πρόσθεσιν; ἐρεῖ γάρ, καὶ δείξει τῆι διαιρέσει,

ὡς οἴεται, ὅτι πᾶν ἢ θνητὸν ἢ ἀθάνατον. ὁ δὲ τοιοῦτος λό-

γος ἅπας οὐκ ἔστιν ὁρισμός, ὥστ᾽ εἰ καὶ ἀπεδείκνυτο τῆι διαι-

5

ρέσει, ἀλλ᾽ ὅ γ᾽ ὁρισμὸς οὐ συλλογισμὸς γίνεται.

 

 

6

 

Ἀλλ᾽ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ᾽ οὐσίαν,

ἐξ ὑποθέσεως δέ, λαβόντα τὸ μὲν τί ἦν εἶναι τὸ ἐκ τῶν ἐν

τῶι τί ἐστιν ἴδιον, ταδὶ δὲ ἐν τῶι τί ἐστι μόνα, καὶ ἴδιον τὸ

πᾶν; τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνωι. ἢ πάλιν εἴληφε τὸ τί

10

ἦν εἶναι καὶ ἐν τούτωι; ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι.

ἔτι ὥσπερ οὐδ᾽ ἐν συλλογισμῶι λαμβάνεται τί ἐστι τὸ συλ-

λελογίσθαι (ἀεὶ γὰρ ὅλη ἢ μέρος ἡ πρότασις, ἐξ ὧν ὁ συλ-

λογισμόσ), οὕτως οὐδὲ τὸ τί ἦν εἶναι δεῖ ἐνεῖναι ἐν τῶι συλ-

λογισμῶι, ἀλλὰ χωρὶς τοῦτο τῶν κειμένων εἶναι, καὶ πρὸς

15

τὸν ἀμφισβητοῦντα εἰ συλλελόγισται ἢ μή, τοῦτο ἀπαντᾶν

ὅτι "τοῦτο γὰρ ἦν συλλογισμόσ", καὶ πρὸς τὸν ὅτι οὐ τὸ τί

ἦν εἶναι συλλελόγισται, ὅτι "ναί· τοῦτο γὰρ ἔκειτο ἡμῖν τὸ

τί ἦν εἶναι". ὥστε ἀνάγκη καὶ ἄνευ τοῦ τί συλλογισμὸς ἢ τὸ

τί ἦν εἶναι συλλελογίσθαι τι.

 

20

Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύηι, οἷον εἰ τὸ κακῶι ἐστὶ τὸ

διαιρετῶι εἶναι, τὸ δ᾽ ἐναντίωι τὸ τῶι ἐναντίωι ‹ἐναντίωι› εἶναι, ὅσοις

ἔστι τι ἐναντίον· τὸ δ᾽ ἀγαθὸν τῶι κακῶι ἐναντίον καὶ τὸ ἀδιαίρε-

τον τῶι διαιρετῶι· ἔστιν ἄρα τὸ ἀγαθῶι εἶναι τὸ ἀδιαιρέτωι εἶ-

ναι. καὶ γὰρ ἐνταῦθα λαβὼν τὸ τί ἦν εἶναι δείκνυσι· λαμ-

25

βάνει δ᾽ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι. "ἕτερον μέντοι". ἔστω·

καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν, ὅτι ἐστὶ τόδε κατὰ τοῦδε· ἀλλὰ

μὴ αὐτό, μηδὲ οὗ ὁ αὐτὸς λόγος, καὶ ἀντιστρέφει. πρὸς ἀμ-

φοτέρους δέ, τόν τε κατὰ διαίρεσιν δεικνύντα καὶ πρὸς τὸν

οὕτω συλλογισμόν, τὸ αὐτὸ ἀπόρημα· διὰ τί ἔσται ὁ ἄνθρω-

30

πος ζῶιον πεζὸν δίπουν, ἀλλ᾽ οὐ ζῶιον καὶ πεζόν ‹καὶ δίπουν›; ἐκ

γὰρ τῶν λαμβανομένων οὐδεμία ἀνάγκη ἐστὶν ἓν γίνεσθαι τὸ

κατηγορούμενον, ἀλλ᾽ ὥσπερ ἂν ἄνθρωπος ὁ αὐτὸς εἴη μουσικὸς

καὶ γραμματικός.

 

 

7

 

Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί

35

ἐστιν; οὔτε γὰρ ὡς ἀποδεικνὺς ἐξ ὁμολογουμένων εἶναι δῆ-

λον ποιήσει ὅτι ἀνάγκη ἐκείνων ὄντων ἕτερόν τι εἶναι (ἀπό-

δειξις γὰρ τοῦτο), οὔθ᾽ ὡς ὁ ἐπάγων διὰ τῶν καθ᾽ ἕκαστα

δήλων ὄντων, ὅτι πᾶν οὕτως τῶι μηδὲν ἄλλως· οὐ γὰρ τί

92b

ἐστι δείκνυσιν, ἀλλ᾽ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν. τίς οὖν ἄλλος τρό-

πος λοιπός; οὐ γὰρ δὴ δείξει γε τῆι αἰσθήσει ἢ τῶι δα-

κτύλωι.

