Aristoteles
384 - 322 a. Chr. n.
Ἀναλυτικὰ ὕστερα
Βιβλίον Β´ 13 - 19
|
|
________________________________________________________
|
|
13
| |
20 | Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται, καὶτίνα τρόπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρη-ται πρότερον· πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῶι τί ἐστι κατη-γορούμενα, νῦν λέγωμεν.
Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστωι ἔνια ἐπεκτείνει ἐπὶ |
25 | πλέον, οὐ μέντοι ἔξω τοῦ γένους. λέγω δὲ ἐπὶ πλέον ὑπάρ-χειν ὅσα ὑπάρχει μὲν ἑκάστωι καθόλου, οὐ μὴν ἀλλὰ καὶἄλλωι. οἷον ἔστι τι ὁ πάσηι τριάδι ὑπάρχει, ἀλλὰ καὶ μὴτριάδι, ὥσπερ τὸ ὂν ὑπάρχει τῆι τριάδι, ἀλλὰ καὶ μὴἀριθμῶι, ἀλλὰ καὶ τὸ περιττὸν ὑπάρχει τε πάσηι τριάδι |
30 | καὶ ἐπὶ πλέον ὑπάρχει (καὶ γὰρ τῆι πεντάδι ὑπάρχει), ἀλλ᾽οὐκ ἔξω τοῦ γένους· ἡ μὲν γὰρ πεντὰς ἀριθμός, οὐδὲν δὲ ἔξωἀριθμοῦ περιττόν. τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕωςτοσαῦτα ληφθῆι πρῶτον ὧν ἕκαστον μὲν ἐπὶ πλέον ὑπάρξει,ἅπαντα δὲ μὴ ἐπὶ πλέον· ταύτην γὰρ ἀνάγκη οὐσίαν εἶναι |
35 | τοῦ πράγματος. οἷον τριάδι ὑπάρχει πάσηι ἀριθμός, τὸ πε-ριττόν, τὸ πρῶτον ἀμφοτέρως, καὶ ὡς μὴ μετρεῖσθαι ἀρι-θμῶι καὶ ὡς μὴ συγκεῖσθαι ἐξ ἀριθμῶν. τοῦτο τοίνυν ἤδηἐστὶν ἡ τριάς, ἀριθμὸς περιττὸς πρῶτος καὶ ὡδὶ πρῶτος. τού-των γὰρ ἕκαστον, τὰ μὲν καὶ τοῖς περιττοῖς πᾶσιν ὑπάρχει, |
96b | τὸ δὲ τελευταῖον καὶ τῆι δυάδι, πάντα δὲ οὐδενί. ἐπεὶ δὲδεδήλωται ἡμῖν ἐν τοῖς ἄνω ὅτι καθόλου μέν ἐστι τὰ ἐντῶι τί ἐστι κατηγορούμενα (τὰ καθόλου δὲ ἀναγκαῖα), τῆι δὲτριάδι, καὶ ἐφ᾽ οὗ ἄλλου οὕτω λαμβάνεται, ἐν τῶι τί ἐστι τὰ |
5 | λαμβανόμενα, οὕτως ἐξ ἀνάγκης μὲν ἂν εἴη τριὰς ταῦτα.ὅτι δ᾽ οὐσία, ἐκ τῶνδε δῆλον. ἀνάγκη γάρ, εἰ μὴ τοῦτο ἦντριάδι εἶναι, οἷον γένος τι εἶναι τοῦτο, ἢ ὠνομασμένον ἢ ἀνώ-νυμον. ἔσται τοίνυν ἐπὶ πλέον ἢ τῆι τριάδι ὑπάρχον. ὑπο-κείσθω γὰρ τοιοῦτον εἶναι τὸ γένος ὥστε ὑπάρχειν κατὰ δύ- |
10 | ναμιν ἐπὶ πλέον. εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλωι ἢ ταῖςἀτόμοις τριάσι, τοῦτ᾽ ἂν εἴη τὸ τριάδι εἶναι (ὑποκείσθω γὰρκαὶ τοῦτο, ἡ οὐσία ἡ ἑκάστου εἶναι ἡ ἐπὶ τοῖς ἀτόμοις ἔσχα-τος τοιαύτη κατηγορία)· ὥστε ὁμοίως καὶ ἄλλωι ὁτωιοῦν τῶνοὕτω δειχθέντων τὸ αὐτῶι εἶναι ἔσται.
