Aristoteles
384 - 322 a. Chr. n.
Ἀναλυτικὰ πρότερα
Βιβλίον Β´ 1 - 7
|
|
________________________________________________________
|
|
1
Ἐν πόσοις μὲν οὖν σχήμασι καὶ διὰ ποίων καὶ πό-σων προτάσεων καὶ πότε καὶ πῶς γίνεται συλλογισμός,ἔτι δ᾽ εἰς ποῖα βλεπτέον ἀνασκευάζοντι καὶ κατασκευά- | |
53a | ζοντι, καὶ πῶς δεῖ ζητεῖν περὶ τοῦ προκειμένου καθ᾽ ὁποιαν-οῦν μέθοδον, ἔτι δὲ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶἕκαστον ἀρχάς, ἤδη διεληλύθαμεν. ἐπεὶ δ᾽ οἱ μὲν καθόλουτῶν συλλογισμῶν εἰσὶν οἱ δὲ κατὰ μέρος, οἱ μὲν καθόλου |
5 | πάντες αἰεὶ πλείω συλλογίζονται, τῶν δ᾽ ἐν μέρει οἱ μὲνκατηγορικοὶ πλείω, οἱ δ᾽ ἀποφατικοὶ τὸ συμπέρασμα μό-νον. αἱ μὲν γὰρ ἄλλαι προτάσεις ἀντιστρέφουσιν, ἡ δὲ στε-ρητικὴ οὐκ ἀντιστρέφει. τὸ δὲ συμπέρασμα τὶ κατά τινόςἐστιν, ὥσθ᾽ οἱ μὲν ἄλλοι συλλογισμοὶ πλείω συλλογίζον- |
10 | ται, οἷον εἰ τὸ Α δέδεικται παντὶ τῶι Β ἢ τινί, καὶ τὸ Βτινὶ τῶι Α ἀναγκαῖον ὑπάρχειν, καὶ εἰ μηδενὶ τῶι Β τὸ Α,οὐδὲ τὸ Β οὐδενὶ τῶι Α, τοῦτο δ᾽ ἕτερον τοῦ ἔμπροσθεν· εἰ δὲτινὶ μὴ ὑπάρχει, οὐκ ἀνάγκη καὶ τὸ Β τινὶ τῶι Α μὴὑπάρχειν· ἐνδέχεται γὰρ παντὶ ὑπάρχειν.
|
15 | Αὕτη μὲν οὖν κοινὴ πάντων αἰτία, τῶν τε καθόλουκαὶ τῶν κατὰ μέρος· ἔστι δὲ περὶ τῶν καθόλου καὶ ἄλλωςεἰπεῖν. ὅσα γὰρ ἢ ὑπὸ τὸ μέσον ἢ ὑπὸ τὸ συμπέρασμάἐστιν, ἁπάντων ἔσται ὁ αὐτὸς συλλογισμός, ἐὰν τὰ μὲν ἐντῶι μέσωι τὰ δ᾽ ἐν τῶι συμπεράσματι τεθῆι, οἷον εἰ τὸ Α Β |
20 | συμπέρασμα διὰ τοῦ Γ, ὅσα ὑπὸ τὸ Β ἢ τὸ Γ ἐστίν,ἀνάγκη κατὰ πάντων λέγεσθαι τὸ Α· εἰ γὰρ τὸ Δ ἐν ὅλωιτῶι Β, τὸ δὲ Β ἐν τῶι Α, καὶ τὸ Δ ἔσται ἐν τῶι Α· πά-λιν εἰ τὸ Ε ἐν ὅλωι τῶι Γ, τὸ δὲ Γ ἐν τῶι Α, καὶ τὸ Εἐν τῶι Α ἔσται. ὁμοίως δὲ καὶ εἰ στερητικὸς ὁ συλλογισμός. |
25 | ἐπὶ δὲ τοῦ δευτέρου σχήματος τὸ ὑπὸ τὸ συμπέρασμα μό-νον ἔσται συλλογίσασθαι, οἷον εἰ τὸ Α τῶι Β μηδενί, τῶιδὲ Γ παντί· συμπέρασμα ὅτι οὐδενὶ τῶι Γ τὸ Β. εἰ δὴ τὸΔ ὑπὸ τὸ Γ ἐστί, φανερὸν ὅτι οὐχ ὑπάρχει αὐτῶι τὸ Β·τοῖς δ᾽ ὑπὸ τὸ Α ὅτι οὐχ ὑπάρχει, οὐ δῆλον διὰ τοῦ συλ- |
30 | λογισμοῦ. καίτοι οὐχ ὑπάρχει τῶι Ε, εἰ ἔστιν ὑπὸ τὸ Α·ἀλλὰ τὸ μὲν τῶι Γ μηδενὶ ὑπάρχειν τὸ Β διὰ τοῦ συλ-λογισμοῦ δέδεικται, τὸ δὲ τῶι Α μὴ ὑπάρχειν ἀναπόδει-κτον εἴληπται, ὥστ᾽ οὐ διὰ τὸν συλλογισμὸν συμβαίνει τὸΒ τῶι Ε μὴ ὑπάρχειν. ἐπὶ δὲ τῶν ἐν μέρει τῶν μὲν ὑπὸ |
35 | τὸ συμπέρασμα οὐκ ἔσται τὸ ἀναγκαῖον (οὐ γὰρ γίνεταισυλλογισμός, ὅταν αὕτη ληφθῆι ἐν μέρει), τῶν δ᾽ ὑπὸ τὸμέσον ἔσται πάντων, πλὴν οὐ διὰ τὸν συλλογισμόν· οἷον εἰτὸ Α παντὶ τῶι Β, τὸ δὲ Β τινὶ τῶι Γ· τοῦ μὲν γὰρ ὑπὸτὸ Γ τεθέντος οὐκ ἔσται συλλογισμός, τοῦ δ᾽ ὑπὸ τὸ Β ἔσται, |
40 | ἀλλ᾽ οὐ διὰ τὸν προγεγενημένον. ὁμοίως δὲ κἀπὶ τῶν ἄλλωνσχημάτων· τοῦ μὲν γὰρ ὑπὸ τὸ συμπέρασμα οὐκ ἔσται, |
53a | θατέρου δ᾽ ἔσται, πλὴν οὐ διὰ τὸν συλλογισμόν, ἧι καὶ ἐντοῖς καθόλου ἐξ ἀναποδείκτου τῆς προτάσεως τὰ ὑπὸ τὸμέσον ἐδείκνυτο· ὥστ᾽ ἢ οὐδ᾽ ἐκεῖ ἔσται ἢ καὶ ἐπὶ τούτων.