 

Ἔτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ

5

τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν, εἰδέναι καὶ ὅτι ἔστιν (τὸ γὰρ

μὴ ὂν οὐδεὶς οἶδεν ὅ τι ἐστίν, ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος

ἢ τὸ ὄνομα, ὅταν εἴπω τραγέλαφος, τί δ᾽ ἐστὶ τραγέλα-

φος ἀδύνατον εἰδέναι). ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι

ἔστι, πῶς τῶι αὐτῶι λόγωι δείξει; ὅ τε γὰρ ὁρισμὸς ἕν τι

10

δηλοῖ καὶ ἡ ἀπόδειξις· τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι

ἄνθρωπον ἄλλο.

 

Εἶτα καὶ δι᾽ ἀποδείξεώς φαμεν ἀναγκαῖον εἶναι δεί-

κνυσθαι ἅπαν ὅ τι ἐστίν, εἰ μὴ οὐσία εἴη. τὸ δ᾽ εἶναι οὐκ

οὐσία οὐδενί· οὐ γὰρ γένος τὸ ὄν. ἀπόδειξις ἄρ᾽ ἔσται ὅτι

15

ἔστιν. ὅπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι. τί μὲν γὰρ σημαί-

νει τὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέτρης, ὅτι δ᾽ ἔστι, δείκνυσιν.

τί οὖν δείξει ὁ ὁριζόμενος ἢ τί ἐστι τὸ τρίγωνον; εἰδὼς ἄρα

τις ὁρισμῶι τί ἐστιν, εἰ ἔστιν οὐκ εἴσεται. ἀλλ᾽ ἀδύνατον.

 

Φανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων ὡς οὐ

20

δεικνύουσιν οἱ ὁριζόμενοι ὅτι ἔστιν. εἰ γὰρ καὶ ἔστιν ἐκ τοῦ μέ-

σου τι ἴσον, ἀλλὰ διὰ τί ἔστι τὸ ὁρισθέν; καὶ διὰ τί τοῦτ᾽

ἔστι κύκλος; εἴη γὰρ ἂν καὶ ὀρειχάλκου φάναι εἶναι αὐτόν.

οὔτε γὰρ ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον προσδηλοῦσιν οἱ

ὅροι, οὔτε ὅτι ἐκεῖνο οὗ φασὶν εἶναι ὁρισμοί, ἀλλ᾽ ἀεὶ ἔξεστι

25

λέγειν τὸ διὰ τί.

 

Εἰ ἄρα ὁ ὁριζόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει

τοὔνομα, εἰ μὴ ἔστι μηδαμῶς τοῦ τί ἐστιν, εἴη ἂν ὁ ὁρισμὸς

λόγος ὀνόματι τὸ αὐτὸ σημαίνων. ἀλλ᾽ ἄτοπον. πρῶτον

μὲν γὰρ καὶ μὴ οὐσιῶν ἂν εἴη καὶ τῶν μὴ ὄντων· σημαίνειν

30

γὰρ ἔστι καὶ τὰ μὴ ὄντα. ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν

εἶεν· εἴη γὰρ ἂν ὄνομα θέσθαι ὁποιωιοῦν λόγωι, ὥστε ὅρους ἂν

διαλεγοίμεθα πάντες καὶ ἡ Ἰλιὰς ὁρισμὸς ἂν εἴη. ἔτι οὐδε-

μία ἀπόδειξις ἀποδείξειεν ἂν ὅτι τοῦτο τοὔνομα τουτὶ δηλοῖ·

οὐδ᾽ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσιν.

 

35

Ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καὶ συλλογισμὸς

φαίνεται ταὐτὸν ὄν, οὔτε ταὐτοῦ συλλογισμὸς καὶ ὁρισμός·

πρὸς δὲ τούτοις, ὅτι οὔτε ὁ ὁρισμὸς οὐδὲν οὔτε ἀποδείκνυσιν οὔτε

δείκνυσιν, οὔτε τὸ τί ἐστιν οὔθ᾽ ὁρισμῶι οὔτ᾽ ἀποδείξει ἔστι γνῶναι.

 

 

8

 

93a

Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ

καλῶς, καὶ τί ἐστιν ὁ ὁρισμός, καὶ τοῦ τί ἐστιν ἆρά πως ἔστιν

ἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς. ἐπεὶ δ᾽ ἐστίν, ὡς ἔφαμεν,

ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι

5

(λόγος δὲ τούτου, ὅτι ἔστι τι τὸ αἴτιον, καὶ τοῦτο ἢ τὸ αὐτὸ ἢ

ἄλλο, κἂν ἦι ἄλλο, ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον) – εἰ τοίνυν

ἐστὶν ἄλλο καὶ ἐνδέχεται ἀποδεῖξαι, ἀνάγκη μέσον εἶναι

τὸ αἴτιον καὶ ἐν τῶι σχήματι τῶι πρώτωι δείκνυσθαι· κα-

θόλου τε γὰρ καὶ κατηγορικὸν τὸ δεικνύμενον. εἷς μὲν δὴ

10

τρόπος ἂν εἴη ὁ νῦν ἐξητασμένος, τὸ δι᾽ ἄλλου του τί ἐστι δεί-

κνυσθαι. τῶν τε γὰρ τί ἐστιν ἀνάγκη τὸ μέσον εἶναι τί ἐστι,

καὶ τῶν ἰδίων ἴδιον. ὥστε τὸ μὲν δείξει, τὸ δ᾽ οὐ δείξει τῶν τί

ἦν εἶναι τῶι αὐτῶι πράγματι.