|
15 | Χρὴ δέ, ὅταν ὅλον τι πραγματεύηταί τις, διελεῖν τὸγένος εἰς τὰ ἄτομα τῶι εἴδει τὰ πρῶτα, οἷον ἀριθμὸν εἰςτριάδα καὶ δυάδα, εἶθ᾽ οὕτως ἐκείνων ὁρισμοὺς πειρᾶσθαιλαμβάνειν, οἷον εὐθείας γραμμῆς καὶ κύκλου, καὶ ὀρθῆς γω-νίας, μετὰ δὲ τοῦτο λαβόντα τί τὸ γένος, οἷον πότερον τῶν |
20 | ποσῶν ἢ τῶν ποιῶν, τὰ ἴδια πάθη θεωρεῖν διὰ τῶν κοινῶνπρώτων. τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμ-βαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα, διὰ τὸ ἀρχὴν εἶναιπάντων τὸν ὁρισμὸν καὶ τὸ ἁπλοῦν καὶ τοῖς ἁπλοῖς καθ᾽αὑτὰ ὑπάρχειν τὰ συμβαίνοντα μόνοις, τοῖς δ᾽ ἄλλοις κατ᾽ |
25 | ἐκεῖνα. αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφορὰς χρήσιμοίεἰσιν εἰς τὸ οὕτω μετιέναι· ὡς μέντοι δεικνύουσιν, εἴρηται ἐντοῖς πρότερον. χρήσιμοι δ᾽ ἂν εἶεν ὧδε μόνον πρὸς τὸ συλ-λογίζεσθαι τὸ τί ἐστιν. καίτοι δόξειέν γ᾽ ἂν οὐδέν, ἀλλ᾽ εὐ-θὺς λαμβάνειν ἅπαντα, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς ἐλάμβανέ |
30 | τις ἄνευ τῆς διαιρέσεως. διαφέρει δέ τι τὸ πρῶτον καὶ ὕστε-ρον τῶν κατηγορουμένων κατηγορεῖσθαι, οἷον εἰπεῖν ζῶιον ἥμε-ρον δίπουν ἢ δίπουν ζῶιον ἥμερον. εἰ γὰρ ἅπαν ἐκ δύο ἐστί,καὶ ἕν τι τὸ ζῶιον ἥμερον, καὶ πάλιν ἐκ τούτου καὶ τῆς δια-φορᾶς ὁ ἄνθρωπος ἢ ὅ τι δήποτ᾽ ἐστὶ τὸ ἓν γινόμενον, ἀναγ- |
35 | καῖον διελόμενον αἰτεῖσθαι. Ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖνἐν τῶι τί ἐστιν οὕτω μόνως ἐνδέχεται. ὅταν γὰρ τὸ πρῶτονληφθῆι γένος, ἂν μὲν τῶν κάτωθέν τινα διαιρέσεων λαμ-βάνηι, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τοῦτο, οἷον οὐ πᾶν ζῶιον ἢὁλόπτερον ἢ σχιζόπτερον, ἀλλὰ πτηνὸν ζῶιον ἅπαν· τούτου |
97a | γὰρ διαφορὰ αὕτη. πρώτη δὲ διαφορά ἐστι ζώιου εἰς ἣνἅπαν ζῶιον ἐμπίπτει. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου,καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπ᾽ αὐτό, οἷον ὄρνιθος, εἰς ἣνἅπας ὄρνις, καὶ ἰχθύος, εἰς ἣν ἅπας ἰχθύς. οὕτω μὲν οὖν |
5 | βαδίζοντι ἔστιν εἰδέναι ὅτι οὐδὲν παραλέλειπται· ἄλλως δὲκαὶ παραλιπεῖν ἀναγκαῖον καὶ μὴ εἰδέναι. οὐδὲν δὲ δεῖ τὸνὁριζόμενον καὶ διαιρούμενον ἅπαντα εἰδέναι τὰ ὄντα. καί-τοι ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸςἕκαστον μὴ εἰδότα ἕκαστον· ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι |
10 | ἕκαστον εἰδέναι· οὗ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτωι, οὗ δὲδιαφέρει, ἕτερον τούτου. πρῶτον μὲν οὖν τοῦτο ψεῦδος· οὐ γὰρκατὰ πᾶσαν διαφορὰν ἕτερον· πολλαὶ γὰρ διαφοραὶ ὑπάρ-χουσι τοῖς αὐτοῖς τῶι εἴδει, ἀλλ᾽ οὐ κατ᾽ οὐσίαν οὐδὲ καθ᾽αὑτά. εἶτα ὅταν λάβηι τἀντικείμενα καὶ τὴν διαφορὰν καὶ |
15 | ὅτι πᾶν ἐμπίπτει ἐνταῦθα ἢ ἐνταῦθα, καὶ λάβηι ἐν θατέρωιτὸ ζητούμενον εἶναι, καὶ τοῦτο γινώσκηι, οὐδὲν διαφέρει εἰδέ-ναι ἢ μὴ εἰδέναι ἐφ᾽ ὅσων κατηγοροῦνται ἄλλων αἱ δια-φοραί. φανερὸν γὰρ ὅτι ἂν οὕτω βαδίζων ἔλθηι εἰς ταῦταὧν μηκέτι ἔστι διαφορά, ἕξει τὸν λόγον τῆς οὐσίας. τὸ δ᾽ |
20 | ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ἦι ἀντικείμενα ὧν μὴἔστι μεταξύ, οὐκ αἴτημα· ἀνάγκη γὰρ ἅπαν ἐν θατέρωιαὐτῶν εἶναι, εἴπερ ἐκείνου διαφορά ἐστι.
Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων τριῶνδεῖ στοχάζεσθαι, τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῶι τί |
25 | ἐστι, καὶ ταῦτα τάξαι τί πρῶτον ἢ δεύτερον, καὶ ὅτι ταῦταπάντα. ἔστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι, ὥσπερπρὸς συμβεβηκὸς συλλογίσασθαι ὅτι ὑπάρχει, καὶ διὰ τοῦγένους κατασκευάσαι. τὸ δὲ τάξαι ὡς δεῖ ἔσται, ἐὰν τὸπρῶτον λάβηι. τοῦτο δ᾽ ἔσται, ἐὰν ληφθῆι ὁ πᾶσιν ἀκολου- |
30 | θεῖ, ἐκείνωι δὲ μὴ πάντα· ἀνάγκη γὰρ εἶναί τι τοιοῦτον.ληφθέντος δὲ τούτου ἤδη ἐπὶ τῶν κάτω ὁ αὐτὸς τρόπος·δεύτερον γὰρ τὸ τῶν ἄλλων πρῶτον ἔσται, καὶ τρίτον τὸτῶν ἐχομένων· ἀφαιρεθέντος γὰρ τοῦ ἄνωθεν τὸ ἐχόμενοντῶν ἄλλων πρῶτον ἔσται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. |
35 | ὅτι δ᾽ ἅπαντα ταῦτα, φανερὸν ἐκ τοῦ λαβεῖν τό τε πρῶ-τον κατὰ διαίρεσιν, ὅτι ἅπαν ἢ τόδε ἢ τόδε ζῶιον, ὑπάρ-χει δὲ τόδε, καὶ πάλιν τούτου ὅλου τὴν διαφοράν, τοῦ δὲτελευταίου μηκέτι εἶναι διαφοράν, ἢ καὶ εὐθὺς μετὰ τῆςτελευταίας διαφορᾶς τοῦ συνόλου μὴ διαφέρειν εἴδει ἔτι τοῦτο. |
97b | δῆλον γὰρ ὅτι οὔτε πλεῖον πρόσκειται (πάντα γὰρ ἐν τῶι τίἐστιν εἴληπται τούτων) οὔτε ἀπολείπει οὐδέν· ἢ γὰρ γένος ἢδιαφορὰ ἂν εἴη. γένος μὲν οὖν τό τε πρῶτον, καὶ μετὰτῶν διαφορῶν τοῦτο προσλαμβανόμενον· αἱ διαφοραὶ δὲ πᾶ- |
5 | σαι ἔχονται· οὐ γὰρ ἔτι ἔστιν ὑστέρα· εἴδει γὰρ ἂν διέφερετὸ τελευταῖον, τοῦτο δ᾽ εἴρηται μὴ διαφέρειν.
Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια καὶ ἀδιά-φορα, πρῶτον τί ἅπαντα ταὐτὸν ἔχουσιν, εἶτα πάλιν ἐφ᾽ἑτέροις, ἃ ἐν ταὐτῶι μὲν γένει ἐκείνοις, εἰσὶ δὲ αὑτοῖς μὲν |
10 | ταὐτὰ τῶι εἴδει, ἐκείνων δ᾽ ἕτερα. ὅταν δ᾽ ἐπὶ τούτων λη-φθῆι τί πάντα ταὐτόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἐπὶ τῶνεἰλημμένων πάλιν σκοπεῖν εἰ ταὐτόν, ἕως ἂν εἰς ἕνα ἔλθηιλόγον· οὗτος γὰρ ἔσται τοῦ πράγματος ὁρισμός. ἐὰν δὲ μὴβαδίζηι εἰς ἕνα ἀλλ᾽ εἰς δύο ἢ πλείους, δῆλον ὅτι οὐκ ἂν εἴη |
15 | ἕν τι εἶναι τὸ ζητούμενον, ἀλλὰ πλείω. οἷον λέγω, εἰ τίἐστι μεγαλοψυχία ζητοῖμεν, σκεπτέον ἐπί τινων μεγαλο-ψύχων, οὓς ἴσμεν, τί ἔχουσιν ἓν πάντες ἧι τοιοῦτοι. οἷον εἰἈλκιβιάδης μεγαλόψυχος ἢ ὁ Ἀχιλλεὺς καὶ ὁ Αἴας, τίἓν ἅπαντες; τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι· ὁ μὲν γὰρ ἐπο- |
20 | λέμησεν, ὁ δ᾽ ἐμήνισεν, ὁ δ᾽ ἀπέκτεινεν ἑαυτόν. πάλιν ἐφ᾽ἑτέρων, οἷον Λυσάνδρου ἢ Σωκράτους. εἰ δὴ τὸ ἀδιάφοροι εἶ-ναι εὐτυχοῦντες καὶ ἀτυχοῦντες, ταῦτα δύο λαβὼν σκοπῶτί τὸ αὐτὸ ἔχουσιν ἥ τε ἀπάθεια ἡ περὶ τὰς τύχας καὶἡ μὴ ὑπομονὴ ἀτιμαζομένων. εἰ δὲ μηδέν, δύο εἴδη ἂν εἴη |
25 | τῆς μεγαλοψυχίας. αἰεὶ δ᾽ ἐστὶ πᾶς ὅρος καθόλου· οὐ γάρ τινιὀφθαλμῶι λέγει τὸ ὑγιεινὸν ὁ ἰατρός, ἀλλ᾽ ἢ παντὶ ἢ εἴδει ἀφ-ορίσας. ῥᾶιόν τε τὸ καθ᾽ ἕκαστον ὁρίσασθαι ἢ τὸ καθόλου, διὸ δεῖἀπὸ τῶν καθ᾽ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν· καὶ |
30 | γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον ἐν τοῖς καθόλου ἢ ἐντοῖς ἀδιαφόροις. ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ τό γεσυλλελογίσθαι ὑπάρχειν, οὕτω καὶ ἐν τοῖς ὅροις τὸ σαφές.τοῦτο δ᾽ ἔσται, ἐὰν διὰ τῶν καθ᾽ ἕκαστον εἰλημμένων ἦι τὸ ἐνἑκάστωι γένει ὁρίζεσθαι χωρίς, οἷον τὸ ὅμοιον μὴ πᾶν ἀλλὰ |
35 | τὸ ἐν χρώμασι καὶ σχήμασι, καὶ ὀξὺ τὸ ἐν φωνῆι, καὶοὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν, εὐλαβούμενον μὴ ὁμωνυμίαιἐντύχηι. εἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς, δῆλον ὅτιοὐδ᾽ ὁρίζεσθαι οὔτε μεταφοραῖς οὔτε ὅσα λέγεται μεταφοραῖς·διαλέγεσθαι γὰρ ἀνάγκη ἔσται μεταφοραῖς.