2
Ἔστι μὲν οὖν οὕτως ἔχειν ὥστ᾽ ἀληθεῖς εἶναι τὰς προ- |
5 | τάσεις δι᾽ ὧν ὁ συλλογισμός, ἔστι δ᾽ ὥστε ψευδεῖς, ἔστι δ᾽ὥστε τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ. τὸ δὲ συμπέρασμα ἢἀληθὲς ἢ ψεῦδος ἐξ ἀνάγκης. ἐξ ἀληθῶν μὲν οὖν οὐκ ἔστιψεῦδος συλλογίσασθαι, ἐκ ψευδῶν δ᾽ ἔστιν ἀληθές, πλὴνοὐ διότι ἀλλ᾽ ὅτι· τοῦ γὰρ διότι οὐκ ἔστιν ἐκ ψευδῶν συλλο- |
10 | γισμός· δι᾽ ἣν δ᾽ αἰτίαν, ἐν τοῖς ἑπομένοις λεχθήσεται.
Πρῶτον μὲν οὖν ὅτι ἐξ ἀληθῶν οὐχ οἷόν τε ψεῦδοςσυλλογίσασθαι, ἐντεῦθεν δῆλον. εἰ γὰρ τοῦ Α ὄντος ἀνάγκητὸ Β εἶναι, τοῦ Β μὴ ὄντος ἀνάγκη τὸ Α μὴ εἶναι. εἰ οὖνἀληθές ἐστι τὸ Α, ἀνάγκη τὸ Β ἀληθὲς εἶναι, ἢ συμβή- |
15 | σεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ οὐκ εἶναι· τοῦτο δ᾽ ἀδύνα-τον. μὴ ὅτι δὲ κεῖται τὸ Α εἷς ὅρος, ὑποληφθήτω ἐνδέχε-σθαι ἑνός τινος ὄντος ἐξ ἀνάγκης τι συμβαίνειν· οὐ γὰροἷόν τε· τὸ μὲν γὰρ συμβαῖνον ἐξ ἀνάγκης τὸ συμπέρα-σμά ἐστι, δι᾽ ὧν δὲ τοῦτο γίνεται ἐλαχίστων, τρεῖς ὅροι, |
20 | δύο δὲ διαστήματα καὶ προτάσεις. εἰ οὖν ἀληθές, ὧι τὸ Βὑπάρχει, τὸ Α παντί, ὧι δὲ τὸ Γ, τὸ Β, ὧι τὸ Γ, ἀνάγκητὸ Α ὑπάρχειν καὶ οὐχ οἷόν τε τοῦτο ψεῦδος εἶναι· ἅμαγὰρ ὑπάρξει ταὐτὸ καὶ οὐχ ὑπάρξει. τὸ οὖν Α ὥσπερ ἓν κεῖ-ται, δύο προτάσεις συλληφθεῖσαι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν |
25 | στερητικῶν ἔχει· οὐ γὰρ ἔστιν ἐξ ἀληθῶν δεῖξαι ψεῦδος.
Ἐκ ψευδῶν δ᾽ ἀληθὲς ἔστι συλλογίσασθαι καὶ ἀμ-φοτέρων τῶν προτάσεων ψευδῶν οὐσῶν καὶ τῆς μιᾶς, ταύ-της δ᾽ οὐχ ὁποτέρας ἔτυχεν ἀλλὰ τῆς δευτέρας, ἐάνπερὅλην λαμβάνηι ψευδῆ· μὴ ὅλης δὲ λαμβανομένης ἔστιν |
30 | ὁποτερασοῦν. ἔστω γὰρ τὸ Α ὅλωι τῶι Γ ὑπάρχον, τῶι δὲΒ μηδενί, μηδὲ τὸ Β τῶι Γ. ἐνδέχεται δὲ τοῦτο, οἷον λίθωιοὐδενὶ ζῶιον, οὐδὲ λίθος οὐδενὶ ἀνθρώπωι. ἐὰν οὖν ληφθῆι τὸ Απαντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ, τὸ Α παντὶ τῶι Γὑπάρξει, ὥστ᾽ ἐξ ἀμφοῖν ψευδῶν ἀληθὲς τὸ συμπέρα- |
35 | σμα· πᾶς γὰρ ἄνθρωπος ζῶιον. ὡσαύτως δὲ καὶ τὸ στερη-τικόν. ἔστι γὰρ τῶι Γ μήτε τὸ Α ὑπάρχειν μηδενὶ μήτε τὸΒ, τὸ μέντοι Α τῶι Β παντί, οἷον ἐὰν τῶν αὐτῶν ὅρων λη-φθέντων μέσον τεθῆι ὁ ἄνθρωπος· λίθωι γὰρ οὔτε ζῶιον οὔτεἄνθρωπος οὐδενὶ ὑπάρχει, ἀνθρώπωι δὲ παντὶ ζῶιον. ὥστ᾽ ἐὰν |
40 | ὧι μὲν ὑπάρχει, λάβηι μηδενὶ ὑπάρχειν, ὧι δὲ μὴ ὑπάρχει,παντὶ ὑπάρχειν, ἐκ ψευδῶν ἀμφοῖν ἀληθὲς ἔσται τὸ συμ- |
54a | πέρασμα. ὁμοίως δὲ δειχθήσεται καὶ ἐὰν ἐπί τι ψευδὴςἑκατέρα ληφθῆι. Ἐὰν δ᾽ ἡ ἑτέρα τεθῆι ψευδής, τῆς μὲν πρώ-της ὅλης ψευδοῦς οὔσης, οἷον τῆς Α Β, οὐκ ἔσται τὸ συμπέ-ρασμα ἀληθές, τῆς δὲ Β Γ ἔσται. λέγω δ᾽ ὅλην ψευδῆ τὴν |
5 | ἐναντίαν, οἷον εἰ μηδενὶ ὑπάρχον παντὶ εἴληπται ἢ εἰ παντὶμηδενὶ ὑπάρχειν. ἔστω γὰρ τὸ Α τῶι Β μηδενὶ ὑπάρχον, τὸδὲ Β τῶι Γ παντί. ἂν δὴ τὴν μὲν Β Γ πρότασιν λάβωἀληθῆ, τὴν δὲ τὸ Α Β ψευδῆ ὅλην, καὶ παντὶ ὑπάρχειν τῶιΒ τὸ Α, ἀδύνατον τὸ συμπέρασμα ἀληθὲς εἶναι· οὐδενὶ γὰρ |
