Aristoteles
384 - 322 a. Chr. n.
Ἀναλυτικὰ ὕστερα
Βιβλίον Α´ 22 - 34
|
|
________________________________________________________
|
|
22
Ἐπὶ μὲν οὖν τῶν ἐν τῶι τί ἐστι κατηγορουμένων δῆλον·εἰ γὰρ ἔστιν ὁρίσασθαι ἢ εἰ γνωστὸν τὸ τί ἦν εἶναι, τὰ δ᾽ἄπειρα μὴ ἔστι διελθεῖν, ἀνάγκη πεπεράνθαι τὰ ἐν τῶι τί | |
83a | ἐστι κατηγορούμενα. καθόλου δὲ ὧδε λέγομεν. ἔστι γὰρ εἰ-πεῖν ἀληθῶς τὸ λευκὸν βαδίζειν καὶ τὸ μέγα ἐκεῖνο ξύλονεἶναι, καὶ πάλιν τὸ ξύλον μέγα εἶναι καὶ τὸν ἄνθρωπον βα-δίζειν. ἕτερον δή ἐστι τὸ οὕτως εἰπεῖν καὶ τὸ ἐκείνως. ὅταν |
5 | μὲν γὰρ τὸ λευκὸν εἶναι φῶ ξύλον, τότε λέγω ὅτι ὧι συμ-βέβηκε λευκῶι εἶναι ξύλον ἐστίν, ἀλλ᾽ οὐχ ὡς τὸ ὑποκείμε-νον τῶι ξύλωι τὸ λευκόν ἐστι· καὶ γὰρ οὔτε λευκὸν ὂν οὔθ᾽ ὅπερλευκόν τι ἐγένετο ξύλον, ὥστ᾽ οὐκ ἔστιν ἀλλ᾽ ἢ κατὰ συμβε-βηκός. ὅταν δὲ τὸ ξύλον λευκὸν εἶναι φῶ, οὐχ ὅτι ἕτερόν |
10 | τί ἐστι λευκόν, ἐκείνωι δὲ συμβέβηκε ξύλωι εἶναι, οἷον ὅταντὸ μουσικὸν λευκὸν εἶναι φῶ (τότε γὰρ ὅτι ὁ ἄνθρωποςλευκός ἐστιν, ὧι συμβέβηκεν εἶναι μουσικῶι, λέγω), ἀλλὰτὸ ξύλον ἐστὶ τὸ ὑποκείμενον, ὅπερ καὶ ἐγένετο, οὐχ ἕτερόντι ὂν ἢ ὅπερ ξύλον ἢ ξύλον τί. εἰ δὴ δεῖ νομοθετῆσαι, ἔστω |
15 | τὸ οὕτω λέγειν κατηγορεῖν, τὸ δ᾽ ἐκείνως ἤτοι μηδαμῶςκατηγορεῖν, ἢ κατηγορεῖν μὲν μὴ ἁπλῶς, κατὰ συμβεβη-κὸς δὲ κατηγορεῖν. ἔστι δ᾽ ὡς μὲν τὸ λευκὸν τὸ κατηγορού-μενον, ὡς δὲ τὸ ξύλον τὸ οὗ κατηγορεῖται. ὑποκείσθω δὴτὸ κατηγορούμενον κατηγορεῖσθαι ἀεί, οὗ κατηγορεῖται, |
20 | ἁπλῶς, ἀλλὰ μὴ κατὰ συμβεβηκός· οὕτω γὰρ αἱ ἀποδεί-ξεις ἀποδεικνύουσιν. ὥστε ἢ ἐν τῶι τί ἐστιν ἢ ὅτι ποιὸν ἢ πο-σὸν ἢ πρός τι ἢ ποιοῦν τι ἢ πάσχον ἢ ποὺ ἢ ποτέ, ὅταν ἓν καθ᾽ἑνὸς κατηγορηθῆι.
Ἔτι τὰ μὲν οὐσίαν σημαίνοντα ὅπερ ἐκεῖνο ἢ ὅπερ |
25 | ἐκεῖνό τι σημαίνει καθ᾽ οὗ κατηγορεῖται· ὅσα δὲ μὴ οὐ-σίαν σημαίνει, ἀλλὰ κατ᾽ ἄλλου ὑποκειμένου λέγεταιὁ μὴ ἔστι μήτε ὅπερ ἐκεῖνο μήτε ὅπερ ἐκεῖνό τι, συμβε-βηκότα, οἷον κατὰ τοῦ ἀνθρώπου τὸ λευκόν. οὐ γάρ ἐστινὁ ἄνθρωπος οὔτε ὅπερ λευκὸν οὔτε ὅπερ λευκόν τι, ἀλλὰ ζῶιον |
30 | ἴσως· ὅπερ γὰρ ζῶιόν ἐστιν ὁ ἄνθρωπος. ὅσα δὲ μὴ οὐσίανσημαίνει, δεῖ κατά τινος ὑποκειμένου κατηγορεῖσθαι, καὶμὴ εἶναί τι λευκὸν ὁ οὐχ ἕτερόν τι ὂν λευκόν ἐστιν. τὰγὰρ εἴδη χαιρέτω· τερετίσματά τε γάρ ἐστι, καὶ εἰ ἔστιν,οὐδὲν πρὸς τὸν λόγον ἐστίν· αἱ γὰρ ἀποδείξεις περὶ τῶν τοι- |
35 | ούτων εἰσίν.
Ἔτι εἰ μὴ ἔστι τόδε τοῦδε ποιότης κἀκεῖνο τούτου, μηδὲποιότητος ποιότης, ἀδύνατον ἀντικατηγορεῖσθαι ἀλλήλωνοὕτως, ἀλλ᾽ ἀληθὲς μὲν ἐνδέχεται εἰπεῖν, ἀντικατηγορῆσαιδ᾽ ἀληθῶς οὐκ ἐνδέχεται. ἢ γάρ τοι ὡς οὐσία κατηγορηθή- |
83b | σεται, οἷον ἢ γένος ὂν ἢ διαφορὰ τοῦ κατηγορουμένου. ταῦταδὲ δέδεικται ὅτι οὐκ ἔσται ἄπειρα, οὔτ᾽ ἐπὶ τὸ κάτω οὔτ᾽ ἐπὶτὸ ἄνω (οἷον ἄνθρωπος δίπουν, τοῦτο ζῶιον, τοῦτο δ᾽ ἕτερον·οὐδὲ τὸ ζῶιον κατ᾽ ἀνθρώπου, τοῦτο δὲ κατὰ Καλλίου, τοῦτο |
5 | δὲ κατ᾽ ἄλλου ἐν τῶι τί ἐστιν), τὴν μὲν γὰρ οὐσίαν ἅπασανἔστιν ὁρίσασθαι τὴν τοιαύτην, τὰ δ᾽ ἄπειρα οὐκ ἔστι διεξελ-θεῖν νοοῦντα. ὥστ᾽ οὔτ᾽ ἐπὶ τὸ ἄνω οὔτ᾽ ἐπὶ τὸ κάτω ἄπειρα·ἐκείνην γὰρ οὐκ ἔστιν ὁρίσασθαι ἧς τὰ ἄπειρα κατηγορεῖται.ὡς μὲν δὴ γένη ἀλλήλων οὐκ ἀντικατηγορηθήσεται· ἔσται |
10 | γὰρ αὐτὸ ὅπερ αὐτό τι. οὐδὲ μὴν τοῦ ποιοῦ ἢ τῶν ἄλλωνοὐδέν, ἂν μὴ κατὰ συμβεβηκὸς κατηγορηθῆι· πάντα γὰρταῦτα συμβέβηκε καὶ κατὰ τῶν οὐσιῶν κατηγορεῖται. ἀλλὰδὴ ὅτι οὐδ᾽ εἰς τὸ ἄνω ἄπειρα ἔσται· ἑκάστου γὰρ κατηγορεῖ-ται ὁ ἂν σημαίνηι ἢ ποιόν τι ἢ ποσόν τι ἤ τι τῶν τοιούτων |
15 | ἢ τὰ ἐν τῆι οὐσίαι· ταῦτα δὲ πεπέρανται, καὶ τὰ γένη τῶνκατηγοριῶν πεπέρανται· ἢ γὰρ ποιὸν ἢ ποσὸν ἢ πρός τι ἢποιοῦν ἢ πάσχον ἢ ποὺ ἢ ποτέ. Ὑπόκειται δὴ ἓν καθ᾽ ἑνὸςκατηγορεῖσθαι, αὐτὰ δὲ αὑτῶν, ὅσα μὴ τί ἐστι, μὴ κατ-ηγορεῖσθαι. συμβεβηκότα γάρ ἐστι πάντα, ἀλλὰ τὰ μὲν |
20 | καθ᾽ αὑτά, τὰ δὲ καθ᾽ ἕτερον τρόπον· ταῦτα δὲ πάντακαθ᾽ ὑποκειμένου τινὸς κατηγορεῖσθαί φαμεν, τὸ δὲ συμβε-βηκὸς οὐκ εἶναι ὑποκείμενόν τι· οὐδὲν γὰρ τῶν τοιούτων τί-θεμεν εἶναι ὁ οὐχ ἕτερόν τι ὂν λέγεται ὁ λέγεται, ἀλλ᾽αὐτὸ ἄλλου καὶ τοῦτο καθ᾽ ἑτέρου. οὔτ᾽ εἰς τὸ ἄνω |
25 | ἄρα ἓν καθ᾽ ἑνὸς οὔτ᾽ εἰς τὸ κάτω ὑπάρχειν λεχθήσεται.καθ᾽ ὧν μὲν γὰρ λέγεται τὰ συμβεβηκότα, ὅσα ἐν τῆι οὐ-σίαι ἑκάστου, ταῦτα δὲ οὐκ ἄπειρα· ἄνω δὲ ταῦτά τε καὶτὰ συμβεβηκότα, ἀμφότερα οὐκ ἄπειρα. ἀνάγκη ἄρα εἶναίτι οὗ πρῶτόν τι κατηγορεῖται καὶ τούτου ἄλλο, καὶ τοῦτο |
30 | ἵστασθαι καὶ εἶναί τι ὁ οὐκέτι οὔτε κατ᾽ ἄλλου προτέρου οὔτεκατ᾽ ἐκείνου ἄλλο πρότερον κατηγορεῖται.