|
98a | Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα ἐκλέγειν δεῖ τάςτε ἀνατομὰς καὶ τὰς διαιρέσεις, οὕτω δὲ ἐκλέγειν, ὑποθέμε-νον τὸ γένος τὸ κοινὸν ἁπάντων, οἷον εἰ ζῶια εἴη τὰ τεθεω-ρημένα, ποῖα παντὶ ζώιωι ὑπάρχει, ληφθέντων δὲ τούτων, |
5 | πάλιν τῶν λοιπῶν τῶι πρώτωι ποῖα παντὶ ἕπεται, οἷον εἰτοῦτο ὄρνις, ποῖα παντὶ ἕπεται ὄρνιθι, καὶ οὕτως αἰεὶ τῶι ἐγ-γύτατα· δῆλον γὰρ ὅτι ἕξομεν ἤδη λέγειν τὸ διὰ τί ὑπάρ-χει τὰ ἑπόμενα τοῖς ὑπὸ τὸ κοινόν, οἷον διὰ τί ἀνθρώπωιἢ ἵππωι ὑπάρχει. ἔστω δὲ ζῶιον ἐφ᾽ οὗ Α, τὸ δὲ Β τὰ |
10 | ἑπόμενα παντὶ ζώιωι, ἐφ᾽ ὧν δὲ Γ Δ Ε τὰ τινὰ ζῶια. δῆ-λον δὴ διὰ τί τὸ Β ὑπάρχει τῶι Δ· διὰ γὰρ τὸ Α. ὁμοίωςδὲ καὶ τοῖς ἄλλοις· καὶ ἀεὶ ἐπὶ τῶν κάτω ὁ αὐτὸς λόγος.
Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματαλέγομεν, δεῖ δὲ μὴ μόνον ἐπὶ τούτων σκοπεῖν, ἀλλὰ καὶ |
15 | ἂν ἄλλο τι ὀφθῆι ὑπάρχον κοινόν, ἐκλαμβάνοντα, εἶτα τίσιτοῦτ᾽ ἀκολουθεῖ καὶ ποῖα τούτωι ἕπεται, οἷον τοῖς κέραταἔχουσι τὸ ἔχειν ἐχῖνον, τὸ μὴ ἀμφώδοντ᾽ εἶναι· πάλιν τὸκέρατ᾽ ἔχειν τίσιν ἕπεται. δῆλον γὰρ διὰ τί ἐκείνοις ὑπάρ-ξει τὸ εἰρημένον· διὰ γὰρ τὸ κέρατ᾽ ἔχειν ὑπάρξει.
|
20 | Ἔτι δ᾽ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν.ἓν γὰρ λαβεῖν οὐκ ἔστι τὸ αὐτό, ὁ δεῖ καλέσαι σήπιον καὶἄκανθαν καὶ ὀστοῦν· ἔσται δ᾽ ἑπόμενα καὶ τούτοις ὥσπερμιᾶς τινος φύσεως τῆς τοιαύτης οὔσης.
|
25 | μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. τούτων δ᾽ ἔνιατῶι γένει ταὐτά, ὅσα ἔχει διαφορὰς τῶι ἄλλων ἢ ἄλλωςεἶναι, οἷον διὰ τί ἠχεῖ, ἢ διὰ τί ἐμφαίνεται, καὶ διὰ τίἶρις· ἅπαντα γὰρ ταῦτα τὸ αὐτὸ πρόβλημά ἐστι γένει(πάντα γὰρ ἀνάκλασισ), ἀλλ᾽ εἴδει ἕτερα. τὰ δὲ τῶι τὸ |
30 | μέσον ὑπὸ τὸ ἕτερον μέσον εἶναι διαφέρει τῶν προβλημά-των, οἷον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ;διότι χειμεριώτερος φθίνων ὁ μείς. διὰ τί δὲ χειμεριώτεροςφθίνων; διότι ἡ σελήνη ἀπολείπει. ταῦτα γὰρ οὕτως ἔχειπρὸς ἄλληλα.