10 | ὑπῆρχε τῶν Γ, εἴπερ ὧι τὸ Β, μηδενὶ τὸ Α, τὸ δὲ Β παντὶτῶι Γ. ὁμοίως δ᾽ οὐδ᾽ εἰ τὸ Α τῶι Β παντὶ ὑπάρχει καὶ τὸΒ τῶι Γ, ἐλήφθη δ᾽ ἡ μὲν τὸ Β Γ ἀληθὴς πρότασις, ἡδὲ τὸ Α Β ψευδὴς ὅλη, καὶ μηδενὶ ὧι τὸ Β, τὸ Α – τὸ συμ-πέρασμα ψεῦδος ἔσται· παντὶ γὰρ ὑπάρξει τῶι Γ τὸ Α, |
15 | εἴπερ ὧι τὸ Β, παντὶ τὸ Α, τὸ δὲ Β παντὶ τῶι Γ. φανερὸνοὖν ὅτι τῆς πρώτης ὅλης λαμβανομένης ψευδοῦς, ἐάν τε κα-ταφατικῆς ἐάν τε στερητικῆς, τῆς δ᾽ ἑτέρας ἀληθοῦς, οὐ γίνε-ται ἀληθὲς τὸ συμπέρασμα. Μὴ ὅλης δὲ λαμβανομένηςψευδοῦς ἔσται. εἰ γὰρ τὸ Α τῶι μὲν Γ παντὶ ὑπάρχει τῶι |
20 | δὲ Β τινί, τὸ δὲ Β παντὶ τῶι Γ, οἷον ζῶιον κύκνωι μὲν παντὶλευκῶι δὲ τινί, τὸ δὲ λευκὸν παντὶ κύκνωι, ἐὰν ληφθῆι τὸ Απαντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ, τὸ Α παντὶ τῶι Γ ὑπάρξειἀληθῶς· πᾶς γὰρ κύκνος ζῶιον. ὁμοίως δὲ καὶ εἰ στερητικὸνεἴη τὸ Α Β· ἐγχωρεῖ γὰρ τὸ Α τῶι μὲν Β τινὶ ὑπάρχειν |
25 | τῶι δὲ Γ μηδενί, τὸ δὲ Β παντὶ τῶι Γ, οἷον ζῶιον τινὶ λευ-κῶι χίονι δ᾽ οὐδεμιᾶι, λευκὸν δὲ πάσηι χιόνι. εἰ οὖν ληφθείητὸ μὲν Α μηδενὶ τῶι Β, τὸ δὲ Β παντὶ τῶι Γ, τὸ Α οὐδενὶτῶι Γ ὑπάρξει. Ἐὰν δ᾽ ἡ μὲν Α Β πρότασις ὅλη ληφθῆιἀληθής, ἡ δὲ Β Γ ὅλη ψευδής, ἔσται συλλογισμὸς ἀλη- |
30 | θής· οὐδὲν γὰρ κωλύει τὸ Α τῶι Β καὶ τῶι Γ παντὶ ὑπάρ-χειν, τὸ μέντοι Β μηδενὶ τῶι Γ, οἷον ὅσα τοῦ αὐτοῦ γένουςεἴδη μὴ ὑπ᾽ ἄλληλα· τὸ γὰρ ζῶιον καὶ ἵππωι καὶ ἀνθρώπωιὑπάρχει, ἵππος δ᾽ οὐδενὶ ἀνθρώπωι. ἐὰν οὖν ληφθῆι τὸ Απαντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ, ἀληθὲς ἔσται τὸ συμ- |
35 | πέρασμα, ψευδοῦς ὅλης οὔσης τῆς Β Γ προτάσεως. ὁμοίωςδὲ καὶ στερητικῆς οὔσης τῆς Α Β προτάσεως. ἐνδέχεται γὰρτὸ Α μήτε τῶι Β μήτε τῶι Γ μηδενὶ ὑπάρχειν, μηδὲ τὸ Βμηδενὶ τῶι Γ, οἷον τοῖς ἐξ ἄλλου γένους εἴδεσι τὸ γένος·τὸ γὰρ ζῶιον οὔτε μουσικῆι οὔτ᾽ ἰατρικῆι ὑπάρχει, οὐδ᾽ |
54b | ἡ μουσικὴ ἰατρικῆι. ληφθέντος οὖν τοῦ μὲν Α μηδενὶ τῶι Β,τοῦ δὲ Β παντὶ τῶι Γ, ἀληθὲς ἔσται τὸ συμπέρασμα. καὶ εἰμὴ ὅλη ψευδὴς ἡ Β Γ ἀλλ᾽ ἐπί τι, καὶ οὕτως ἔσται τὸ συμ-πέρασμα ἀληθές. οὐδὲν γὰρ κωλύει τὸ Α καὶ τῶι Β καὶ τῶι |
5 | Γ ὅλωι ὑπάρχειν, τὸ μέντοι Β τινὶ τῶι Γ, οἷον τὸ γένος τῶιεἴδει καὶ τῆι διαφορᾶι· τὸ γὰρ ζῶιον παντὶ ἀνθρώπωι καὶπαντὶ πεζῶι, ὁ δ᾽ ἄνθρωπος τινὶ πεζῶι καὶ οὐ παντί. εἰ οὖν τὸΑ παντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Γ ληφθείη, τὸ Α παντὶτῶι Γ ὑπάρξει· ὅπερ ἦν ἀληθές. ὁμοίως δὲ καὶ στερητικῆς |
10 | οὔσης τῆς Α Β προτάσεως. ἐνδέχεται γὰρ τὸ Α μήτε τῶι Βμήτε τῶι Γ μηδενὶ ὑπάρχειν, τὸ μέντοι Β τινὶ τῶι Γ, οἷοντὸ γένος τῶι ἐξ ἄλλου γένους εἴδει καὶ διαφορᾶι· τὸ γὰρζῶιον οὔτε φρονήσει οὐδεμιᾶι ὑπάρχει οὔτε θεωρητικῆι, ἡ δὲφρόνησις τινὶ θεωρητικῆι. εἰ οὖν ληφθείη τὸ μὲν Α μηδενὶ τῶι |
15 | Β, τὸ δὲ Β παντὶ τῶι Γ, οὐδενὶ τῶι Γ τὸ Α ὑπάρξει· τοῦτοδ᾽ ἦν ἀληθές.
Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν ἐνδέχεται καὶ τῆςπρώτης προτάσεως ὅλης οὔσης ψευδοῦς τῆς δ᾽ ἑτέρας ἀληθοῦςἀληθὲς εἶναι τὸ συμπέρασμα, καὶ ἐπί τι ψευδοῦς οὔσης τῆς |
20 | πρώτης τῆς δ᾽ ἑτέρας ἀληθοῦς, καὶ τῆς μὲν ἀληθοῦς τῆςδ᾽ ἐν μέρει ψευδοῦς, καὶ ἀμφοτέρων ψευδῶν. οὐδὲν γὰρ κω-λύει τὸ Α τῶι μὲν Β μηδενὶ ὑπάρχειν τῶι δὲ Γ τινί, καὶτὸ Β τῶι Γ τινί, οἷον ζῶιον οὐδεμιᾶι χιόνι λευκῶι δὲ τινὶὑπάρχει, καὶ ἡ χιὼν λευκῶι τινί. εἰ οὖν μέσον τεθείη ἡ χιών, |
25 | πρῶτον δὲ τὸ ζῶιον, καὶ ληφθείη τὸ μὲν Α ὅλωι τῶι Β ὑπάρ-χειν, τὸ δὲ Β τινὶ τῶι Γ, ἡ μὲν Α Β ὅλη ψευδής, ἡ δὲΒ Γ ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶστερητικῆς οὔσης τῆς Α Β προτάσεως· ἐγχωρεῖ γὰρ τὸ Α τῶιμὲν Β ὅλωι ὑπάρχειν τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, τὸ μέν- |
30 | τοι Β τινὶ τῶι Γ ὑπάρχειν, οἷον τὸ ζῶιον ἀνθρώπωι μὲν παντὶὑπάρχει, λευκῶι δὲ τινὶ οὐχ ἕπεται, ὁ δ᾽ ἄνθρωπος τινὶλευκῶι ὑπάρχει, ὥστ᾽ εἰ μέσου τεθέντος τοῦ ἀνθρώπου ληφθείητὸ Α μηδενὶ τῶι Β ὑπάρχειν, τὸ δὲ Β τινὶ τῶι Γ ὑπάρχειν,ἀληθὲς ἔσται τὸ συμπέρασμα ψευδοῦς οὔσης ὅλης τῆς Α Β |
35 | προτάσεως. καὶ εἰ ἐπί τι ψευδὴς ἡ Α Β πρότασις, ἔσται τὸσυμπέρασμα ἀληθές. οὐδὲν γὰρ κωλύει τὸ Α καὶ τῶι Β καὶτῶι Γ τινὶ ὑπάρχειν, καὶ τὸ Β τῶι Γ τινὶ ὑπάρχειν, οἷον τὸζῶιον τινὶ καλῶι καὶ τινὶ μεγάλωι, καὶ τὸ καλὸν τινὶ μεγάλωιὑπάρχειν. ἐὰν οὖν ληφθῆι τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τινὶ τῶι Γ, |
55a | ἡ μὲν Α Β πρότασις ἐπί τι ψευδὴς ἔσται, ἡ δὲ Β Γ ἀλη-θής, καὶ τὸ συμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶ στερητικῆςοὔσης τῆς Α Β προτάσεως· οἱ γὰρ αὐτοὶ ὅροι ἔσονται καὶὡσαύτως κείμενοι πρὸς τὴν ἀπόδειξιν. Πάλιν εἰ ἡ μὲν Α Β |
5 | ἀληθὴς ἡ δὲ Β Γ ψευδής, ἀληθὲς ἔσται τὸ συμπέρασμα.οὐδὲν γὰρ κωλύει τὸ Α τῶι μὲν Β ὅλωι ὑπάρχειν τῶι δὲ Γτινί, καὶ τὸ Β τῶι Γ μηδενὶ ὑπάρχειν, οἷον ζῶιον κύκνωιμὲν παντὶ μέλανι δὲ τινί, κύκνος δὲ οὐδενὶ μέλανι. ὥστ᾽ εἰληφθείη παντὶ τῶι Β τὸ Α καὶ τὸ Β τινὶ τῶι Γ, ἀληθὲς |
10 | ἔσται τὸ συμπέρασμα ψευδοῦς ὄντος τοῦ Β Γ. ὁμοίως δὲ καὶστερητικῆς λαμβανομένης τῆς Α Β προτάσεως. ἐγχωρεῖ γὰρτὸ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, τὸμέντοι Β μηδενὶ τῶι Γ, οἷον τὸ γένος τῶι ἐξ ἄλλου γένουςεἴδει καὶ τῶι συμβεβηκότι τοῖς αὑτοῦ εἴδεσι· τὸ γὰρ ζῶιον |
15 | ἀριθμῶι μὲν οὐδενὶ ὑπάρχει λευκῶι δὲ τινί, ὁ δ᾽ ἀριθμὸςοὐδενὶ λευκῶι· ἐὰν οὖν μέσον τεθῆι ὁ ἀριθμός, καὶ ληφθῆι τὸμὲν Α μηδενὶ τῶι Β, τὸ δὲ Β τινὶ τῶι Γ, τὸ Α τινὶ τῶι Γοὐχ ὑπάρξει, ὅπερ ἦν ἀληθές· καὶ ἡ μὲν Α Β πρότασιςἀληθής, ἡ δὲ Β Γ ψευδής. καὶ εἰ ἐπί τι ψευδὴς ἡ Α Β, |
20 | ψευδὴς δὲ καὶ ἡ Β Γ, ἔσται τὸ συμπέρασμα ἀληθές. οὐδὲνγὰρ κωλύει τὸ Α τῶι Β τινὶ καὶ τῶι Γ τινὶ ὑπάρχειν ἑκα-τέρωι, τὸ δὲ Β μηδενὶ τῶι Γ, οἷον εἰ ἐναντίον τὸ Β τῶι Γ,ἄμφω δὲ συμβεβηκότα τῶι αὐτῶι γένει· τὸ γὰρ ζῶιον τινὶλευκῶι καὶ τινὶ μέλανι ὑπάρχει, λευκὸν δ᾽ οὐδενὶ μέλανι. |