Εἷς μὲν οὖν τρόπος λέγεται ἀποδείξεως οὗτος, ἔτι δ᾽ἄλλος, εἰ ὧν πρότερα ἄττα κατηγορεῖται, ἔστι τούτων ἀπό-δειξις, ὧν δ᾽ ἔστιν ἀπόδειξις, οὔτε βέλτιον ἔχειν ἐγχωρεῖ |
35 | πρὸς αὐτὰ τοῦ εἰδέναι, οὔτ᾽ εἰδέναι ἄνευ ἀποδείξεως, εἰ δὲτόδε διὰ τῶνδε γνώριμον, τάδε δὲ μὴ ἴσμεν μηδὲ βέλτιονἔχομεν πρὸς αὐτὰ τοῦ εἰδέναι, οὐδὲ τὸ διὰ τούτων γνώριμονἐπιστησόμεθα. εἰ οὖν ἔστι τι εἰδέναι δι᾽ ἀποδείξεως ἁπλῶςκαὶ μὴ ἐκ τινῶν μηδ᾽ ἐξ ὑποθέσεως, ἀνάγκη ἵστασθαι τὰς |
84a | κατηγορίας τὰς μεταξύ. εἰ γὰρ μὴ ἵστανται, ἀλλ᾽ ἔστιν ἀεὶτοῦ ληφθέντος ἐπάνω, ἁπάντων ἔσται ἀπόδειξις· ὥστ᾽ εἰ τὰἄπειρα μὴ ἐγχωρεῖ διελθεῖν, ὧν ἔστιν ἀπόδειξις, ταῦτ᾽ οὐκεἰσόμεθα δι᾽ ἀποδείξεως. εἰ οὖν μηδὲ βέλτιον ἔχομεν πρὸς |
5 | αὐτὰ τοῦ εἰδέναι, οὐκ ἔσται οὐδὲν ἐπίστασθαι δι᾽ ἀποδείξεωςἁπλῶς, ἀλλ᾽ ἐξ ὑποθέσεως.
Λογικῶς μὲν οὖν ἐκ τούτων ἄν τις πιστεύσειε περὶ τοῦλεχθέντος, ἀναλυτικῶς δὲ διὰ τῶνδε φανερὸν συντομώτε-ρον, ὅτι οὔτ᾽ ἐπὶ τὸ ἄνω οὔτ᾽ ἐπὶ τὸ κάτω ἄπειρα τὰ κατ- |
10 | ηγορούμενα ἐνδέχεται εἶναι ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις,περὶ ὧν ἡ σκέψις ἐστίν. ἡ μὲν γὰρ ἀπόδειξίς ἐστι τῶν ὅσαὑπάρχει καθ᾽ αὑτὰ τοῖς πράγμασιν. καθ᾽ αὑτὰ δὲ διττῶς·ὅσα τε γὰρ [ἐν] ἐκείνοις ἐνυπάρχει ἐν τῶι τί ἐστι, καὶ οἷς αὐτὰἐν τῶι τί ἐστιν ὑπάρχουσιν αὐτοῖς· οἷον τῶι ἀριθμῶι τὸ περιτ- |
15 | τόν, ὁ ὑπάρχει μὲν ἀριθμῶι, ἐνυπάρχει δ᾽ αὐτὸς ὁ ἀριθ-μὸς ἐν τῶι λόγωι αὐτοῦ, καὶ πάλιν πλῆθος ἢ τὸ διαιρετὸνἐν τῶι λόγωι τῶι τοῦ ἀριθμοῦ ἐνυπάρχει. τούτων δ᾽ οὐδέτερα ἐν-δέχεται ἄπειρα εἶναι, οὔθ᾽ ὡς τὸ περιττὸν τοῦ ἀριθμοῦ (πά-λιν γὰρ ἂν τῶι περιττῶι ἄλλο εἴη ὧι ἐνυπῆρχεν ὑπάρ- |
20 | χοντι· τοῦτο δ᾽ εἰ ἔστι, πρῶτον ὁ ἀριθμὸς ἐνυπάρξει ὑπάρ-χουσιν αὐτῶι· εἰ οὖν μὴ ἐνδέχεται ἄπειρα τοιαῦτα ὑπάρ-χειν ἐν τῶι ἑνί, οὐδ᾽ ἐπὶ τὸ ἄνω ἔσται ἄπειρα· ἀλλὰ μὴνἀνάγκη γε πάντα ὑπάρχειν τῶι πρώτωι, οἷον τῶι ἀριθμῶι,κἀκείνοις τὸν ἀριθμόν, ὥστ᾽ ἀντιστρέφοντα ἔσται, ἀλλ᾽ οὐχ |
25 | ὑπερτείνοντα)· οὐδὲ μὴν ὅσα ἐν τῶι τί ἐστιν ἐνυπάρχει, οὐδὲταῦτα ἄπειρα· οὐδὲ γὰρ ἂν εἴη ὁρίσασθαι. ὥστ᾽ εἰ τὰ μὲνκατηγορούμενα καθ᾽ αὑτὰ πάντα λέγεται, ταῦτα δὲ μὴἄπειρα, ἵσταιτο ἂν τὰ ἐπὶ τὸ ἄνω, ὥστε καὶ ἐπὶ τὸ κάτω.
Εἰ δ᾽ οὕτω, καὶ τὰ ἐν τῶι μεταξὺ δύο ὅρων ἀεὶ πε- |
30 | περασμένα. εἰ δὲ τοῦτο, δῆλον ἤδη καὶ τῶν ἀποδείξεων ὅτιἀνάγκη ἀρχάς τε εἶναι, καὶ μὴ πάντων εἶναι ἀπόδειξιν,ὅπερ ἔφαμέν τινας λέγειν κατ᾽ ἀρχάς. εἰ γὰρ εἰσὶν ἀρχαί,οὔτε πάντ᾽ ἀποδεικτὰ οὔτ᾽ εἰς ἄπειρον οἷόν τε βαδίζειν· τὸγὰρ εἶναι τούτων ὁποτερονοῦν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἶναι μη- |
35 | δὲν διάστημα ἄμεσον καὶ ἀδιαίρετον, ἀλλὰ πάντα διαιρετά.τῶι γὰρ ἐντὸς ἐμβάλλεσθαι ὅρον, ἀλλ᾽ οὐ τῶι προσλαμ-βάνεσθαι ἀποδείκνυται τὸ ἀποδεικνύμενον, ὥστ᾽ εἰ τοῦτ᾽ εἰςἄπειρον ἐνδέχεται ἰέναι, ἐνδέχοιτ᾽ ἂν δύο ὅρων ἄπειρα με-ταξὺ εἶναι μέσα. ἀλλὰ τοῦτ᾽ ἀδύνατον, εἰ ἵστανται αἱ κατ- |
84b | ηγορίαι ἐπὶ τὸ ἄνω καὶ τὸ κάτω. ὅτι δὲ ἵστανται, δέδει-κται λογικῶς μὲν πρότερον, ἀναλυτικῶς δὲ νῦν.