 

Οὗτος μὲν οὖν ὁ τρόπος ὅτι οὐκ ἂν εἴη ἀπόδειξις, εἴρηται

15

πρότερον· ἀλλ᾽ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστιν. ὃν δὲ

τρόπον ἐνδέχεται, λέγωμεν, εἰπόντες πάλιν ἐξ ἀρχῆς. ὥσ-

περ γὰρ τὸ διότι ζητοῦμεν ἔχοντες τὸ ὅτι, ἐνίοτε δὲ καὶ ἅμα

δῆλα γίνεται, ἀλλ᾽ οὔτι πρότερόν γε τὸ διότι δυνατὸν γνωρί-

σαι τοῦ ὅτι, δῆλον ὅτι ὁμοίως καὶ τὸ τί ἦν εἶναι οὐκ ἄνευ τοῦ

20

ὅτι ἔστιν· ἀδύνατον γὰρ εἰδέναι τί ἐστιν, ἀγνοοῦντας εἰ ἔστιν.

τὸ δ᾽ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ὁτὲ δ᾽

ἔχοντές τι αὐτοῦ τοῦ πράγματος, οἷον βροντήν, ὅτι ψόφος

τις νεφῶν, καὶ ἔκλειψιν, ὅτι στέρησίς τις φωτός, καὶ ἄνθρω-

πον, ὅτι ζῶιόν τι, καὶ ψυχήν, ὅτι αὐτὸ αὑτὸ κινοῦν. ὅσα μὲν

25

οὖν κατὰ συμβεβηκὸς οἴδαμεν ὅτι ἔστιν, ἀναγκαῖον μηδαμῶς

ἔχειν πρὸς τὸ τί ἐστιν· οὐδὲ γὰρ ὅτι ἔστιν ἴσμεν· τὸ δὲ ζητεῖν

τί ἐστι μὴ ἔχοντας ὅτι ἔστι, μηδὲν ζητεῖν ἐστιν. καθ᾽ ὅσων δ᾽

ἔχομέν τι, ῥᾶιον. ὥστε ὡς ἔχομεν ὅτι ἔστιν, οὕτως ἔχομεν καὶ

πρὸς τὸ τί ἐστιν. ὧν οὖν ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν

30

ὧδε· ἔκλειψις ἐφ᾽ οὗ τὸ Α, σελήνη ἐφ᾽ οὗ Γ, ἀντίφραξις

γῆς ἐφ᾽ οὗ Β. τὸ μὲν οὖν πότερον ἐκλείπει ἢ οὔ, τὸ Β ζη-

τεῖν ἔστιν, ἆρ᾽ ἔστιν ἢ οὔ. τοῦτο δ᾽ οὐδὲν διαφέρει ζητεῖν ἢ εἰ

ἔστι λόγος αὐτοῦ· καὶ ἐὰν ἦι τοῦτο, κἀκεῖνό φαμεν εἶναι. ἢ

ποτέρας τῆς ἀντιφάσεώς ἐστιν ὁ λόγος, πότερον τοῦ ἔχειν δύο

35

ὀρθὰς ἢ τοῦ μὴ ἔχειν. ὅταν δ᾽ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ

διότι ἴσμεν, ἂν δι᾽ ἀμέσων ἦι· εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δ᾽

οὔ. σελήνη Γ, ἔκλειψις Α, τὸ πανσελήνου σκιὰν μὴ δύ-

νασθαι ποιεῖν μηδενὸς ἡμῶν μεταξὺ ὄντος φανεροῦ, ἐφ᾽ οὗ

Β. εἰ τοίνυν τῶι Γ ὑπάρχει τὸ Β τὸ μὴ δύνασθαι ποιεῖν

93b

σκιὰν μηδενὸς μεταξὺ ἡμῶν ὄντος, τούτωι δὲ τὸ Α τὸ ἐκλε-

λοιπέναι, ὅτι μὲν ἐκλείπει δῆλον, διότι δ᾽ οὔπω, καὶ ὅτι

μὲν ἔστιν ἔκλειψις ἴσμεν, τί δ᾽ ἐστὶν οὐκ ἴσμεν. δήλου δ᾽ ὄν-

τος ὅτι τὸ Α τῶι Γ ὑπάρχει, ἀλλὰ διὰ τί ὑπάρχει, τὸ ζη-

5

τεῖν τὸ Β τί ἐστι, πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης

ἢ ἀπόσβεσις. τοῦτο δ᾽ ἐστὶν ὁ λόγος τοῦ ἑτέρου ἄκρου, οἷον ἐν

τούτοις τοῦ Α· ἔστι γὰρ ἡ ἔκλειψις ἀντίφραξις ὑπὸ γῆς. τί

ἐστι βροντή; πυρὸς ἀπόσβεσις ἐν νέφει. διὰ τί βροντᾶ; διὰ

τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τῶι νέφει. νέφος Γ, βροντὴ Α,

10

ἀπόσβεσις πυρὸς τὸ Β. τῶι δὴ Γ τῶι νέφει ὑπάρχει τὸ Β

(ἀποσβέννυται γὰρ ἐν αὐτῶι τὸ πῦρ), τούτωι δὲ τὸ Α, ψό-

φος· καὶ ἔστι γε λόγος τὸ Β τοῦ Α τοῦ πρώτου ἄκρου. ἂν

δὲ πάλιν τούτου ἄλλο μέσον ἦι, ἐκ τῶν παραλοίπων ἔσται

λόγων.