|
35 | Περὶ δ᾽ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειε μὲν ἄν τις,ἆρα ὅτε ὑπάρχει τὸ αἰτιατόν, καὶ τὸ αἴτιον ὑπάρχει (ὥσ-περ εἰ φυλλορροεῖ ἢ ἐκλείπει, καὶ τὸ αἴτιον τοῦ ἐκλείπεινἢ φυλλορροεῖν ἔσται· οἷον εἰ τοῦτ᾽ ἔστι τὸ πλατέα ἔχειν τὰ |
98b | φύλλα, τοῦ δ᾽ ἐκλείπειν τὸ τὴν γῆν ἐν μέσωι εἶναι· εἰ γὰρμὴ ὑπάρχει, ἄλλο τι ἔσται τὸ αἴτιον αὐτῶν), εἴ τε τὸ αἴτιονὑπάρχει, ἅμα καὶ τὸ αἰτιατόν (οἷον εἰ ἐν μέσωι ἡ γῆ, ἐκ-λείπει, ἢ εἰ πλατύφυλλον, φυλλορροεῖ). εἰ δ᾽ οὕτως, ἅμ᾽ |
5 | ἂν εἴη καὶ δεικνύοιτο δι᾽ ἀλλήλων. ἔστω γὰρ τὸ φυλλορ-ροεῖν ἐφ᾽ οὗ Α, τὸ δὲ πλατύφυλλον ἐφ᾽ οὗ Β, ἄμπελοςδὲ ἐφ᾽ οὗ Γ. εἰ δὴ τῶι Β ὑπάρχει τὸ Α (πᾶν γὰρ πλατύφυλ-λον φυλλορροεῖ), τῶι δὲ Γ ὑπάρχει τὸ Β (πᾶσα γὰρ ἄμπε-λος πλατύφυλλοσ), τῶι Γ ὑπάρχει τὸ Α, καὶ πᾶσα ἄμ- |
10 | πελος φυλλορροεῖ. αἴτιον δὲ τὸ Β τὸ μέσον. ἀλλὰ καὶὅτι πλατύφυλλον ἡ ἄμπελος, ἔστι διὰ τοῦ φυλλορροεῖν ἀπο-δεῖξαι. ἔστω γὰρ τὸ μὲν Δ πλατύφυλλον, τὸ δὲ Ε τὸφυλλορροεῖν, ἄμπελος δὲ ἐφ᾽ οὗ Ζ. τῶι δὴ Ζ ὑπάρχει τὸΕ (φυλλορροεῖ γὰρ πᾶσα ἄμπελοσ), τῶι δὲ Ε τὸ Δ (ἅπαν |
15 | γὰρ τὸ φυλλορροοῦν πλατύφυλλον)· πᾶσα ἄρα ἄμπελοςπλατύφυλλον. αἴτιον δὲ τὸ φυλλορροεῖν. εἰ δὲ μὴ ἐνδέχεταιαἴτια εἶναι ἀλλήλων (τὸ γὰρ αἴτιον πρότερον οὗ αἴτιον, καὶ τοῦμὲν ἐκλείπειν αἴτιον τὸ ἐν μέσωι τὴν γῆν εἶναι, τοῦ δ᾽ ἐν μέσωιτὴν γῆν εἶναι οὐκ αἴτιον τὸ ἐκλείπειν) – εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου |
20 | ἀπόδειξις τοῦ διὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αἰτίου τοῦ ὅτι, ὅτιμὲν ἐν μέσωι, οἶδε, διότι δ᾽ οὔ. ὅτι δ᾽ οὐ τὸ ἐκλείπειν αἴτιοντοῦ ἐν μέσωι, ἀλλὰ τοῦτο τοῦ ἐκλείπειν, φανερόν· ἐν γὰρ τῶιλόγωι τῶι τοῦ ἐκλείπειν ἐνυπάρχει τὸ ἐν μέσωι, ὥστε δῆλον ὅτιδιὰ τούτου ἐκεῖνο γνωρίζεται, ἀλλ᾽ οὐ τοῦτο δι᾽ ἐκείνου.