|
5 | ηγορουμένου θατέρου κατὰ θατέρου, ἢ μηδαμῶς ἢ μὴ κατὰπαντός, ὅτι οὐκ ἀεὶ κατὰ κοινόν τι ὑπάρξει. οἷον τῶι ἰσο-σκελεῖ καὶ τῶι σκαληνεῖ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν κατὰκοινόν τι ὑπάρχει (ἧι γὰρ σχῆμά τι, ὑπάρχει, καὶ οὐχἧι ἕτερον), τοῦτο δ᾽ οὐκ ἀεὶ οὕτως ἔχει. ἔστω γὰρ τὸ Β καθ᾽ |
10 | ὁ τὸ Α τῶι Γ Δ ὑπάρχει. δῆλον τοίνυν ὅτι καὶ τὸ Β τῶιΓ καὶ Δ κατ᾽ ἄλλο κοινόν, κἀκεῖνο καθ᾽ ἕτερον, ὥστεδύο ὅρων μεταξὺ ἄπειροι ἂν ἐμπίπτοιεν ὅροι. ἀλλ᾽ ἀδύνα-τον. κατὰ μὲν τοίνυν κοινόν τι ὑπάρχειν οὐκ ἀνάγκη ἀεὶτὸ αὐτὸ πλείοσιν, εἴπερ ἔσται ἄμεσα διαστήματα. ἐν μέν- |
15 | τοι τῶι αὐτῶι γένει καὶ ἐκ τῶν αὐτῶν ἀτόμων ἀνάγκη τοὺςὅρους εἶναι, εἴπερ τῶν καθ᾽ αὑτὸ ὑπαρχόντων ἔσται τὸ κοι-νόν· οὐ γὰρ ἦν ἐξ ἄλλου γένους εἰς ἄλλο διαβῆναι τὰ δει-κνύμενα.
Φανερὸν δὲ καὶ ὅτι, ὅταν τὸ Α τῶι Β ὑπάρχηι, εἰ |
20 | μὲν ἔστι τι μέσον, ἔστι δεῖξαι ὅτι τὸ Α τῶι Β ὑπάρχει, καὶστοιχεῖα τούτου ἔστι ταὐτὰ καὶ τοσαῦθ᾽ ὅσα μέσα ἐστίν· αἱγὰρ ἄμεσοι προτάσεις στοιχεῖα, ἢ πᾶσαι ἢ αἱ καθόλου. εἰδὲ μὴ ἔστιν, οὐκέτι ἔστιν ἀπόδειξις, ἀλλ᾽ ἡ ἐπὶ τὰς ἀρχὰςὁδὸς αὕτη ἐστίν. ὁμοίως δὲ καὶ εἰ τὸ Α τῶι Β μὴ ὑπάρχει, |
25 | εἰ μὲν ἔστιν ἢ μέσον ἢ πρότερον ὧι οὐχ ὑπάρχει, ἔστιν ἀπό-δειξις, εἰ δὲ μή, οὐκ ἔστιν, ἀλλ᾽ ἀρχή, καὶ στοιχεῖα τοσαῦτ᾽ἔστιν ὅσοι ὅροι· αἱ γὰρ τούτων προτάσεις ἀρχαὶ τῆς ἀπο-δείξεώς εἰσιν. καὶ ὥσπερ ἔνιαι ἀρχαί εἰσιν ἀναπόδεικτοι, ὅτιἐστὶ τόδε τοδὶ καὶ ὑπάρχει τόδε τωιδί, οὕτω καὶ ὅτι οὐκ ἔστι |
30 | τόδε τοδὶ οὐδ᾽ ὑπάρχει τόδε τωιδί, ὥσθ᾽ αἱ μὲν εἶναί τι, αἱδὲ μὴ εἶναί τι ἔσονται ἀρχαί. Ὅταν δὲ δέηι δεῖξαι, ληπτέονὁ τοῦ Β πρῶτον κατηγορεῖται. ἔστω τὸ Γ, καὶ τούτου ὁμοίωςτὸ Δ. καὶ οὕτως ἀεὶ βαδίζοντι οὐδέποτ᾽ ἐξωτέρω πρότασιςοὐδ᾽ ὑπάρχον λαμβάνεται τοῦ Α ἐν τῶι δεικνύναι, ἀλλ᾽ ἀεὶ |
35 | τὸ μέσον πυκνοῦται, ἕως ἀδιαίρετα γένηται καὶ ἕν. ἔστι δ᾽ἓν ὅταν ἄμεσον γένηται, καὶ μία πρότασις ἁπλῶς ἡ ἄμε-σος. καὶ ὥσπερ ἐν τοῖς ἄλλοις ἡ ἀρχὴ ἁπλοῦν, τοῦτο δ᾽οὐ ταὐτὸ πανταχοῦ, ἀλλ᾽ ἐν βάρει μὲν μνᾶ, ἐν δὲ μέλειδίεσις, ἄλλο δ᾽ ἐν ἄλλωι, οὕτως ἐν συλλογισμῶι τὸ ἓν |
85a | πρότασις ἄμεσος, ἐν δ᾽ ἀποδείξει καὶ ἐπιστήμηι ὁ νοῦς. ἐνμὲν οὖν τοῖς δεικτικοῖς συλλογισμοῖς τοῦ ὑπάρχοντος οὐδὲν ἔξωπίπτει, ἐν δὲ τοῖς στερητικοῖς, ἔνθα μὲν ὁ δεῖ ὑπάρχειν,οὐδὲν τούτου ἔξω πίπτει, οἷον εἰ τὸ Α τῶι Β διὰ τοῦ Γ μή |
5 | (εἰ γὰρ τῶι μὲν Β παντὶ τὸ Γ, τῶι δὲ Γ μηδενὶ τὸ Α)· πά-λιν ἂν δέηι ὅτι τῶι Γ τὸ Α οὐδενὶ ὑπάρχει, μέσον ληπτέοντοῦ Α καὶ Γ, καὶ οὕτως ἀεὶ πορεύσεται. ἐὰν δὲ δέηι δεῖξαιὅτι τὸ Δ τῶι Ε οὐχ ὑπάρχει τῶι τὸ Γ τῶι μὲν Δ παντὶὑπάρχειν, τῶι δὲ Ε μηδενί [ἢ μὴ παντί], τοῦ Ε οὐδέποτ᾽ ἔξω |
10 | πεσεῖται· τοῦτο δ᾽ ἐστὶν ὧι δεῖ ὑπάρχειν. ἐπὶ δὲ τοῦ τρίτουτρόπου, οὔτε ἀφ᾽ οὗ δεῖ οὔτε ὁ δεῖ στερῆσαι οὐδέποτ᾽ ἔξωβαδιεῖται.
|
15 | σβητεῖται ποτέρα βελτίων· ὡς δ᾽ αὔτως καὶ περὶ τῆς ἀπο-δεικνύναι λεγομένης καὶ τῆς εἰς τὸ ἀδύνατον ἀγούσης ἀπο-δείξεως. πρῶτον μὲν οὖν ἐπισκεψώμεθα περὶ τῆς καθόλουκαὶ τῆς κατὰ μέρος· δηλώσαντες δὲ τοῦτο, καὶ περὶ τῆςδεικνύναι λεγομένης καὶ τῆς εἰς τὸ ἀδύνατον εἴπωμεν.
|
20 | Δόξειε μὲν οὖν τάχ᾽ ἄν τισιν ὡδὶ σκοποῦσιν ἡ κατὰμέρος εἶναι βελτίων. εἰ γὰρ καθ᾽ ἣν μᾶλλον ἐπιστάμεθαἀπόδειξιν βελτίων ἀπόδειξις (αὕτη γὰρ ἀρετὴ ἀποδείξεωσ),μᾶλλον δ᾽ ἐπιστάμεθα ἕκαστον ὅταν αὐτὸ εἰδῶμεν καθ᾽αὑτὸ ἢ ὅταν κατ᾽ ἄλλο (οἷον τὸν μουσικὸν Κορίσκον ὅταν |
25 | ὅτι ὁ Κορίσκος μουσικὸς ἢ ὅταν ὅτι ἅνθρωπος μουσικός·ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), ἡ δὲ καθόλου ὅτι ἄλλο, οὐχὅτι αὐτὸ τετύχηκεν ἐπιδείκνυσιν (οἷον ὅτι τὸ ἰσοσκελὲς οὐχ ὅτιἰσοσκελὲς ἀλλ᾽ ὅτι τρίγωνον), ἡ δὲ κατὰ μέρος ὅτι αὐτό· – εἰδὴ βελτίων μὲν ἡ καθ᾽ αὑτό, τοιαύτη δ᾽ ἡ κατὰ μέρος τῆς |
30 | καθόλου μᾶλλον, καὶ βελτίων ἂν ἡ κατὰ μέρος ἀπόδειξιςεἴη. ἔτι εἰ τὸ μὲν καθόλου μὴ ἔστι τι παρὰ τὰ καθ᾽ ἕκαστα,ἡ δ᾽ ἀπόδειξις δόξαν ἐμποιεῖ εἶναί τι τοῦτο καθ᾽ ὁ ἀποδεί-κνυσι, καί τινα φύσιν ὑπάρχειν ἐν τοῖς οὖσι ταύτην, οἷοντριγώνου παρὰ τὰ τινὰ καὶ σχήματος παρὰ τὰ τινὰ καὶ |
35 | ἀριθμοῦ παρὰ τοὺς τινὰς ἀριθμούς, βελτίων δ᾽ ἡ περὶ ὄν-τος ἢ μὴ ὄντος καὶ δι᾽ ἣν μὴ ἀπατηθήσεται ἢ δι᾽ ἥν, ἔστιδ᾽ ἡ μὲν καθόλου τοιαύτη (προϊόντες γὰρ δεικνύουσιν ὥσπερπερὶ τοῦ ἀνὰ λόγον, οἷον ὅτι ὁ ἂν ἦι τι τοιοῦτον ἔσται ἀνὰλόγον ὁ οὔτε γραμμὴ οὔτ᾽ ἀριθμὸς οὔτε στερεὸν οὔτ᾽ ἐπί- |
85b | πεδον, ἀλλὰ παρὰ ταῦτά τι)· – εἰ οὖν καθόλου μὲν μᾶλλοναὕτη, περὶ ὄντος δ᾽ ἧττον τῆς κατὰ μέρος καὶ ἐμποιεῖ δόξανψευδῆ, χείρων ἂν εἴη ἡ καθόλου τῆς κατὰ μέρος.