 

15

Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι καὶ γίνεται γνώ-

ριμον, εἴρηται, ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται

οὐδ᾽ ἀπόδειξις, δῆλον μέντοι διὰ συλλογισμοῦ καὶ δι᾽ ἀπο-

δείξεως· ὥστ᾽ οὔτ᾽ ἄνευ ἀποδείξεως ἔστι γνῶναι τὸ τί ἐστιν,

οὗ ἔστιν αἴτιον ἄλλο, οὔτ᾽ ἔστιν ἀπόδειξις αὐτοῦ, ὥσπερ καὶ

20

ἐν τοῖς διαπορήμασιν εἴπομεν.

 

 

9

 

Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ᾽ οὐκ ἔστιν. ὥστε

δῆλον ὅτι καὶ τῶν τί ἐστι τὰ μὲν ἄμεσα καὶ ἀρχαί εἰσιν,

ἃ καὶ εἶναι καὶ τί ἐστιν ὑποθέσθαι δεῖ ἢ ἄλλον τρόπον

φανερὰ ποιῆσαι (ὅπερ ὁ ἀριθμητικὸς ποιεῖ· καὶ γὰρ τί

25

ἐστι τὴν μονάδα ὑποτίθεται, καὶ ὅτι ἔστιν)· τῶν δ᾽ ἐχόν-

των μέσον, καὶ ὧν ἔστι τι ἕτερον αἴτιον τῆς οὐσίας, ἔστι δι᾽

ἀποδείξεως, ὥσπερ εἴπομεν, δηλῶσαι, μὴ τὸ τί ἐστιν ἀπο-

δεικνύντας.

 

 

10

 

Ὁρισμὸς δ᾽ ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι, φα-

30

νερὸν ὅτι ὁ μέν τις ἔσται λόγος τοῦ τί σημαίνει τὸ ὄνομα ἢ λό-

γος ἕτερος ὀνοματώδης, οἷον τί σημαίνει [τί ἐστι] τρί-

γωνον. ὅπερ ἔχοντες ὅτι ἔστι, ζητοῦμεν διὰ τί ἔστιν· χαλε-

πὸν δ᾽ οὕτως ἐστὶ λαβεῖν ἃ μὴ ἴσμεν ὅτι ἔστιν. ἡ δ᾽ αἰτία

εἴρηται πρότερον τῆς χαλεπότητος, ὅτι οὐδ᾽ εἰ ἔστιν ἢ μὴ

35

ἴσμεν, ἀλλ᾽ ἢ κατὰ συμβεβηκός. (λόγος δ᾽ εἷς ἐστὶ διχῶς,

ὁ μὲν συνδέσμωι, ὥσπερ ἡ Ἰλιάς, ὁ δὲ τῶι ἓν καθ᾽ ἑνὸς δη-

λοῦν μὴ κατὰ συμβεβηκός.)

 

Εἷς μὲν δὴ ὅρος ἐστὶν ὅρου ὁ εἰρημένος, ἄλλος δ᾽ ἐστὶν

ὅρος λόγος ὁ δηλῶν διὰ τί ἔστιν. ὥστε ὁ μὲν πρότερος σημαί-

94a

νει μέν, δείκνυσι δ᾽ οὔ, ὁ δ᾽ ὕστερος φανερὸν ὅτι ἔσται οἷον

ἀπόδειξις τοῦ τί ἐστι, τῆι θέσει διαφέρων τῆς ἀποδείξεως.

διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾶι καὶ τί ἐστι βροντή· ἐρεῖ

γὰρ οὕτω μὲν "διότι ἀποσβέννυται τὸ πῦρ ἐν τοῖς νέφεσι"·

5

τί δ᾽ ἐστὶ βροντή; ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφεσιν.

ὥστε ὁ αὐτὸς λόγος ἄλλον τρόπον λέγεται, καὶ ὡδὶ μὲν ἀπό-

δειξις συνεχής, ὡδὶ δὲ ὁρισμός. (ἔτι ἐστὶν ὅρος βροντῆς ψό-

φος ἐν νέφεσι· τοῦτο δ᾽ ἐστὶ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμ-

πέρασμα.) ὁ δὲ τῶν ἀμέσων ὁρισμὸς θέσις ἐστὶ τοῦ τί ἐστιν

10

ἀναπόδεικτος.