25 | ἐὰν οὖν ληφθῆι τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τινὶ τῶι Γ,ἀληθὲς ἔσται τὸ συμπέρασμα. καὶ στερητικῆς δὲ λαμβανο-μένης τῆς Α Β ὡσαύτως· οἱ γὰρ αὐτοὶ ὅροι καὶ ὡσαύτωςτεθήσονται πρὸς τὴν ἀπόδειξιν. καὶ ἀμφοτέρων δὲ ψευδῶνοὐσῶν ἔσται τὸ συμπέρασμα ἀληθές· ἐγχωρεῖ γὰρ τὸ Α τῶι |
30 | μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶ ὑπάρχειν, τὸ μέντοι Β μηδενὶτῶι Γ, οἷον τὸ γένος τῶι ἐξ ἄλλου γένους εἴδει καὶ τῶι συμ-βεβηκότι τοῖς εἴδεσι τοῖς αὑτοῦ· ζῶιον γὰρ ἀριθμῶι μὲνοὐδενὶ λευκῶι δὲ τινὶ ὑπάρχει, καὶ ὁ ἀριθμὸς οὐδενὶ λευκῶι.ἐὰν οὖν ληφθῆι τὸ Α παντὶ τῶι Β καὶ τὸ Β τινὶ τῶι Γ, τὸ |
35 | μὲν συμπέρασμα ἀληθές, αἱ δὲ προτάσεις ἄμφω ψευδεῖς.ὁμοίως δὲ καὶ στερητικῆς οὔσης τῆς Α Β. οὐδὲν γὰρ κωλύειτὸ Α τῶι μὲν Β ὅλωι ὑπάρχειν τῶι δὲ Γ τινὶ μὴ ὑπάρ-χειν, μηδὲ τὸ Β μηδενὶ τῶι Γ, οἷον ζῶιον κύκνωι μὲν παντὶμέλανι δὲ τινὶ οὐχ ὑπάρχει, κύκνος δ᾽ οὐδενὶ μέλανι. ὥστ᾽ εἰληφθείη τὸ Α μηδενὶ τῶι Β, τὸ δὲ Β τινὶ τῶι Γ, τὸ Α τινὶ |
55b | τῶι Γ οὐχ ὑπάρξει. τὸ μὲν οὖν συμπέρασμα ἀληθές, αἱ δὲπροτάσεις ψευδεῖς.
3
Ἐν δὲ τῶι μέσωι σχήματι πάντως ἐγχωρεῖ διὰ ψευ-δῶν ἀληθὲς συλλογίσασθαι, καὶ ἀμφοτέρων τῶν προτάσεων |
5 | ὅλων ψευδῶν λαμβανομένων καὶ ἐπί τι ἑκατέρας, καὶ τῆςμὲν ἀληθοῦς τῆς δὲ ψευδοῦς οὔσης [ὅλησ] ὁποτερασοῦν ψευδοῦς τι-θεμένης, [καὶ εἰ ἀμφότεραι ἐπί τι ψευδεῖς, καὶ εἰ ἡ μὲν ἁπλῶςἀληθὴς ἡ δ᾽ ἐπί τι ψευδής, καὶ εἰ ἡ μὲν ὅλη ψευδὴς ἡδ᾽ ἐπί τι ἀληθής,] καὶ ἐν τοῖς καθόλου καὶ ἐπὶ τῶν ἐν μέρει |
10 | συλλογισμῶν. εἰ γὰρ τὸ Α τῶι μὲν Β μηδενὶ ὑπάρχει τῶιδὲ Γ παντί, οἷον ζῶιον λίθωι μὲν οὐδενὶ ἵππωι δὲ παντί, ἐὰνἐναντίως τεθῶσιν αἱ προτάσεις καὶ ληφθῆι τὸ Α τῶι μὲν Βπαντὶ τῶι δὲ Γ μηδενί, ἐκ ψευδῶν ὅλων τῶν προτάσεωνἀληθὲς ἔσται τὸ συμπέρασμα. ὁμοίως δὲ καὶ εἰ τῶι μὲν Β |
15 | παντὶ τῶι δὲ Γ μηδενὶ ὑπάρχει τὸ Α· ὁ γὰρ αὐτὸς ἔσταισυλλογισμός. Πάλιν εἰ ἡ μὲν ἑτέρα ὅλη ψευδὴς ἡ δ᾽ ἑτέραὅλη ἀληθής· οὐδὲν γὰρ κωλύει τὸ Α καὶ τῶι Β καὶ τῶι Γπαντὶ ὑπάρχειν, τὸ μέντοι Β μηδενὶ τῶι Γ, οἷον τὸ γένοςτοῖς μὴ ὑπ᾽ ἄλληλα εἴδεσιν. τὸ γὰρ ζῶιον καὶ ἵππωι παντὶ |
20 | καὶ ἀνθρώπωι, καὶ οὐδεὶς ἄνθρωπος ἵππος. ἐὰν οὖν ληφθῆιτῶι μὲν παντὶ τῶι δὲ μηδενὶ ὑπάρχειν, ἡ μὲν ὅλη ψευ-δὴς ἔσται ἡ δ᾽ ὅλη ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθὲςπρὸς ὁποτερωιοῦν τεθέντος τοῦ στερητικοῦ. καὶ εἰ ἡ ἑτέρα ἐπί τιψευδής, ἡ δ᾽ ἑτέρα ὅλη ἀληθής. ἐγχωρεῖ γὰρ τὸ Α τῶι |
25 | μὲν Β τινὶ ὑπάρχειν τῶι δὲ Γ παντί, τὸ μέντοι Β μηδενὶτῶι Γ, οἷον ζῶιον λευκῶι μὲν τινὶ κόρακι δὲ παντί, καὶ τὸλευκὸν οὐδενὶ κόρακι. ἐὰν οὖν ληφθῆι τὸ Α τῶι μὲν Β μηδενὶτῶι δὲ Γ ὅλωι ὑπάρχειν, ἡ μὲν Α Β πρότασις ἐπί τι ψευ-δής, ἡ δ᾽ Α Γ ὅλη ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές. |
30 | καὶ μετατιθεμένου δὲ τοῦ στερητικοῦ ὡσαύτως· διὰ γὰρ τῶναὐτῶν ὅρων ἡ ἀπόδειξις. καὶ εἰ ἡ καταφατικὴ πρότασις ἐπίτι ψευδής, ἡ δὲ στερητικὴ ὅλη ἀληθής. οὐδὲν γὰρ κωλύει τὸΑ τῶι μὲν Β τινὶ ὑπάρχειν τῶι δὲ Γ ὅλωι μὴ ὑπάρχειν,καὶ τὸ Β μηδενὶ τῶι Γ, οἷον τὸ ζῶιον λευκῶι μὲν τινὶ πίττηι |