Η πρῶτον μὲν οὐδὲν μᾶλλον ἐπὶ τοῦ καθόλου ἢ τοῦ κατὰ |
5 | μέρος ἅτερος λόγος ἐστίν; εἰ γὰρ τὸ δυσὶν ὀρθαῖς ὑπάρχειμὴ ἧι ἰσοσκελὲς ἀλλ᾽ ἧι τρίγωνον, ὁ εἰδὼς ὅτι ἰσοσκελὲς ἧτ-τον οἶδεν ἧι αὐτὸ ἢ ὁ εἰδὼς ὅτι τρίγωνον. ὅλως τε, εἰ μὲν μὴὄντος ἧι τρίγωνον εἶτα δείκνυσιν, οὐκ ἂν εἴη ἀπόδειξις, εἰ δὲὄντος, ὁ εἰδὼς ἕκαστον ἧι ἕκαστον ὑπάρχει μᾶλλον οἶδεν. εἰ δὴ |
10 | τὸ τρίγωνον ἐπὶ πλέον ἐστί, καὶ ὁ αὐτὸς λόγος, καὶ μὴ καθ᾽ὁμωνυμίαν τὸ τρίγωνον, καὶ ὑπάρχει παντὶ τριγώνωι τὸ δύο,οὐκ ἂν τὸ τρίγωνον ἧι ἰσοσκελές, ἀλλὰ τὸ ἰσοσκελὲς ἧι τρίγωνον,ἔχοι τοιαύτας τὰς γωνίας. ὥστε ὁ καθόλου εἰδὼς μᾶλλονοἶδεν ἧι ὑπάρχει ἢ ὁ κατὰ μέρος. βελτίων ἄρα ἡ καθό- |
15 | λου τῆς κατὰ μέρος. ἔτι εἰ μὲν εἴη τις λόγος εἷς καὶ μὴὁμωνυμία τὸ καθόλου, εἴη τ᾽ ἂν οὐδὲν ἧττον ἐνίων τῶν κατὰμέρος, ἀλλὰ καὶ μᾶλλον, ὅσωι τὰ ἄφθαρτα ἐν ἐκείνοιςἐστί, τὰ δὲ κατὰ μέρος φθαρτὰ μᾶλλον, ἔτι τε οὐδεμίαἀνάγκη ὑπολαμβάνειν τι εἶναι τοῦτο παρὰ ταῦτα, ὅτι ἓν δη- |
20 | λοῖ, οὐδὲν μᾶλλον ἢ ἐπὶ τῶν ἄλλων ὅσα μὴ τὶ σημαίνειἀλλ᾽ ἢ ποιὸν ἢ πρός τι ἢ ποιεῖν. εἰ δὲ ἄρα, οὐχ ἡ ἀπόδει-ξις αἰτία ἀλλ᾽ ὁ ἀκούων.
Ἔτι εἰ ἡ ἀπόδειξις μέν ἐστι συλλογισμὸς δεικτικὸς αἰ-τίας καὶ τοῦ διὰ τί, τὸ καθόλου δ᾽ αἰτιώτερον (ὧι γὰρ καθ᾽ |
25 | αὑτὸ ὑπάρχει τι, τοῦτο αὐτὸ αὑτῶι αἴτιον· τὸ δὲ καθόλουπρῶτον· αἴτιον ἄρα τὸ καθόλου)· ὥστε καὶ ἡ ἀπόδειξις βελ-τίων· μᾶλλον γὰρ τοῦ αἰτίου καὶ τοῦ διὰ τί ἐστιν. Ἔτι μέχριτούτου ζητοῦμεν τὸ διὰ τί, καὶ τότε οἰόμεθα εἰδέναι, ὅτανμὴ ἦι ὅτι τι ἄλλο τοῦτο ἢ γινόμενον ἢ ὄν· τέλος γὰρ καὶ |
30 | πέρας τὸ ἔσχατον ἤδη οὕτως ἐστίν. οἷον τίνος ἕνεκα ἦλθεν;ὅπως λάβηι τἀργύριον, τοῦτο δ᾽ ὅπως ἀποδῶι ὁ ὤφειλε, τοῦτοδ᾽ ὅπως μὴ ἀδικήσηι· καὶ οὕτως ἰόντες, ὅταν μηκέτι δι᾽ἄλλο μηδ᾽ ἄλλου ἕνεκα, διὰ τοῦτο ὡς τέλος φαμὲν ἐλ-θεῖν καὶ εἶναι καὶ γίνεσθαι, καὶ τότε εἰδέναι μάλιστα διὰ τί |
35 | ἦλθεν. εἰ δὴ ὁμοίως ἔχει ἐπὶ πασῶν τῶν αἰτιῶν καὶ τῶν διὰτί, ἐπὶ δὲ τῶν ὅσα αἴτια οὕτως ὡς οὗ ἕνεκα οὕτως ἴσμενμάλιστα, καὶ ἐπὶ τῶν ἄλλων ἄρα τότε μάλιστα ἴσμεν, ὅτανμηκέτι ὑπάρχηι τοῦτο ὅτι ἄλλο. ὅταν μὲν οὖν γινώσκωμενὅτι τέτταρσιν αἱ ἔξω ἴσαι ὅτι ἰσοσκελές, ἔτι λείπεται διὰ |
86a | τί τὸ ἰσοσκελές – ὅτι τρίγωνον, καὶ τοῦτο, ὅτι σχῆμα εὐ-θύγραμμον. εἰ δὲ τοῦτο μηκέτι διότι ἄλλο, τότε μάλισταἴσμεν. καὶ καθόλου δὲ τότε· ἡ καθόλου ἄρα βελτίων. Ἔτιὅσωι ἂν μᾶλλον κατὰ μέρος ἦι, εἰς τὰ ἄπειρα ἐμπίπτει, ἡ |
5 | δὲ καθόλου εἰς τὸ ἁπλοῦν καὶ τὸ πέρας. ἔστι δ᾽, ἧι μὲνἄπειρα, οὐκ ἐπιστητά, ἧι δὲ πεπέρανται, ἐπιστητά. ἧι ἄρα κα-θόλου, μᾶλλον ἐπιστητὰ ἢ ἧι κατὰ μέρος. ἀποδεικτὰ ἄραμᾶλλον τὰ καθόλου. τῶν δ᾽ ἀποδεικτῶν μᾶλλον μᾶλλονἀπόδειξις· ἅμα γὰρ μᾶλλον τὰ πρός τι. βελτίων ἄρα ἡ |
10 | καθόλου, ἐπείπερ καὶ μᾶλλον ἀπόδειξις. Ἔτι εἰ αἱρετωτέρα καθ᾽ἣν τοῦτο καὶ ἄλλο ἢ καθ᾽ ἣν τοῦτο μόνον οἶδεν· ὁ δὲ τὴνκαθόλου ἔχων οἶδε καὶ τὸ κατὰ μέρος, οὗτος δὲ τὴν καθό-λου οὐκ οἶδεν· ὥστε κἂν οὕτως αἱρετωτέρα εἴη. Ἔτι δὲ ὧδε.τὸ γὰρ καθόλου μᾶλλον δεικνύναι ἐστὶ τὸ διὰ μέσου δει- |
15 | κνύναι ἐγγυτέρω ὄντος τῆς ἀρχῆς. ἐγγυτάτω δὲ τὸ ἄμε-σον· τοῦτο δ᾽ ἀρχή. εἰ οὖν ἡ ἐξ ἀρχῆς τῆς μὴ ἐξ ἀρχῆς,ἡ μᾶλλον ἐξ ἀρχῆς τῆς ἧττον ἀκριβεστέρα ἀπόδειξις. ἔστιδὲ τοιαύτη ἡ καθόλου μᾶλλον· κρείττων ἄρ᾽ ἂν εἴη ἡ κα-θόλου. οἷον εἰ ἔδει ἀποδεῖξαι τὸ Α κατὰ τοῦ Δ· μέσα τὰ |
20 | ἐφ᾽ ὧν Β Γ· ἀνωτέρω δὴ τὸ Β, ὥστε ἡ διὰ τούτου καθόλουμᾶλλον.