 

Ἔστιν ἄρα ὁρισμὸς εἷς μὲν λόγος τοῦ τί ἐστιν ἀναπό-

δεικτος, εἷς δὲ συλλογισμὸς τοῦ τί ἐστι, πτώσει διαφέρων

τῆς ἀποδείξεως, τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμ-

πέρασμα. φανερὸν οὖν ἐκ τῶν εἰρημένων καὶ πῶς ἔστι τοῦ τί

15

ἐστιν ἀπόδειξις καὶ πῶς οὐκ ἔστι, καὶ τίνων ἔστι καὶ τίνων οὐκ

ἔστιν, ἔτι δ᾽ ὁρισμὸς ποσαχῶς τε λέγεται καὶ πῶς τὸ τί

ἐστι δείκνυσι καὶ πῶς οὔ, καὶ τίνων ἔστι καὶ τίνων οὔ, ἔτι δὲ

πρὸς ἀπόδειξιν πῶς ἔχει, καὶ πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι

καὶ πῶς οὐκ ἐνδέχεται.

 

 

11

 

20

Ἐπεὶ δὲ ἐπίστασθαι οἰόμεθα ὅταν εἰδῶμεν τὴν αἰτίαν,

αἰτίαι δὲ τέτταρες, μία μὲν τὸ τί ἦν εἶναι, μία δὲ τὸ τίνων

ὄντων ἀνάγκη τοῦτ᾽ εἶναι, ἑτέρα δὲ ἡ τί πρῶτον ἐκίνησε, τε-

τάρτη δὲ τὸ τίνος ἕνεκα, πᾶσαι αὗται διὰ τοῦ μέσου δεί-

κνυνται. τό τε γὰρ οὗ ὄντος τοδὶ ἀνάγκη εἶναι μιᾶς μὲν

25

προτάσεως ληφθείσης οὐκ ἔστι, δυοῖν δὲ τοὐλάχιστον·

τοῦτο δ᾽ ἐστίν, ὅταν ἓν μέσον ἔχωσιν. τούτου οὖν ἑνὸς λη-

φθέντος τὸ συμπέρασμα ἀνάγκη εἶναι. δῆλον δὲ καὶ ὧδε.

διὰ τί ὀρθὴ ἡ ἐν ἡμικυκλίωι; τίνος ὄντος ὀρθή; ἔστω δὴ ὀρθὴ

ἐφ᾽ ἧς Α, ἡμίσεια δυοῖν ὀρθαῖν ἐφ᾽ ἧς Β, ἡ ἐν ἡμικυ-

30

κλίωι ἐφ᾽ ἧς Γ. τοῦ δὴ τὸ Α τὴν ὀρθὴν ὑπάρχειν τῶι Γ τῆι

ἐν τῶι ἡμικυκλίωι αἴτιον τὸ Β. αὕτη μὲν γὰρ τῆι Α ἴση, ἡ

δὲ τὸ Γ τῆι Β· δύο γὰρ ὀρθῶν ἡμίσεια. τοῦ Β οὖν ὄντος

ἡμίσεος δύο ὀρθῶν τὸ Α τῶι Γ ὑπάρχει (τοῦτο δ᾽ ἦν τὸ ἐν

ἡμικυκλίωι ὀρθὴν εἶναι). τοῦτο δὲ ταὐτόν ἐστι τῶι τί ἦν εἶναι,

35

τῶι τοῦτο σημαίνειν τὸν λόγον. ἀλλὰ μὴν καὶ τὸ τί ἦν εἶναι

αἴτιον δέδεικται τὸ μέσον ‹ὄν›. Τὸ δὲ διὰ τί ὁ Μηδικὸς πόλεμος

ἐγένετο Ἀθηναίοις; τίς αἰτία τοῦ πολεμεῖσθαι Ἀθηναίους; ὅτι

94b

εἰς Σάρδεις μετ᾽ Ἐρετριέων ἐνέβαλον· τοῦτο γὰρ ἐκίνησε

πρῶτον. πόλεμος ἐφ᾽ οὗ Α, προτέρους εἰσβαλεῖν Β, Ἀθη-

ναῖοι τὸ Γ. ὑπάρχει δὴ τὸ Β τῶι Γ, τὸ προτέροις ἐμβαλεῖν

τοῖς Ἀθηναίοις, τὸ δὲ Α τῶι Β· πολεμοῦσι γὰρ τοῖς πρό-

5

τερον ἀδικήσασιν. ὑπάρχει ἄρα τῶι μὲν Β τὸ Α, τὸ πολε-

μεῖσθαι τοῖς προτέροις ἄρξασι· τοῦτο δὲ τὸ Β τοῖς

Ἀθηναίοις· πρότεροι γὰρ ἦρξαν. μέσον ἄρα καὶ ἐνταῦθα

τὸ αἴτιον, τὸ πρῶτον κινῆσαν. Ὅσων δ᾽ αἴτιον τὸ ἕνεκα τίνος –

οἷον διὰ τί περιπατεῖ; ὅπως ὑγιαίνηι· διὰ τί οἰκία ἔστιν;