|
25 | Η ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; καὶ γὰρ εἰ ἔστιτὸ αὐτὸ πλειόνων πρώτων κατηγορεῖσθαι, ἔστω τὸ Α τῶι Βπρώτωι ὑπάρχον, καὶ τῶι Γ ἄλλωι πρώτωι, καὶ ταῦτα τοῖςΔ Ε. ὑπάρξει ἄρα τὸ Α τοῖς Δ Ε· αἴτιον δὲ τῶι μὲν Δ τὸΒ, τῶι δὲ Ε τὸ Γ· ὥστε τοῦ μὲν αἰτίου ὑπάρχοντος ἀνάγκη |
30 | τὸ πρᾶγμα ὑπάρχειν, τοῦ δὲ πράγματος ὑπάρχοντος οὐκἀνάγκη πᾶν ὁ ἂν ἦι αἴτιον, ἀλλ᾽ αἴτιον μέν, οὐ μέντοι πᾶν.ἢ εἰ ἀεὶ καθόλου τὸ πρόβλημά ἐστι, καὶ τὸ αἴτιον ὅλον τι,καὶ οὗ αἴτιον, καθόλου; οἷον τὸ φυλλορροεῖν ὅλωι τινὶ ἀφωρισμέ-νον, κἂν εἴδη αὐτοῦ ἦι, καὶ τοισδὶ καθόλου, ἢ φυτοῖς ἢ τοιοισδὶ |
35 | φυτοῖς· ὥστε καὶ τὸ μέσον ἴσον δεῖ εἶναι ἐπὶ τούτων καὶ οὗ αἴτιον,καὶ ἀντιστρέφειν. οἷον διὰ τί τὰ δένδρα φυλλορροεῖ; εἰ δὴ διὰπῆξιν τοῦ ὑγροῦ, εἴτε φυλλορροεῖ δένδρον, δεῖ ὑπάρχειν πῆξιν,εἴτε πῆξις ὑπάρχει, μὴ ὁτωιοῦν ἀλλὰ δένδρωι, φυλλορροεῖν.
|
99a | Πότερον δ᾽ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι τοῦ αὐτοῦπᾶσιν ἀλλ᾽ ἕτερον, ἢ οὔ; ἢ εἰ μὲν καθ᾽ αὑτὸ ἀποδέδεικταικαὶ μὴ κατὰ σημεῖον ἢ συμβεβηκός, οὐχ οἷόν τε· ὁ γὰρ λό-γος τοῦ ἄκρου τὸ μέσον ἐστίν· εἰ δὲ μὴ οὕτως, ἐνδέχεται. ἔστι |
5 | δὲ καὶ οὗ αἴτιον καὶ ὧι σκοπεῖν κατὰ συμβεβηκός· οὐ μὴνδοκεῖ προβλήματα εἶναι. εἰ δὲ μή, ὁμοίως ἕξει τὸ μέσον·εἰ μὲν ὁμώνυμα, ὁμώνυμον τὸ μέσον, εἰ δ᾽ ὡς ἐν γένει,ὁμοίως ἕξει. οἷον διὰ τί καὶ ἐναλλὰξ ἀνάλογον; ἄλλο γὰραἴτιον ἐν γραμμαῖς καὶ ἀριθμοῖς καὶ τὸ αὐτό γε, ἧι μὲν |
10 | γραμμή, ἄλλο, ἧι δ᾽ ἔχον αὔξησιν τοιανδί, τὸ αὐτό. οὕ-τως ἐπὶ πάντων. τοῦ δ᾽ ὅμοιον εἶναι χρῶμα χρώματι καὶσχῆμα σχήματι ἄλλο ἄλλωι. ὁμώνυμον γὰρ τὸ ὅμοιονἐπὶ τούτων· ἔνθα μὲν γὰρ ἴσως τὸ ἀνάλογον ἔχειν τὰς πλευ-ρὰς καὶ ἴσας τὰς γωνίας, ἐπὶ δὲ χρωμάτων τὸ τὴν αἴσθη- |
15 | σιν μίαν εἶναι ἤ τι ἄλλο τοιοῦτον. τὰ δὲ κατ᾽ ἀναλογίαν τὰαὐτὰ καὶ τὸ μέσον ἕξει κατ᾽ ἀναλογίαν. Ἔχει δ᾽ οὕτω τὸπαρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις καὶ οὗ αἴτιον καὶ ὧι αἴ-τιον· καθ᾽ ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ αἴτιον ἐπὶ πλέον,οἷον τὸ τέτταρσιν ἴσας τὰς ἔξω ἐπὶ πλέον ἢ τρίγωνον ἢ τε- |
20 | τράγωνον, ἅπασι δὲ ἐπ᾽ ἴσον (ὅσα γὰρ τέτταρσιν ὀρθαῖςἴσας τὰς ἔξω)· καὶ τὸ μέσον ὁμοίως. ἔστι δὲ τὸ μέσον λό-γος τοῦ πρώτου ἄκρου, διὸ πᾶσαι αἱ ἐπιστῆμαι δι᾽ ὁρισμοῦγίγνονται. οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῆι ἀμπέλωικαὶ ὑπερέχει, καὶ συκῆι, καὶ ὑπερέχει· ἀλλ᾽ οὐ πάντων, |
25 | ἀλλ᾽ ἴσον. εἰ δὴ λάβοις τὸ πρῶτον μέσον, λόγος τοῦ φυλ-λορροεῖν ἐστιν. ἔσται γὰρ πρῶτον μὲν ἐπὶ θάτερα μέσον, ὅτιτοιαδὶ ἅπαντα· εἶτα τούτου μέσον, ὅτι ὀπὸς πήγνυται ἤ τιἄλλο τοιοῦτον. τί δ᾽ ἐστὶ τὸ φυλλορροεῖν; τὸ πήγνυσθαι τὸνἐν τῆι συνάψει τοῦ σπέρματος ὀπόν.