Ἀλλὰ τῶν μὲν εἰρημένων ἔνια λογικά ἐστι· μάλισταδὲ δῆλον ὅτι ἡ καθόλου κυριωτέρα, ὅτι τῶν προτάσεων τὴνμὲν προτέραν ἔχοντες ἴσμεν πως καὶ τὴν ὑστέραν καὶ ἔχομεν |
25 | δυνάμει, οἷον εἴ τις οἶδεν ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς,οἶδέ πως καὶ τὸ ἰσοσκελὲς ὅτι δύο ὀρθαῖς, δυνάμει, καὶεἰ μὴ οἶδε τὸ ἰσοσκελὲς ὅτι τρίγωνον· ὁ δὲ ταύτην ἔχωντὴν πρότασιν τὸ καθόλου οὐδαμῶς οἶδεν, οὔτε δυνάμει οὔτ᾽ἐνεργείαι. καὶ ἡ μὲν καθόλου νοητή, ἡ δὲ κατὰ μέρος εἰς |
30 | αἴσθησιν τελευτᾶι.
|
35 | θέσεων ἢ προτάσεων. εἰ γὰρ γνώριμοι ὁμοίως, τὸ θᾶττονγνῶναι διὰ τούτων ὑπάρξει· τοῦτο δ᾽ αἱρετώτερον. λόγος δὲτῆς προτάσεως, ὅτι βελτίων ἡ ἐξ ἐλαττόνων, καθόλου ὅδε·εἰ γὰρ ὁμοίως εἴη τὸ γνώριμα εἶναι τὰ μέσα, τὰ δὲ πρό-τερα γνωριμώτερα, ἔστω ἡ μὲν διὰ μέσων ἀπόδειξις τῶν |
86b | Β Γ Δ ὅτι τὸ Α τῶι Ε ὑπάρχει, ἡ δὲ διὰ τῶν Ζ Η ὅτιτὸ Α τῶι Ε. ὁμοίως δὴ ἔχει τὸ ὅτι τὸ Α τῶι Δ ὑπάρχεικαὶ τὸ Α τῶι Ε. τὸ δ᾽ ὅτι τὸ Α τῶι Δ πρότερον καὶ γνω-ριμώτερον ἢ ὅτι τὸ Α τῶι Ε· διὰ γὰρ τούτου ἐκεῖνο ἀπο- |
5 | δείκνυται, πιστότερον δὲ τὸ δι᾽ οὗ. καὶ ἡ διὰ τῶν ἐλατ-τόνων ἄρα ἀπόδειξις βελτίων τῶν ἄλλων τῶν αὐτῶν ὑπαρ-χόντων. ἀμφότεραι μὲν οὖν διά τε ὅρων τριῶν καὶ προτά-σεων δύο δείκνυνται, ἀλλ᾽ ἡ μὲν εἶναί τι λαμβάνει, ἡ δὲκαὶ εἶναι καὶ μὴ εἶναί τι· διὰ πλειόνων ἄρα, ὥστε χείρων.
|
10 | Ἔτι ἐπειδὴ δέδεικται ὅτι ἀδύνατον ἀμφοτέρων οὐσῶνστερητικῶν τῶν προτάσεων γενέσθαι συλλογισμόν, ἀλλὰ τὴνμὲν δεῖ τοιαύτην εἶναι, τὴν δ᾽ ὅτι ὑπάρχει, ἔτι πρὸς τούτωιδεῖ τόδε λαβεῖν. τὰς μὲν γὰρ κατηγορικὰς αὐξανομένης τῆςἀποδείξεως ἀναγκαῖον γίνεσθαι πλείους, τὰς δὲ στερητικὰς |
15 | ἀδύνατον πλείους εἶναι μιᾶς ἐν ἅπαντι συλλογισμῶι. ἔστωγὰρ μηδενὶ ὑπάρχον τὸ Α ἐφ᾽ ὅσων τὸ Β, τῶι δὲ Γ ὑπάρ-χον παντὶ τὸ Β. ἂν δὴ δέηι πάλιν αὔξειν ἀμφοτέρας τὰςπροτάσεις, μέσον ἐμβλητέον. τοῦ μὲν Α Β ἔστω τὸ Δ, τοῦ δὲΒ Γ τὸ Ε. τὸ μὲν δὴ Ε φανερὸν ὅτι κατηγορικόν, τὸ δὲ Δ |
20 | τοῦ μὲν Β κατηγορικόν, πρὸς δὲ τὸ Α στερητικὸν κεῖται.τὸ μὲν γὰρ Δ παντὸς τοῦ Β, τὸ δὲ Α οὐδενὶ δεῖ τῶν Δὑπάρχειν. γίνεται οὖν μία στερητικὴ πρότασις ἡ τὸ Α Δ. ὁδ᾽ αὐτὸς τρόπος καὶ ἐπὶ τῶν ἑτέρων συλλογισμῶν. ἀεὶ γὰρτὸ μέσον τῶν κατηγορικῶν ὅρων κατηγορικὸν ἐπ᾽ ἀμφότερα· |
25 | τοῦ δὲ στερητικοῦ ἐπὶ θάτερα στερητικὸν ἀναγκαῖον εἶναι, ὥστεαὕτη μία τοιαύτη γίνεται πρότασις, αἱ δ᾽ ἄλλαι κατηγο-ρικαί. εἰ δὴ γνωριμώτερον δι᾽ οὗ δείκνυται καὶ πιστότερον,δείκνυται δ᾽ ἡ μὲν στερητικὴ διὰ τῆς κατηγορικῆς, αὕτη δὲδι᾽ ἐκείνης οὐ δείκνυται, προτέρα καὶ γνωριμωτέρα οὖσα |
30 | καὶ πιστοτέρα βελτίων ἂν εἴη. ἔτι εἰ ἀρχὴ συλλογισμοῦ ἡκαθόλου πρότασις ἄμεσος, ἔστι δ᾽ ἐν μὲν τῆι δεικτικῆι κατα-φατικὴ ἐν δὲ τῆι στερητικῆι ἀποφατικὴ ἡ καθόλου πρό-τασις, ἡ δὲ καταφατικὴ τῆς ἀποφατικῆς προτέρα καὶγνωριμωτέρα (διὰ γὰρ τὴν κατάφασιν ἡ ἀπόφασις γνώ- |
35 | ριμος, καὶ προτέρα ἡ κατάφασις, ὥσπερ καὶ τὸ εἶναιτοῦ μὴ εἶναι)· ὥστε βελτίων ἡ ἀρχὴ τῆς δεικτικῆς ἢ τῆςστερητικῆς· ἡ δὲ βελτίοσιν ἀρχαῖς χρωμένη βελτίων. ἔτιἀρχοειδεστέρα· ἄνευ γὰρ τῆς δεικνυούσης οὐκ ἔστιν ἡ στε-ρητική.