10

ὅπως σώιζηται τὰ σκεύη – τὸ μὲν ἕνεκα τοῦ ὑγιαίνειν, τὸ δ᾽

ἕνεκα τοῦ σώιζεσθαι. διὰ τί δὲ ἀπὸ δείπνου δεῖ περιπατεῖν,

καὶ ἕνεκα τίνος δεῖ, οὐδὲν διαφέρει. περίπατος ἀπὸ δείπνου

Γ, τὸ μὴ ἐπιπολάζειν τὰ σιτία ἐφ᾽ οὗ Β, τὸ ὑγιαίνειν ἐφ᾽

οὗ Α. ἔστω δὴ τῶι ἀπὸ δείπνου περιπατεῖν ὑπάρχον τὸ ποι-

15

εῖν μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῶι στόματι τῆς κοιλίας,

καὶ τοῦτο ὑγιεινόν. δοκεῖ γὰρ ὑπάρχειν τῶι περιπατεῖν τῶι Γ

τὸ Β τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, τούτωι δὲ τὸ Α τὸ ὑγι-

εινόν. τί οὖν αἴτιον τῶι Γ τοῦ τὸ Α ὑπάρχειν τὸ οὗ ἕνεκα;

τὸ Β τὸ μὴ ἐπιπολάζειν. τοῦτο δ᾽ ἐστὶν ὥσπερ ἐκείνου λό-

20

γος· τὸ γὰρ Α οὕτως ἀποδοθήσεται. διὰ τί δὲ τὸ Β τῶι Γ

ἔστιν; ὅτι τοῦτ᾽ ἔστι τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν. δεῖ δὲ

μεταλαμβάνειν τοὺς λόγους, καὶ οὕτως μᾶλλον ἕκαστα

φανεῖται. αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα καὶ ἐπὶ τῶν

κατὰ κίνησιν αἰτίων· ἐκεῖ μὲν γὰρ τὸ μέσον δεῖ γενέσθαι

25

πρῶτον, ἐνταῦθα δὲ τὸ Γ, τὸ ἔσχατον, τελευταῖον δὲ τὸ

οὗ ἕνεκα.

 

Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ

ἀνάγκης, οἷον διὰ τοῦ λαμπτῆρος τὸ φῶς· καὶ γὰρ ἐξ ἀνάγ-

κης διέρχεται τὸ μικρομερέστερον διὰ τῶν μειζόνων πόρων,

30

εἴπερ φῶς γίνεται τῶι διιέναι, καὶ ἕνεκά τινος, ὅπως μὴ

πταίωμεν. ἆρ᾽ οὖν εἰ εἶναι ἐνδέχεται, καὶ γίνεσθαι ἐνδέχε-

ται· ὥσπερ εἰ βροντᾶι ‹ὅτι› ἀποσβεννυμένου τε τοῦ πυρὸς ἀνάγκη

σίζειν καὶ ψοφεῖν καί, εἰ ὡς οἱ Πυθαγόρειοί φασιν, ἀπει-

λῆς ἕνεκα τοῖς ἐν τῶι ταρτάρωι, ὅπως φοβῶνται; πλεῖστα

35

δὲ τοιαῦτ᾽ ἔστι, καὶ μάλιστα ἐν τοῖς κατὰ φύσιν συνισταμέ-

νοις καὶ συνεστῶσιν· ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ

δ᾽ ἐξ ἀνάγκης. ἡ δ᾽ ἀνάγκη διττή· ἡ μὲν γὰρ κατὰ φύ-

95a

σιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίαι ἡ παρὰ τὴν ὁρμήν, ὥσπερ λί-

θος ἐξ ἀνάγκης καὶ ἄνω καὶ κάτω φέρεται, ἀλλ᾽ οὐ διὰ

τὴν αὐτὴν ἀνάγκην. ἐν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε

ἀπὸ τοῦ αὐτομάτου ὑπάρχει, οἷον οἰκία ἢ ἀνδριάς, οὐδ᾽ ἐξ

5

ἀνάγκης, ἀλλ᾽ ἕνεκά του, τὰ δὲ καὶ ἀπὸ τύχης, οἷον ὑγί-

εια καὶ σωτηρία. μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε

καὶ ἄλλως, ὅταν, μὴ ἀπὸ τύχης, ἡ γένεσις ἦι ὥστε τὸ τέλος

ἀγαθόν, ἕνεκά του γίνεται, καὶ ἢ φύσει ἢ τέχνηι. ἀπὸ τύ-

χης δ᾽ οὐδὲν ἕνεκά του γίνεται.

 

 

12

 

10

Τὸ δ᾽ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γεγενη-

μένοις καὶ τοῖς ἐσομένοις ὅπερ καὶ τοῖς οὖσι (τὸ γὰρ μέ-

σον αἴτιον), πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινό-

μενον, τοῖς δὲ γεγενημένοις γεγενημένον καὶ ἐσομένοις ἐσό-

μενον. οἷον διὰ τί γέγονεν ἔκλειψις; διότι ἐν μέσωι γέγονεν

15

ἡ γῆ· γίνεται δὲ διότι γίνεται, ἔσται δὲ διότι ἔσται ἐν μέσωι,

καὶ ἔστι διότι ἔστιν. τί ἐστι κρύσταλλος; εἰλήφθω δὴ ὅτι ὕδωρ

πεπηγός. ὕδωρ ἐφ᾽ οὗ Γ, πεπηγὸς ἐφ᾽ οὗ Α, αἴτιον τὸ

μέσον ἐφ᾽ οὗ Β, ἔκλειψις θερμοῦ παντελής. ὑπάρχει δὴ

τῶι Γ τὸ Β, τούτωι δὲ τὸ πεπηγέναι τὸ ἐφ᾽ οὗ Α. γίνεται

20

δὲ κρύσταλλος γινομένου τοῦ Β, γεγένηται δὲ γεγενημένου,

ἔσται δ᾽ ἐσομένου.