|
30 | Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει ζητοῦσι τὴν παρ-ακολούθησιν τοῦ αἰτίου καὶ οὗ αἴτιον. ἔστω τὸ Α τῶι Β ὑπάρ-χειν παντί, τὸ δὲ Β ἑκάστωι τῶν Δ, ἐπὶ πλέον δέ. τὸ μὲνδὴ Β καθόλου ἂν εἴη τοῖς Δ· τοῦτο γὰρ λέγω καθόλου ὧιμὴ ἀντιστρέφει, πρῶτον δὲ καθόλου ὧι ἕκαστον μὲν μὴ ἀντι- |
35 | στρέφει, ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει. τοῖς δὴΔ αἴτιον τοῦ Α τὸ Β. δεῖ ἄρα τὸ Α ἐπὶ πλέον τοῦ Β ἐπεκ-τείνειν· εἰ δὲ μή, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰδὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α, ἔσται τι ἐκεῖνα ἓν ἅπανταἄλλο τοῦ Β. εἰ γὰρ μή, πῶς ἔσται εἰπεῖν ὅτι ὧι τὸ Ε, τὸ |
99b | Α παντί, ὧι δὲ τὸ Α, οὐ παντὶ τὸ Ε; διὰ τί γὰρ οὐκ ἔσταιτι αἴτιον οἷον [τὸ Α] ὑπάρχει πᾶσι τοῖς Δ; ἀλλ᾽ ἆρα καὶτὰ Ε ἔσται τι ἕν; ἐπισκέψασθαι δεῖ τοῦτο, καὶ ἔστω τὸ Γ.ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἀλλ᾽ οὐ τοῖς αὐ- |
5 | τοῖς τῶι εἴδει, οἷον τοῦ μακρόβια εἶναι τὰ μὲν τετράποδατὸ μὴ ἔχειν χολήν, τὰ δὲ πτηνὰ τὸ ξηρὰ εἶναι ἢ ἕτερόντι. Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται, καὶ μὴ μόνονἓν τὸ μέσον ἀλλὰ πλείω, καὶ τὰ αἴτια πλείω.
|
10 | τον ἢ τὸ πρὸς τὸ καθ᾽ ἕκαστον, τοῖς καθ᾽ ἕκαστον; δῆλον δὴ ὅτιτὰ ἐγγύτατα ἑκάστωι ὧι αἴτιον. τοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸκαθόλου ὑπάρχειν τοῦτο αἴτιον, οἷον τῶι Δ τὸ Γ τοῦ τὸ Βὑπάρχειν αἴτιον. τῶι μὲν οὖν Δ τὸ Γ αἴτιον τοῦ Α, τῶι δὲ Γτὸ Β, τούτωι δὲ αὐτό.
|
15 | Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί τε ἑκά-τερόν ἐστι καὶ πῶς γίνεται, φανερόν, ἅμα δὲ καὶ περὶ ἐπι-στήμης ἀποδεικτικῆς· ταὐτὸν γάρ ἐστιν. περὶ δὲ τῶν ἀρχῶν,πῶς τε γίνονται γνώριμοι καὶ τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦ-θεν ἔσται δῆλον προαπορήσασι πρῶτον.
|
20 | Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἐπίστασθαι δι᾽ ἀποδείξεωςμὴ γιγνώσκοντι τὰς πρώτας ἀρχὰς τὰς ἀμέσους, εἴρηταιπρότερον. τῶν δ᾽ ἀμέσων τὴν γνῶσιν, καὶ πότερον ἡ αὐτήἐστιν ἢ οὐχ ἡ αὐτή, διαπορήσειεν ἄν τις, καὶ πότερον ἐπι-στήμη ἑκατέρου [ἢ οὔ], ἢ τοῦ μὲν ἐπιστήμη τοῦ δ᾽ ἕτερόν τι γέ- |
25 | νος, καὶ πότερον οὐκ ἐνοῦσαι αἱ ἕξεις ἐγγίνονται ἢ ἐνοῦσαιλελήθασιν. εἰ μὲν δὴ ἔχομεν αὐτάς, ἄτοπον· συμβαίνειγὰρ ἀκριβεστέρας ἔχοντας γνώσεις ἀποδείξεως λανθάνειν.εἰ δὲ λαμβάνομεν μὴ ἔχοντες πρότερον, πῶς ἂν γνωρίζοι-μεν καὶ μανθάνοιμεν ἐκ μὴ προϋπαρχούσης γνώσεως; ἀδύ- |
30 | νατον γάρ, ὥσπερ καὶ ἐπὶ τῆς ἀποδείξεως ἐλέγομεν. φα-νερὸν τοίνυν ὅτι οὔτ᾽ ἔχειν οἷόν τε, οὔτ᾽ ἀγνοοῦσι καὶ μηδεμίανἔχουσιν ἕξιν ἐγγίγνεσθαι. ἀνάγκη ἄρα ἔχειν μέν τινα δύνα-μιν, μὴ τοιαύτην δ᾽ ἔχειν ἣ ἔσται τούτων τιμιωτέρα κατ᾽ἀκρίβειαν. φαίνεται δὲ τοῦτό γε πᾶσιν ὑπάρχον τοῖς ζώιοις. |