|
87a | Ἐπεὶ δ᾽ ἡ κατηγορικὴ τῆς στερητικῆς βελτίων, δῆλονὅτι καὶ τῆς εἰς τὸ ἀδύνατον ἀγούσης. δεῖ δ᾽ εἰδέναι τίς ἡδιαφορὰ αὐτῶν. ἔστω δὴ τὸ Α μηδενὶ ὑπάρχον τῶι Β, τῶιδὲ Γ τὸ Β παντί· ἀνάγκη δὴ τῶι Γ μηδενὶ ὑπάρχειν τὸ Α. |
5 | οὕτω μὲν οὖν ληφθέντων δεικτικὴ ἡ στερητικὴ ἂν εἴη ἀπόδειξιςὅτι τὸ Α τῶι Γ οὐχ ὑπάρχει. ἡ δ᾽ εἰς τὸ ἀδύνατον ὧδ᾽ἔχει. εἰ δέοι δεῖξαι ὅτι τὸ Α τῶι Β οὐχ ὑπάρχει, ληπτέονὑπάρχειν, καὶ τὸ Β τῶι Γ, ὥστε συμβαίνει τὸ Α τῶι Γὑπάρχειν. τοῦτο δ᾽ ἔστω γνώριμον καὶ ὁμολογούμενον ὅτι |
10 | ἀδύνατον. οὐκ ἄρα οἷόν τε τὸ Α τῶι Β ὑπάρχειν. εἰ οὖν τὸΒ τῶι Γ ὁμολογεῖται ὑπάρχειν, τὸ Α τῶι Β ἀδύνατον ὑπάρ-χειν. οἱ μὲν οὖν ὅροι ὁμοίως τάττονται, διαφέρει δὲ τὸὁποτέρα ἂν ἦι γνωριμωτέρα ἡ πρότασις ἡ στερητική, πότερονὅτι τὸ Α τῶι Β οὐχ ὑπάρχει ἢ ὅτι τὸ Α τῶι Γ. ὅταν μὲν |
15 | οὖν ἦι τὸ συμπέρασμα γνωριμώτερον ὅτι οὐκ ἔστιν, ἡ εἰς τὸἀδύνατον γίνεται ἀπόδειξις, ὅταν δ᾽ ἡ ἐν τῶι συλλογισμῶι,ἡ ἀποδεικτική. φύσει δὲ προτέρα ἡ ὅτι τὸ Α τῶι Β ἢ ὅτιτὸ Α τῶι Γ. πρότερα γάρ ἐστι τοῦ συμπεράσματος ἐξ ὧντὸ συμπέρασμα· ἔστι δὲ τὸ μὲν Α τῶι Γ μὴ ὑπάρχειν συμ- |
20 | πέρασμα, τὸ δὲ Α τῶι Β ἐξ οὗ τὸ συμπέρασμα. οὐ γὰρεἰ συμβαίνει ἀναιρεῖσθαί τι, τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖναδὲ ἐξ ὧν, ἀλλὰ τὸ μὲν ἐξ οὗ συλλογισμός ἐστιν ὁ ἂνοὕτως ἔχηι ὥστε ἢ ὅλον πρὸς μέρος ἢ μέρος πρὸς ὅλον ἔχειν,αἱ δὲ τὸ Α Γ καὶ Β Γ προτάσεις οὐκ ἔχουσιν οὕτω πρὸς |
25 | ἀλλήλας. εἰ οὖν ἡ ἐκ γνωριμωτέρων καὶ προτέρων κρείττων,εἰσὶ δ᾽ ἀμφότεραι ἐκ τοῦ μὴ εἶναί τι πισταί, ἀλλ᾽ ἡ μὲνἐκ προτέρου ἡ δ᾽ ἐξ ὑστέρου, βελτίων ἁπλῶς ἂν εἴη τῆςεἰς τὸ ἀδύνατον ἡ στερητικὴ ἀπόδειξις, ὥστε καὶ ἡ ταύτηςβελτίων ἡ κατηγορικὴ δῆλον ὅτι καὶ τῆς εἰς τὸ ἀδύνατόν |
30 | ἐστι βελτίων.
|
35 | θέσεως, οἷον γεωμετρίας ἀριθμητική. λέγω δ᾽ ἐκ προσθέ-σεως, οἷον μονὰς οὐσία ἄθετος, στιγμὴ δὲ οὐσία θετός· ταύ-την ἐκ προσθέσεως.
|
87b | τῶν μήθ᾽ ἅτεραι ἐκ τῶν ἑτέρων. τούτου δὲ σημεῖον, ὅταν εἰςτὰ ἀναπόδεικτα ἔλθηι· δεῖ γὰρ αὐτὰ ἐν τῶι αὐτῶι γένει εἶ-ναι τοῖς ἀποδεδειγμένοις. σημεῖον δὲ καὶ τούτου, ὅταν τὰδεικνύμενα δι᾽ αὐτῶν ἐν ταὐτῶι γένει ὦσι καὶ συγγενῆ.
|
5 | Πλείους δ᾽ ἀποδείξεις εἶναι τοῦ αὐτοῦ ἐγχωρεῖ οὐ μόνονἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνοντι μὴ τὸ συνεχὲς μέσον,οἷον τῶν Α Β τὸ Γ καὶ Δ καὶ Ζ, ἀλλὰ καὶ ἐξ ἑτέρας. οἷονἔστω τὸ Α μεταβάλλειν, τὸ δ᾽ ἐφ᾽ ὧι Δ κινεῖσθαι, τὸ δὲ Βἥδεσθαι, καὶ πάλιν τὸ Η ἠρεμίζεσθαι. ἀληθὲς οὖν καὶ τὸ Δ |
10 | τοῦ Β καὶ τὸ Α τοῦ Δ κατηγορεῖν· ὁ γὰρ ἡδόμενος κινεῖταικαὶ τὸ κινούμενον μεταβάλλει. πάλιν τὸ Α τοῦ Η καὶ τὸ Ητοῦ Β ἀληθὲς κατηγορεῖν· πᾶς γὰρ ὁ ἡδόμενος ἠρεμίζεταικαὶ ὁ ἠρεμιζόμενος μεταβάλλει. ὥστε δι᾽ ἑτέρων μέσων καὶοὐκ ἐκ τῆς αὐτῆς συστοιχίας ὁ συλλογισμός. οὐ μὴν ὥστε μη- |
15 | δέτερον κατὰ μηδετέρου λέγεσθαι τῶν μέσων· ἀνάγκη γὰρτῶι αὐτῶι τινι ἄμφω ὑπάρχειν. ἐπισκέψασθαι δὲ καὶ διὰτῶν ἄλλων σχημάτων ὁσαχῶς ἐνδέχεται τοῦ αὐτοῦ γενέσθαισυλλογισμόν.
|
20 | οὔτε γὰρ ὡς ἀναγκαῖον οὔθ᾽ ὡς ἐπὶ τὸ πολὺ τὸ ἀπὸ τύχηςἐστίν, ἀλλὰ τὸ παρὰ ταῦτα γινόμενον· ἡ δ᾽ ἀπόδειξις θα-τέρου τούτων. πᾶς γὰρ συλλογισμὸς ἢ δι᾽ ἀναγκαίων ἢδιὰ τῶν ὡς ἐπὶ τὸ πολὺ προτάσεων· καὶ εἰ μὲν αἱ προτά-σεις ἀναγκαῖαι, καὶ τὸ συμπέρασμα ἀναγκαῖον, εἰ δ᾽ ὡς |
25 | ἐπὶ τὸ πολύ, καὶ τὸ συμπέρασμα τοιοῦτον. ὥστ᾽ εἰ τὸ ἀπὸτύχης μήθ᾽ ὡς ἐπὶ τὸ πολὺ μήτ᾽ ἀναγκαῖον, οὐκ ἂν εἴηαὐτοῦ ἀπόδειξις.
|
30 | γε ἀναγκαῖον τόδε τι καὶ ποὺ καὶ νῦν. τὸ δὲ καθόλου καὶἐπὶ πᾶσιν ἀδύνατον αἰσθάνεσθαι· οὐ γὰρ τόδε οὐδὲ νῦν· οὐγὰρ ἂν ἦν καθόλου· τὸ γὰρ ἀεὶ καὶ πανταχοῦ καθόλουφαμὲν εἶναι. ἐπεὶ οὖν αἱ μὲν ἀποδείξεις καθόλου, ταῦτα δ᾽οὐκ ἔστιν αἰσθάνεσθαι, φανερὸν ὅτι οὐδ᾽ ἐπίστασθαι δι᾽ αἰσθή- |
35 | σεως ἔστιν, ἀλλὰ δῆλον ὅτι καὶ εἰ ἦν αἰσθάνεσθαι τὸ τρί-γωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐζητοῦμεν ἂνἀπόδειξιν καὶ οὐχ ὥσπερ φασί τινες ἠπιστάμεθα· αἰσθάνε-σθαι μὲν γὰρ ἀνάγκη καθ᾽ ἕκαστον, ἡ δ᾽ ἐπιστήμη τὸ τὸκαθόλου γνωρίζειν ἐστίν. διὸ καὶ εἰ ἐπὶ τῆς σελήνης ὄντεςἑωρῶμεν ἀντιφράττουσαν τὴν γῆν, οὐκ ἂν ἤιδειμεν τὴν αἰτίαν |
88a | τῆς ἐκλείψεως. ἠισθανόμεθα γὰρ ἂν ὅτι νῦν ἐκλείπει, καὶοὐ διότι ὅλως· οὐ γὰρ ἦν τοῦ καθόλου αἴσθησις. οὐ μὴν ἀλλ᾽ἐκ τοῦ θεωρεῖν τοῦτο πολλάκις συμβαῖνον τὸ καθόλου ἂν θη-ρεύσαντες ἀπόδειξιν εἴχομεν· ἐκ γὰρ τῶν καθ᾽ ἕκαστα πλει- |
5 | όνων τὸ καθόλου δῆλον. τὸ δὲ καθόλου τίμιον, ὅτι δηλοῖ τὸαἴτιον· ὥστε περὶ τῶν τοιούτων ἡ καθόλου τιμιωτέρα τῶν αἰ-σθήσεων καὶ τῆς νοήσεως, ὅσων ἕτερον τὸ αἴτιον· περὶ δὲτῶν πρώτων ἄλλος λόγος.