35 | δ᾽ οὐδεμιᾶι, καὶ τὸ λευκὸν οὐδεμιᾶι πίττηι. ὥστ᾽ ἐὰν ληφθῆι τὸΑ ὅλωι τῶι Β ὑπάρχειν τῶι δὲ Γ μηδενί, ἡ μὲν Α Β ἐπί τιψευδής, ἡ δ᾽ Α Γ ὅλη ἀληθής, καὶ τὸ συμπέρασμα ἀλη-θές. καὶ εἰ ἀμφότεραι αἱ προτάσεις ἐπί τι ψευδεῖς, ἔσταιτὸ συμπέρασμα ἀληθές. ἐγχωρεῖ γὰρ τὸ Α καὶ τῶι Β καὶτῶι Γ τινὶ ὑπάρχειν, τὸ δὲ Β μηδενὶ τῶι Γ, οἷον ζῶιον καὶ |
56a | λευκῶι τινὶ καὶ μέλανί τινι, τὸ δὲ λευκὸν οὐδενὶ μέλανι. ἐὰν οὖνληφθῆι τὸ Α τῶι μὲν Β παντὶ τῶι δὲ Γ μηδενί, ἄμφω μὲν αἱπροτάσεις ἐπί τι ψευδεῖς, τὸ δὲ συμπέρασμα ἀληθές. ὁμοίωςδὲ καὶ μετατεθείσης τῆς στερητικῆς διὰ τῶν αὐτῶν ὅρων.
|
5 | Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν· οὐδὲνγὰρ κωλύει τὸ Α τῶι μὲν Β παντὶ τῶι δὲ Γ τινὶ ὑπάρχειν,καὶ τὸ Β τῶι Γ τινὶ μὴ ὑπάρχειν, οἷον ζῶιον παντὶ ἀνθρώ-πωι λευκῶι δὲ τινί, ἄνθρωπος δὲ τινὶ λευκῶι οὐχ ὑπάρξει.ἐὰν οὖν τεθῆι τὸ Α τῶι μὲν Β μηδενὶ ὑπάρχειν τῶι δὲ Γ τινὶ |
10 | ὑπάρχειν, ἡ μὲν καθόλου πρότασις ὅλη ψευδής, ἡ δ᾽ ἐν μέ-ρει ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές. ὡσαύτως δὲ καὶκαταφατικῆς λαμβανομένης τῆς Α Β· ἐγχωρεῖ γὰρ τὸ Ατῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, καὶ τὸ Β τῶιΓ τινὶ μὴ ὑπάρχειν, οἷον τὸ ζῶιον οὐδενὶ ἀψύχωι, λευκῶι |
15 | δὲ τινί οὐχ ὑπάρχει, καὶ τὸ ἄψυχον οὐχ ὑπάρξει τινὶ λευκῶι.ἐὰν οὖν τεθῆι τὸ Α τῶι μὲν Β παντὶ τῶι δὲ Γ τινὶ μὴ ὑπάρ-χειν, ἡ μὲν Α Β πρότασις, ἡ καθόλου, ὅλη ψευδής, ἡ δὲΑ Γ ἀληθής, καὶ τὸ συμπέρασμα ἀληθές. καὶ τῆς μὲν κα-θόλου ἀληθοῦς τεθείσης, τῆς δ᾽ ἐν μέρει ψευδοῦς. οὐδὲν γὰρ |
20 | κωλύει τὸ Α μήτε τῶι Β μήτε τῶι Γ μηδενὶ ἕπεσθαι, τὸ μέν-τοι Β τινὶ τῶι Γ μὴ ὑπάρχειν, οἷον ζῶιον οὐδενὶ ἀριθμῶι οὐδ᾽ἀψύχωι, καὶ ὁ ἀριθμὸς τινὶ ἀψύχωι οὐχ ἕπεται. ἐὰν οὖν τεθῆιτὸ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινί, τὸ μὲν συμπέρασμαἔσται ἀληθὲς καὶ ἡ καθόλου πρότασις, ἡ δ᾽ ἐν μέρει |
25 | ψευδής. καὶ καταφατικῆς δὲ τῆς καθόλου τιθεμένης ὡσαύ-τως. ἐγχωρεῖ γὰρ τὸ Α καὶ τῶι Β καὶ τῶι Γ ὅλωι ὑπάρχειν,τὸ μέντοι Β τινὶ τῶι Γ μὴ ἕπεσθαι, οἷον τὸ γένος τῶι εἴδεικαὶ τῆι διαφορᾶι· τὸ γὰρ ζῶιον παντὶ ἀνθρώπωι καὶ ὅλωι πεζῶιἕπεται, ἄνθρωπος δ᾽ οὐ παντὶ πεζῶι. ὥστ᾽ ἂν ληφθῆι τὸ Α τῶι |
30 | μὲν Β ὅλωι ὑπάρχειν, τῶι δὲ Γ τινὶ μὴ ὑπάρχειν, ἡ μὲν κα-θόλου πρότασις ἀληθής, ἡ δ᾽ ἐν μέρει ψευδής, τὸ δὲ συμ-πέρασμα ἀληθές. Φανερὸν δὲ καὶ ὅτι ἐξ ἀμφοτέρων ψευδῶνἔσται τὸ συμπέρασμα ἀληθές, εἴπερ ἐνδέχεται τὸ Α καὶτῶι Β καὶ τῶι Γ ὅλωι ὑπάρχειν, τὸ μέντοι Β τινὶ τῶι Γ μὴ |
35 | ἕπεσθαι. ληφθέντος γὰρ τοῦ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ τινὶὑπάρχειν, αἱ μὲν προτάσεις ἀμφότεραι ψευδεῖς, τὸ δὲσυμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶ κατηγορικῆς οὔσης τῆςκαθόλου προτάσεως, τῆς δ᾽ ἐν μέρει στερητικῆς. ἐγχωρεῖ γὰρτὸ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ παντὶ ἕπεσθαι, καὶ τὸ Β |
40 | τινὶ τῶι Γ μὴ ὑπάρχειν, οἷον ζῶιον ἐπιστήμηι μὲν οὐδεμιᾶι ἀν-θρώπωι δὲ παντὶ ἕπεται, ἡ δ᾽ ἐπιστήμη οὐ παντὶ ἀνθρώπωι. |
56b | ἐὰν οὖν ληφθῆι τὸ Α τῶι μὲν Β ὅλωι ὑπάρχειν, τῶι δὲ Γ τινὶμὴ ἕπεσθαι, αἱ μὲν προτάσεις ψευδεῖς, τὸ δὲ συμπέρασμαἀληθές.