35 | ἔχει γὰρ δύναμιν σύμφυτον κριτικήν, ἣν καλοῦσιν αἴσθησιν·ἐνούσης δ᾽ αἰσθήσεως τοῖς μὲν τῶν ζώιων ἐγγίγνεται μονὴ τοῦαἰσθήματος, τοῖς δ᾽ οὐκ ἐγγίγνεται. ὅσοις μὲν οὖν μὴ ἐγγί-γνεται, ἢ ὅλως ἢ περὶ ἃ μὴ ἐγγίγνεται, οὐκ ἔστι τούτοις γνῶ-σις ἔξω τοῦ αἰσθάνεσθαι· ἐν οἷς δ᾽ ἔνεστιν αἰσθομένοις ἔχειν |
100a | ἔτι ἐν τῆι ψυχῆι. πολλῶν δὲ τοιούτων γινομένων ἤδη διαφοράτις γίνεται, ὥστε τοῖς μὲν γίνεσθαι λόγον ἐκ τῆς τῶν τοιού-των μονῆς, τοῖς δὲ μή. Ἐκ μὲν οὖν αἰσθήσεως γίνεται μνήμη,ὥσπερ λέγομεν, ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομέ- |
5 | νης ἐμπειρία· αἱ γὰρ πολλαὶ μνῆμαι τῶι ἀριθμῶι ἐμπειρίαμία ἐστίν. ἐκ δ᾽ ἐμπειρίας ἢ ἐκ παντὸς ἠρεμήσαντος τοῦ κα-θόλου ἐν τῆι ψυχῆι, τοῦ ἑνὸς παρὰ τὰ πολλά, ὁ ἂν ἐν ἅπα-σιν ἓν ἐνῆι ἐκείνοις τὸ αὐτό, τέχνης ἀρχὴ καὶ ἐπιστήμης,ἐὰν μὲν περὶ γένεσιν, τέχνης, ἐὰν δὲ περὶ τὸ ὄν, ἐπιστήμης. |
10 | οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις, οὔτ᾽ ἀπ᾽ ἄλ-λων ἕξεων γίνονται γνωστικωτέρων, ἀλλ᾽ ἀπὸ αἰσθήσεως,οἷον ἐν μάχηι τροπῆς γενομένης ἑνὸς στάντος ἕτερος ἔστη, εἶθ᾽ἕτερος, ἕως ἐπὶ ἀρχὴν ἦλθεν. ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτηοὖσα οἵα δύνασθαι πάσχειν τοῦτο. ὁ δ᾽ ἐλέχθη μὲν πάλαι, |
15 | οὐ σαφῶς δὲ ἐλέχθη, πάλιν εἴπωμεν. στάντος γὰρ τῶνἀδιαφόρων ἑνός, πρῶτον μὲν ἐν τῆι ψυχῆι καθόλου (καὶ γὰραἰσθάνεται μὲν τὸ καθ᾽ ἕκαστον, ἡ δ᾽ αἴσθησις τοῦ καθόλου |
100b | ἐστίν, οἷον ἀνθρώπου, ἀλλ᾽ οὐ Καλλίου ἀνθρώπου)· πάλιν ἐν τού-τοις ἵσταται, ἕως ἂν τὰ ἀμερῆ στῆι καὶ τὰ καθόλου, οἷον τοι-ονδὶ ζῶιον, ἕως ζῶιον, καὶ ἐν τούτωι ὡσαύτως. δῆλον δὴ ὅτιἡμῖν τὰ πρῶτα ἐπαγωγῆι γνωρίζειν ἀναγκαῖον· καὶ γὰρ |
5 | ἡ αἴσθησις οὕτω τὸ καθόλου ἐμποιεῖ. Ἐπεὶ δὲ τῶν περὶ τὴνδιάνοιαν ἕξεων αἷς ἀληθεύομεν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν,αἱ δὲ ἐπιδέχονται τὸ ψεῦδος, οἷον δόξα καὶ λογισμός, ἀληθῆδ᾽ ἀεὶ ἐπιστήμη καὶ νοῦς, καὶ οὐδὲν ἐπιστήμης ἀκριβέστερονἄλλο γένος ἢ νοῦς, αἱ δ᾽ ἀρχαὶ τῶν ἀποδείξεων γνωριμώ- |
10 | τεραι, ἐπιστήμη δ᾽ ἅπασα μετὰ λόγου ἐστί, τῶν ἀρχῶν ἐπι-στήμη μὲν οὐκ ἂν εἴη, ἐπεὶ δ᾽ οὐδὲν ἀληθέστερον ἐνδέχεται εἶ-ναι ἐπιστήμης ἢ νοῦν, νοῦς ἂν εἴη τῶν ἀρχῶν, ἔκ τε τούτωνσκοποῦσι καὶ ὅτι ἀποδείξεως ἀρχὴ οὐκ ἀπόδειξις, ὥστ᾽ οὐδ᾽ἐπιστήμης ἐπιστήμη. εἰ οὖν μηδὲν ἄλλο παρ᾽ ἐπιστήμην γέ- |
15 | νος ἔχομεν ἀληθές, νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή. καὶ ἡ μὲνἀρχὴ τῆς ἀρχῆς εἴη ἄν, ἡ δὲ πᾶσα ὁμοίως ἔχει πρὸς τὸπᾶν πρᾶγμα. |