Φανερὸν οὖν ὅτι ἀδύνατον τῶι αἰσθάνεσθαι ἐπίστασθαί τι |
10 | τῶν ἀποδεικτῶν, εἰ μή τις τὸ αἰσθάνεσθαι τοῦτο λέγει, τὸἐπιστήμην ἔχειν δι᾽ ἀποδείξεως. ἔστι μέντοι ἔνια ἀναγόμεναεἰς αἰσθήσεως ἔκλειψιν ἐν τοῖς προβλήμασιν. ἔνια γὰρ εἰἑωρῶμεν οὐκ ἂν ἐζητοῦμεν, οὐχ ὡς εἰδότες τῶι ὁρᾶν, ἀλλ᾽ ὡςἔχοντες τὸ καθόλου ἐκ τοῦ ὁρᾶν. οἷον εἰ τὴν ὕαλον τετρυπη- |
15 | μένην ἑωρῶμεν καὶ τὸ φῶς διιόν, δῆλον ἂν ἦν καὶ διὰ τίκαίει, τῶι ὁρᾶν μὲν χωρὶς ἐφ᾽ ἑκάστης, νοῆσαι δ᾽ ἅμα ὅτιἐπὶ πασῶν οὕτως.
|
20 | θεῖς εἰσι τῶν συλλογισμῶν, οἱ δὲ ψευδεῖς. καὶ γὰρ εἰ ἔστινἀληθὲς ἐκ ψευδῶν συλλογίσασθαι, ἀλλ᾽ ἅπαξ τοῦτο γίνεται,οἷον εἰ τὸ Α κατὰ τοῦ Γ ἀληθές, τὸ δὲ μέσον τὸ Β ψεῦ-δος· οὔτε γὰρ τὸ Α τῶι Β ὑπάρχει οὔτε τὸ Β τῶι Γ. ἀλλ᾽ἐὰν τούτων μέσα λαμβάνηται τῶν προτάσεων, ψευδεῖς |
25 | ἔσονται διὰ τὸ πᾶν συμπέρασμα ψεῦδος ἐκ ψευδῶν εἶναι,τὰ δ᾽ ἀληθῆ ἐξ ἀληθῶν, ἕτερα δὲ τὰ ψευδῆ καὶ τἀληθῆ.εἶτα οὐδὲ τὰ ψευδῆ ἐκ τῶν αὐτῶν ἑαυτοῖς· ἔστι γὰρ ψευδῆἀλλήλοις καὶ ἐναντία καὶ ἀδύνατα ἅμα εἶναι, οἷον τὸ τὴνδικαιοσύνην εἶναι ἀδικίαν ἢ δειλίαν, καὶ τὸν ἄνθρωπον ἵππον |
30 | ἢ βοῦν, ἢ τὸ ἴσον μεῖζον ἢ ἔλαττον. Ἐκ δὲ τῶν κειμένωνὧδε· οὐδὲ γὰρ τῶν ἀληθῶν αἱ αὐταὶ ἀρχαὶ πάντων. ἕτεραιγὰρ πολλῶν τῶι γένει αἱ ἀρχαί, καὶ οὐδ᾽ ἐφαρμόττουσαι,οἷον αἱ μονάδες ταῖς στιγμαῖς οὐκ ἐφαρμόττουσιν· αἱ μὲνγὰρ οὐκ ἔχουσι θέσιν, αἱ δὲ ἔχουσιν. ἀνάγκη δέ γε ἢ εἰς |
35 | μέσα ἁρμόττειν ἢ ἄνωθεν ἢ κάτωθεν, ἢ τοὺς μὲν εἴσω ἔχειντοὺς δ᾽ ἔξω τῶν ὅρων. ἀλλ᾽ οὐδὲ τῶν κοινῶν ἀρχῶν οἷόν τ᾽εἶναί τινας ἐξ ὧν ἅπαντα δειχθήσεται· λέγω δὲ κοινὰς |
88b | οἷον τὸ πᾶν φάναι ἢ ἀποφάναι. τὰ γὰρ γένη τῶν ὄντωνἕτερα, καὶ τὰ μὲν τοῖς ποσοῖς τὰ δὲ τοῖς ποιοῖς ὑπάρχειμόνοις, μεθ᾽ ὧν δείκνυται διὰ τῶν κοινῶν. ἔτι αἱ ἀρχαὶ οὐπολλῶι ἐλάττους τῶν συμπερασμάτων· ἀρχαὶ μὲν γὰρ αἱ |
5 | προτάσεις, αἱ δὲ προτάσεις ἢ προσλαμβανομένου ὅρου ἢ ἐμ-βαλλομένου εἰσίν. ἔτι τὰ συμπεράσματα ἄπειρα, οἱ δ᾽ ὅροιπεπερασμένοι. ἔτι αἱ ἀρχαὶ αἱ μὲν ἐξ ἀνάγκης, αἱ δ᾽ ἐν-δεχόμεναι.
Οὕτω μὲν οὖν σκοπουμένοις ἀδύνατον τὰς αὐτὰς εἶναι |
10 | πεπερασμένας, ἀπείρων ὄντων τῶν συμπερασμάτων. εἰ δ᾽ἄλλως πως λέγοι τις, οἷον ὅτι αἱδὶ μὲν γεωμετρίας αἱδὶ δὲλογισμῶν αἱδὶ δὲ ἰατρικῆς, τί ἂν εἴη τὸ λεγόμενον ἄλλοπλὴν ὅτι εἰσὶν ἀρχαὶ τῶν ἐπιστημῶν; τὸ δὲ τὰς αὐτὰς φά-ναι γελοῖον, ὅτι αὐταὶ αὑταῖς αἱ αὐταί· πάντα γὰρ οὕτω |
15 | γίγνεται ταὐτά. ἀλλὰ μὴν οὐδὲ τὸ ἐξ ἁπάντων δείκνυσθαιὁτιοῦν, τοῦτ᾽ ἐστὶ τὸ ζητεῖν ἁπάντων εἶναι τὰς αὐτὰς ἀρχάς·λίαν γὰρ εὔηθες. οὔτε γὰρ ἐν τοῖς φανεροῖς μαθήμασι τοῦτογίνεται, οὔτ᾽ ἐν τῆι ἀναλύσει δυνατόν· αἱ γὰρ ἄμεσοι προ-τάσεις ἀρχαί, ἕτερον δὲ συμπέρασμα προσληφθείσης γίνε- |
20 | ται προτάσεως ἀμέσου. εἰ δὲ λέγοι τις τὰς πρώτας ἀμέσουςπροτάσεις, ταύτας εἶναι ἀρχάς, μία ἐν ἑκάστωι γένει ἐστίν. εἰδὲ μήτ᾽ ἐξ ἁπασῶν ὡς δέον δείκνυσθαι ὁτιοῦν μήθ᾽ οὕτως ἑτέ-ρας ὥσθ᾽ ἑκάστης ἐπιστήμης εἶναι ἑτέρας, λείπεται εἰ συγ-γενεῖς αἱ ἀρχαὶ πάντων, ἀλλ᾽ ἐκ τωνδὶ μὲν ταδί, ἐκ δὲ |
25 | τωνδὶ ταδί. φανερὸν δὲ καὶ τοῦθ᾽ ὅτι οὐκ ἐνδέχεται· δέδει-κται γὰρ ὅτι ἄλλαι ἀρχαὶ τῶι γένει εἰσὶν αἱ τῶν διαφό-ρων τῶι γένει. αἱ γὰρ ἀρχαὶ διτταί, ἐξ ὧν τε καὶ περὶ ὅ·αἱ μὲν οὖν ἐξ ὧν κοιναί, αἱ δὲ περὶ ὁ ἴδιαι, οἷον ἀριθμός,μέγεθος.