 

Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται,

ὅταν γίνηται, καὶ ἔστιν, ὅταν ἦι· καὶ ἐπὶ τοῦ γεγονέναι καὶ

ἔσεσθαι ὡσαύτως. ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ᾽ ἔστιν ἐν τῶι συ-

25

νεχεῖ χρόνωι, ὥσπερ δοκεῖ ἡμῖν, ἄλλα ἄλλων αἴτια εἶναι,

τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον, καὶ τοῦ ἔσεσθαι ἕτερον ἐσό-

μενον, καὶ τοῦ γίνεσθαι δέ, εἴ τι ἔμπροσθεν ἐγένετο; ἔστι δὴ

ἀπὸ τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός (ἀρχὴ δὲ καὶ

τούτων τὰ γεγονότα)· διὸ καὶ ἐπὶ τῶν γινομένων ὡσαύτως.

30

ἀπὸ δὲ τοῦ προτέρου οὐκ ἔστιν, οἷον ἐπεὶ τόδε γέγονεν, ὅτι

τόδ᾽ ὕστερον γέγονεν· καὶ ἐπὶ τοῦ ἔσεσθαι ὡσαύτως. οὔτε

γὰρ ἀορίστου οὔθ᾽ ὁρισθέντος ἔσται τοῦ χρόνου ὥστ᾽ ἐπεὶ τοῦτ᾽

ἀληθὲς εἰπεῖν γεγονέναι, τόδ᾽ ἀληθὲς εἰπεῖν γεγονέναι τὸ

ὕστερον. ἐν γὰρ τῶι μεταξὺ ψεῦδος ἔσται τὸ εἰπεῖν τοῦτο,

35

ἤδη θατέρου γεγονότος. ὁ δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐσο-

μένου, οὐδ᾽ ἐπεὶ τόδε γέγονε, τόδ᾽ ἔσται. τὸ γὰρ μέσον

ὁμόγονον δεῖ εἶναι, τῶν γενομένων γενόμενον, τῶν ἐσομένων

ἐσόμενον, τῶν γινομένων γινόμενον, τῶν ὄντων ὄν· τοῦ δὲ γέ-

γονε καὶ τοῦ ἔσται οὐκ ἐνδέχεται εἶναι ὁμόγονον. ἔτι οὔτε

ἀόριστον ἐνδέχεται εἶναι τὸν χρόνον τὸν μεταξὺ οὔθ᾽ ὡρι-

95b

σμένον· ψεῦδος γὰρ ἔσται τὸ εἰπεῖν ἐν τῶι μεταξύ. ἐπισκε-

πτέον δὲ τί τὸ συνέχον ὥστε μετὰ τὸ γεγονέναι τὸ γίνεσθαι

ὑπάρχειν ἐν τοῖς πράγμασιν. ἢ δῆλον ὅτι οὐκ ἔστιν ἐχόμε-

νον γεγονότος γινόμενον; οὐδὲ γὰρ γενόμενον γενομένου· πέ-

5

ρατα γὰρ καὶ ἄτομα· ὥσπερ οὖν οὐδὲ στιγμαί εἰσιν ἀλλή-

λων ἐχόμεναι, οὐδὲ γενόμενα· ἄμφω γὰρ ἀδιαίρετα. οὐδὲ

δὴ γινόμενον γεγενημένου διὰ τὸ αὐτό· τὸ μὲν γὰρ γινόμε-

νον διαιρετόν, τὸ δὲ γεγονὸς ἀδιαίρετον. ὥσπερ οὖν γραμμὴ

πρὸς στιγμὴν ἔχει, οὕτω τὸ γινόμενον πρὸς τὸ γεγονός· ἐν-

10

υπάρχει γὰρ ἄπειρα γεγονότα ἐν τῶι γινομένωι. μᾶλλον δὲ

φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως δεῖ λεχθῆναι περὶ

τούτων.

 

Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέ-

σεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω. ἀνάγκη

15

γὰρ καὶ ἐν τούτοις τὸ μέσον καὶ τὸ πρῶτον ἄμεσα εἶναι.

οἷον τὸ Α γέγονεν, ἐπεὶ τὸ Γ γέγονεν (ὕστερον δὲ τὸ Γ γέ-

γονεν, ἔμπροσθεν δὲ τὸ Α· ἀρχὴ δὲ τὸ Γ διὰ τὸ ἐγγύτερον

τοῦ νῦν εἶναι, ὅ ἐστιν ἀρχὴ τοῦ χρόνου). τὸ δὲ Γ γέγονεν, εἰ

τὸ Δ γέγονεν. τοῦ δὴ Δ γενομένου ἀνάγκη τὸ Α γεγονέναι.