4
Ἔσται δὲ καὶ ἐν τῶι ἐσχάτωι σχήματι διὰ ψευδῶν |
5 | ἀληθές, καὶ ἀμφοτέρων ψευδῶν οὐσῶν ὅλων καὶ ἐπί τι ἑκα-τέρας, καὶ τῆς μὲν ἑτέρας ἀληθοῦς ὅλης τῆς δ᾽ ἑτέρας ψευδοῦς,καὶ τῆς μὲν ἐπί τι ψευδοῦς τῆς δ᾽ ὅλης ἀληθοῦς, καὶ ἀνά-παλιν, καὶ ὁσαχῶς ἄλλως ἐγχωρεῖ μεταλαβεῖν τὰς προ-τάσεις. οὐδὲν γὰρ κωλύει μήτε τὸ Α μήτε τὸ Β μηδενὶ τῶι |
10 | Γ ὑπάρχειν, τὸ μέντοι Α τινὶ τῶι Β ὑπάρχειν, οἷον οὔτ᾽ ἄν-θρωπος οὔτε πεζὸν οὐδενὶ ἀψύχωι ἕπεται, ἄνθρωπος μέντοι τινὶπεζῶι ὑπάρχει. ἐὰν οὖν ληφθῆι τὸ Α καὶ τὸ Β παντὶ τῶι Γὑπάρχειν, αἱ μὲν προτάσεις ὅλαι ψευδεῖς, τὸ δὲ συμπέρασμαἀληθές. ὡσαύτως δὲ καὶ τῆς μὲν στερητικῆς τῆς δὲ κα- |
15 | ταφατικῆς οὔσης. ἐγχωρεῖ γὰρ τὸ μὲν Β μηδενὶ τῶι Γ ὑπάρ-χειν, τὸ δὲ Α παντί, καὶ τὸ Α τινὶ τῶι Β μὴ ὑπάρχειν,οἷον τὸ μέλαν οὐδενὶ κύκνωι, ζῶιον δὲ παντί, καὶ τὸ ζῶιον οὐπαντὶ μέλανι. ὥστ᾽ ἂν ληφθῆι τὸ μὲν Β παντὶ τῶι Γ, τὸ δὲΑ μηδενί, τὸ Α τινὶ τῶι Β οὐχ ὑπάρξει· καὶ τὸ μὲν συμ- |
20 | πέρασμα ἀληθές, αἱ δὲ προτάσεις ψευδεῖς. καὶ εἰ ἐπί τιἑκατέρα ψευδής, ἔσται τὸ συμπέρασμα ἀληθές. οὐδὲν γὰρκωλύει καὶ τὸ Α καὶ τὸ Β τινὶ τῶι Γ ὑπάρχειν, καὶ τὸΑ τινὶ τῶι Β, οἷον τὸ λευκὸν καὶ τὸ καλὸν τινὶ ζώιωι ὑπάρ-χει, καὶ τὸ λευκὸν τινὶ καλῶι. ἐὰν οὖν τεθῆι τὸ Α καὶ τὸ |
25 | Β παντὶ τῶι Γ ὑπάρχειν, αἱ μὲν προτάσεις ἐπί τι ψευδεῖς,τὸ δὲ συμπέρασμα ἀληθές. καὶ στερητικῆς δὲ τῆς Α Γ τι-θεμένης ὁμοίως. οὐδὲν γὰρ κωλύει τὸ μὲν Α τινὶ τῶι Γ μὴὑπάρχειν, τὸ δὲ Β τινὶ ὑπάρχειν, καὶ τὸ Α τῶι Β μὴ παντὶὑπάρχειν, οἷον τὸ λευκὸν τινὶ ζώιωι οὐχ ὑπάρχει, τὸ δὲ κα- |
30 | λὸν τινὶ ὑπάρχει, καὶ τὸ λευκὸν οὐ παντὶ καλῶι. ὥστ᾽ ἂνληφθῆι τὸ μὲν Α μηδενὶ τῶι Γ, τὸ δὲ Β παντί, ἀμφότεραιμὲν αἱ προτάσεις ἐπί τι ψευδεῖς, τὸ δὲ συμπέρασμα ἀλη-θές. Ὡσαύτως δὲ καὶ τῆς μὲν ὅλης ψευδοῦς τῆς δ᾽ ὅληςἀληθοῦς λαμβανομένης. ἐγχωρεῖ γὰρ καὶ τὸ Α καὶ τὸ Β |
35 | παντὶ τῶι Γ ἕπεσθαι, τὸ μέντοι Α τινὶ τῶι Β μὴ ὑπάρχειν,οἷον ζῶιον καὶ λευκὸν παντὶ κύκνωι ἕπεται, τὸ μέντοι ζῶιονοὐ παντὶ ὑπάρχει λευκῶι. τεθέντων οὖν ὅρων τοιούτων, ἐὰν ληφθῆιτὸ μὲν Β ὅλωι τῶι Γ ὑπάρχειν, τὸ δὲ Α ὅλωι μὴ ὑπάρχειν,ἡ μὲν Β Γ ὅλη ἔσται ἀληθής, ἡ δὲ Α Γ ὅλη ψευδής, καὶ |
40 | τὸ συμπέρασμα ἀληθές. ὁμοίως δὲ καὶ εἰ τὸ μὲν Β Γ ψεῦ-δος, τὸ δὲ Α Γ ἀληθές· οἱ γὰρ αὐτοὶ ὅροι πρὸς τὴν ἀπό- |
57a | δειξιν [μέλαν – κύκνος – ἄψυχον]. ἀλλὰ καὶ εἰ ἀμφότεραιλαμβάνοιντο καταφατικαί. οὐδὲν γὰρ κωλύει τὸ μὲν Βπαντὶ τῶι Γ ἕπεσθαι, τὸ δὲ Α ὅλωι μὴ ὑπάρχειν, καὶ τὸΑ τινὶ τῶι Β ὑπάρχειν, οἷον κύκνωι παντὶ ζῶιον, μέλαν |