|
30 | Τὸ δ᾽ ἐπιστητὸν καὶ ἐπιστήμη διαφέρει τοῦ δοξαστοῦ καὶδόξης, ὅτι ἡ μὲν ἐπιστήμη καθόλου καὶ δι᾽ ἀναγκαίων, τὸδ᾽ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως ἔχειν. ἔστι δέ τινα ἀληθῆμὲν καὶ ὄντα, ἐνδεχόμενα δὲ καὶ ἄλλως ἔχειν. δῆλον οὖνὅτι περὶ μὲν ταῦτα ἐπιστήμη οὐκ ἔστιν· εἴη γὰρ ἂν ἀδύνατα |
35 | ἄλλως ἔχειν τὰ δυνατὰ ἄλλως ἔχειν. ἀλλὰ μὴν οὐδὲ νοῦς(λέγω γὰρ νοῦν ἀρχὴν ἐπιστήμησ) οὐδ᾽ ἐπιστήμη ἀναπόδεικτος·τοῦτο δ᾽ ἐστὶν ὑπόληψις τῆς ἀμέσου προτάσεως. ἀληθὴς δ᾽ |
89a | ἐστὶ νοῦς καὶ ἐπιστήμη καὶ δόξα καὶ τὸ διὰ τούτων λεγό-μενον· ὥστε λείπεται δόξαν εἶναι περὶ τὸ ἀληθὲς μὲν ἢ ψεῦ-δος, ἐνδεχόμενον δὲ καὶ ἄλλως ἔχειν. τοῦτο δ᾽ ἐστὶν ὑπό-ληψις τῆς ἀμέσου προτάσεως καὶ μὴ ἀναγκαίας. καὶ ὁμο- |
5 | λογούμενον δ᾽ οὕτω τοῖς φαινομένοις· ἥ τε γὰρ δόξα ἀβέ-βαιον, καὶ ἡ φύσις ἡ τοιαύτη. πρὸς δὲ τούτοις οὐδεὶς οἴε-ται δοξάζειν, ὅταν οἴηται ἀδύνατον ἄλλως ἔχειν, ἀλλ᾽ ἐπί-στασθαι· ἀλλ᾽ ὅταν εἶναι μὲν οὕτως, οὐ μὴν ἀλλὰ καὶ ἄλλωςοὐδὲν κωλύειν, τότε δοξάζειν, ὡς τοῦ μὲν τοιούτου δόξαν οὖσαν, |
10 | τοῦ δ᾽ ἀναγκαίου ἐπιστήμην.
Πῶς οὖν ἔστι τὸ αὐτὸ δοξάσαι καὶ ἐπίστασθαι, καὶ διὰτί οὐκ ἔσται ἡ δόξα ἐπιστήμη, εἴ τις θήσει ἅπαν ὁ οἶδεν ἐν-δέχεσθαι δοξάζειν; ἀκολουθήσει γὰρ ὁ μὲν εἰδὼς ὁ δὲ δοξά-ζων διὰ τῶν μέσων, ἕως εἰς τὰ ἄμεσα ἔλθηι, ὥστ᾽ εἴπερ |
15 | ἐκεῖνος οἶδε, καὶ ὁ δοξάζων οἶδεν. ὥσπερ γὰρ καὶ τὸ ὅτιδοξάζειν ἔστι, καὶ τὸ διότι· τοῦτο δὲ τὸ μέσον. ἢ εἰ μὲνοὕτως ὑπολήψεται τὰ μὴ ἐνδεχόμενα ἄλλως ἔχειν ὥσπερ(εχει) τοὺς ὁρισμοὺς δι᾽ ὧν αἱ ἀποδείξεις, οὐ δοξάσει ἀλλ᾽ ἐπι-στήσεται· εἰ δ᾽ ἀληθῆ μὲν εἶναι, οὐ μέντοι ταῦτά γε αὐτοῖς |
20 | ὑπάρχειν κατ᾽ οὐσίαν καὶ κατὰ τὸ εἶδος, δοξάσει καὶ οὐκἐπιστήσεται ἀληθῶς, καὶ τὸ ὅτι καὶ τὸ διότι, ἐὰν μὲν διὰτῶν ἀμέσων δοξάσηι· ἐὰν δὲ μὴ διὰ τῶν ἀμέσων, τὸ ὅτιμόνον δοξάσει; τοῦ δ᾽ αὐτοῦ δόξα καὶ ἐπιστήμη οὐ πάντωςἐστίν, ἀλλ᾽ ὥσπερ καὶ ψευδὴς καὶ ἀληθὴς τοῦ αὐτοῦ τρό- |
25 | πον τινά, οὕτω καὶ ἐπιστήμη καὶ δόξα τοῦ αὐτοῦ. καὶ γὰρδόξαν ἀληθῆ καὶ ψευδῆ ὡς μέν τινες λέγουσι τοῦ αὐτοῦεἶναι, ἄτοπα συμβαίνει αἱρεῖσθαι ἄλλα τε καὶ μὴ δοξά-ζειν ὁ δοξάζει ψευδῶς· ἐπεὶ δὲ τὸ αὐτὸ πλεοναχῶς λέγε-ται, ἔστιν ὡς ἐνδέχεται, ἔστι δ᾽ ὡς οὔ. τὸ μὲν γὰρ |
30 | σύμμετρον εἶναι τὴν διάμετρον ἀληθῶς δοξάζειν ἄτοπον·ἀλλ᾽ ὅτι ἡ διάμετρος, περὶ ἣν αἱ δόξαι, τὸ αὐτό, οὕτω τοῦαὐτοῦ, τὸ δὲ τί ἦν εἶναι ἑκατέρωι κατὰ τὸν λόγον οὐ τὸ αὐτό.ὁμοίως δὲ καὶ ἐπιστήμη καὶ δόξα τοῦ αὐτοῦ. ἡ μὲν γὰροὕτως τοῦ ζώιου ὥστε μὴ ἐνδέχεσθαι μὴ εἶναι ζῶιον, ἡ δ᾽ |
35 | ὥστ᾽ ἐνδέχεσθαι, οἷον εἰ ἡ μὲν ὅπερ ἀνθρώπου ἐστίν, ἡ δ᾽ἀνθρώπου μέν, μὴ ὅπερ δ᾽ ἀνθρώπου. τὸ αὐτὸ γὰρ ὅτι ἄν-θρωπος, τὸ δ᾽ ὡς οὐ τὸ αὐτό.
Φανερὸν δ᾽ ἐκ τούτων ὅτι οὐδὲ δοξάζειν ἅμα τὸ αὐτὸκαὶ ἐπίστασθαι ἐνδέχεται. ἅμα γὰρ ἂν ἔχοι ὑπόληψιν τοῦ |
89b | ἄλλως ἔχειν καὶ μὴ ἄλλως τὸ αὐτό· ὅπερ οὐκ ἐνδέχεται.ἐν ἄλλωι μὲν γὰρ ἑκάτερον εἶναι ἐνδέχεται τοῦ αὐτοῦ ὡς εἴ-ρηται, ἐν δὲ τῶι αὐτῶι οὐδ᾽ οὕτως οἷόν τε· ἕξει γὰρ ὑπόλη-ψιν ἅμα, οἷον ὅτι ὁ ἄνθρωπος ὅπερ ζῶιον (τοῦτο γὰρ ἦν τὸ |
5 | μὴ ἐνδέχεσθαι εἶναι μὴ ζῶιον) καὶ μὴ ὅπερ ζῶιον· τοῦτο γὰρἔστω τὸ ἐνδέχεσθαι.
Τὰ δὲ λοιπὰ πῶς δεῖ διανεῖμαι ἐπί τε διανοίας καὶνοῦ καὶ ἐπιστήμης καὶ τέχνης καὶ φρονήσεως καὶ σοφίας,τὰ μὲν φυσικῆς τὰ δὲ ἠθικῆς θεωρίας μᾶλλόν ἐστιν.
|
10 | Ἡ δ᾽ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτωι χρόνωιτοῦ μέσου, οἷον εἴ τις ἰδὼν ὅτι ἡ σελήνη τὸ λαμπρὸν ἀεὶ ἔχειπρὸς τὸν ἥλιον, ταχὺ ἐνενόησε διὰ τί τοῦτο, ὅτι διὰ τὸ λάμ-πειν ἀπὸ τοῦ ἡλίου· ἢ διαλεγόμενον πλουσίωι ἔγνω διότι δα-νείζεται· ἢ διότι φίλοι, ὅτι ἐχθροὶ τοῦ αὐτοῦ. πάντα γὰρ |
15 | τὰ αἴτια τὰ μέσα [ὁ] ἰδὼν τὰ ἄκρα ἐγνώρισεν. τὸ λαμπρὸνεἶναι τὸ πρὸς τὸν ἥλιον ἐφ᾽ οὗ Α, τὸ λάμπειν ἀπὸ τοῦ ἡλίουΒ, σελήνη τὸ Γ. ὑπάρχει δὴ τῆι μὲν σελήνηι τῶι Γ τὸ Β,τὸ λάμπειν ἀπὸ τοῦ ἡλίου· τῶι δὲ Β τὸ Α, τὸ πρὸς τοῦτ᾽εἶναι τὸ λαμπρόν, ἀφ᾽ οὗ λάμπει· ὥστε καὶ τῶι Γ τὸ Α |
20 | διὰ τοῦ Β. |