20

αἴτιον δὲ τὸ Γ· τοῦ γὰρ Δ γενομένου τὸ Γ ἀνάγκη γεγο-

νέναι, τοῦ δὲ Γ γεγονότος ἀνάγκη πρότερον τὸ Α γεγονέναι.

οὕτω δὲ λαμβάνοντι τὸ μέσον στήσεταί που εἰς ἄμεσον, ἢ

ἀεὶ παρεμπεσεῖται διὰ τὸ ἄπειρον; οὐ γάρ ἐστιν ἐχόμενον

γεγονὸς γεγονότος, ὥσπερ ἐλέχθη. ἀλλ᾽ ἄρξασθαί γε ὅμως

25

ἀνάγκη ἀπ᾽ ἀμέσου καὶ ἀπὸ τοῦ νῦν πρώτου. ὁμοίως δὲ

καὶ ἐπὶ τοῦ ἔσται. εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι ἔσται τὸ Δ,

ἀνάγκη πρότερον ἀληθὲς εἰπεῖν ὅτι τὸ Α ἔσται. τούτου δ᾽

αἴτιον τὸ Γ· εἰ μὲν γὰρ τὸ Δ ἔσται, πρότερον τὸ Γ ἔσται·

εἰ δὲ τὸ Γ ἔσται, πρότερον τὸ Α ἔσται. ὁμοίως δ᾽ ἄπειρος

30

ἡ τομὴ καὶ ἐν τούτοις· οὐ γὰρ ἔστιν ἐσόμενα ἐχόμενα ἀλ-

λήλων. ἀρχὴ δὲ καὶ ἐν τούτοις ἄμεσος ληπτέα. ἔχει δὲ

οὕτως ἐπὶ τῶν ἔργων· εἰ γέγονεν οἰκία, ἀνάγκη τετμῆσθαι

λίθους καὶ γεγονέναι. τοῦτο διὰ τί; ὅτι ἀνάγκη θεμέλιον

γεγονέναι, εἴπερ καὶ οἰκία γέγονεν· εἰ δὲ θεμέλιον, πρό-

35

τερον λίθους γεγονέναι ἀνάγκη. πάλιν εἰ ἔσται οἰκία, ὡσαύ-

τως πρότερον ἔσονται λίθοι. δείκνυται δὲ διὰ τοῦ μέσου

ὁμοίως· ἔσται γὰρ θεμέλιος πρότερον.

 

Ἐπεὶ δ᾽ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλωι τινὰ γένεσιν

οὖσαν, ἐνδέχεται τοῦτο εἶναι, εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέ-

σον καὶ οἱ ἄκροι· ἐν γὰρ τούτοις τὸ ἀντιστρέφειν ἐστίν. δέ-

96a

δεικται δὲ τοῦτο ἐν τοῖς πρώτοις, ὅτι ἀντιστρέφει τὰ συμ-

περάσματα· τὸ δὲ κύκλωι τοῦτό ἐστιν. ἐπὶ δὲ τῶν ἔργων

φαίνεται ὧδε· βεβρεγμένης τῆς γῆς ἀνάγκη ἀτμίδα γενέ-

σθαι, τούτου δὲ γενομένου νέφος, τούτου δὲ γενομένου ὕδωρ·

5

τούτου δὲ γενομένου ἀνάγκη βεβρέχθαι τὴν γῆν· τοῦτο δ᾽ ἦν τὸ

ἐξ ἀρχῆς, ὥστε κύκλωι περιελήλυθεν· ἑνὸς γὰρ αὐτῶν ὁτουοῦν

ὄντος ἕτερον ἔστι, κἀκείνου ἄλλο, καὶ τούτου τὸ πρῶτον.

 

Ἔστι δ᾽ ἔνια μὲν γινόμενα καθόλου (ἀεί τε γὰρ καὶ

ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται), τὰ δὲ ἀεὶ μὲν οὔ, ὡς

10

ἐπὶ τὸ πολὺ δέ, οἷον οὐ πᾶς ἄνθρωπος ἄρρην τὸ γένειον τρι-

χοῦται, ἀλλ᾽ ὡς ἐπὶ τὸ πολύ. τῶν δὴ τοιούτων ἀνάγκη καὶ

τὸ μέσον ὡς ἐπὶ τὸ πολὺ εἶναι. εἰ γὰρ τὸ Α κατὰ τοῦ Β

καθόλου κατηγορεῖται, καὶ τοῦτο κατὰ τοῦ Γ καθόλου, ἀνάγκη

καὶ τὸ Α κατὰ τοῦ Γ ἀεὶ καὶ ἐπὶ παντὸς κατηγορεῖσθαι·

15

τοῦτο γάρ ἐστι τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί. ἀλλ᾽ ὑπέ-

κειτο ὡς ἐπὶ τὸ πολύ· ἀνάγκη ἄρα καὶ τὸ μέσον ὡς ἐπὶ

τὸ πολὺ εἶναι τὸ ἐφ᾽ οὗ τὸ Β. ἔσονται τοίνυν καὶ τῶν ὡς

ἐπὶ τὸ πολὺ ἀρχαὶ ἄμεσοι, ὅσα ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔστιν

ἢ γίνεται.