5 | δ᾽ οὐδενὶ κύκνωι, καὶ τὸ μέλαν ὑπάρχει τινὶ ζώιωι. ὥστ᾽ ἂνληφθῆι τὸ Α καὶ τὸ Β παντὶ τῶι Γ ὑπάρχειν, ἡ μὲν Β Γὅλη ἀληθής, ἡ δὲ Α Γ ὅλη ψευδής, καὶ τὸ συμπέρασμαἀληθές. ὁμοίως δὲ καὶ τῆς Α Γ ληφθείσης ἀληθοῦς· διὰγὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις. Πάλιν τῆς μὲν ὅλης ἀλη- |
10 | θοῦς οὔσης, τῆς δ᾽ ἐπί τι ψευδοῦς. ἐγχωρεῖ γὰρ τὸ μὲν Βπαντὶ τῶι Γ ὑπάρχειν, τὸ δὲ Α τινί, καὶ τὸ Α τινὶ τῶι Β,οἷον δίπουν μὲν παντὶ ἀνθρώπωι, καλὸν δ᾽ οὐ παντί, καὶ τὸκαλὸν τινὶ δίποδι ὑπάρχει. ἐὰν οὖν ληφθῆι καὶ τὸ Α καὶτὸ Β ὅλωι τῶι Γ ὑπάρχειν, ἡ μὲν Β Γ ὅλη ἀληθής, ἡ δὲ |
15 | Α Γ ἐπί τι ψευδής, τὸ δὲ συμπέρασμα ἀληθές. ὁμοίως δὲκαὶ τῆς μὲν Α Γ ἀληθοῦς τῆς δὲ Β Γ ἐπί τι ψευδοῦς λαμ-βανομένης· μετατεθέντων γὰρ τῶν αὐτῶν ὅρων ἔσται ἡ ἀπό-δειξις. καὶ τῆς μὲν στερητικῆς τῆς δὲ καταφατικῆς οὔσης.ἐπεὶ γὰρ ἐγχωρεῖ τὸ μὲν Β ὅλωι τῶι Γ ὑπάρχειν, τὸ δὲ Α |
20 | τινί, καὶ ὅταν οὕτως ἔχωσιν, οὐ παντὶ τῶι Β τὸ Α, ἐὰν οὖν λη-φθῆι τὸ μὲν Β ὅλωι τῶι Γ ὑπάρχειν, τὸ δὲ Α μηδενί, ἡμὲν στερητικὴ ἐπί τι ψευδής, ἡ δ᾽ ἑτέρα ὅλη ἀληθὴς καὶ τὸσυμπέρασμα. πάλιν ἐπεὶ δέδεικται ὅτι τοῦ μὲν Α μηδενὶὑπάρχοντος τῶι Γ, τοῦ δὲ Β τινί, ἐγχωρεῖ τὸ Α τινὶ τῶι Β |
25 | μὴ ὑπάρχειν, φανερὸν ὅτι καὶ τῆς μὲν Α Γ ὅλης ἀληθοῦςοὔσης, τῆς δὲ Β Γ ἐπί τι ψευδοῦς, ἐγχωρεῖ τὸ συμπέρασμαεἶναι ἀληθές. ἐὰν γὰρ ληφθῆι τὸ μὲν Α μηδενὶ τῶι Γ, τὸ δὲΒ παντί, ἡ μὲν Α Γ ὅλη ἀληθής, ἡ δὲ Β Γ ἐπί τι ψευδής.Φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν ὅτι πάν- |
30 | τως ἔσται διὰ ψευδῶν ἀληθές. οἱ γὰρ αὐτοὶ ὅροι ληπτέοικαὶ ὅταν καθόλου ὦσιν αἱ προτάσεις, οἱ μὲν ἐν τοῖς κατη-γορικοῖς κατηγορικοί, οἱ δ᾽ ἐν τοῖς στερητικοῖς στερητικοί.οὐδὲν γὰρ διαφέρει μηδενὶ ὑπάρχοντος παντὶ λαβεῖν ὑπάρ-χειν, καὶ τινὶ ὑπάρχοντος καθόλου λαβεῖν ὑπάρχειν, πρὸς |
35 | τὴν τῶν ὅρων ἔκθεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν στερητικῶν.
Φανερὸν οὖν ὅτι ἂν μὲν ἦι τὸ συμπέρασμα ψεῦδος,ἀνάγκη, ἐξ ὧν ὁ λόγος, ψευδῆ εἶναι ἢ πάντα ἢ ἔνια, ὅτανδ᾽ ἀληθές, οὐκ ἀνάγκη ἀληθὲς εἶναι οὔτε τὶ οὔτε πάντα, ἀλλ᾽ἔστι μηδενὸς ὄντος ἀληθοῦς τῶν ἐν τῶι συλλογισμῶι τὸ συμ-πέρασμα ὁμοίως εἶναι ἀληθές· οὐ μὴν ἐξ ἀνάγκης. αἴτιον δ᾽ |
57b | ὅτι ὅταν δύο ἔχηι οὕτω πρὸς ἄλληλα ὥστε θατέρου ὄντος ἐξἀνάγκης εἶναι θάτερον, τούτου μὴ ὄντος μὲν οὐδὲ θάτερον ἔσται,ὄντος δ᾽ οὐκ ἀνάγκη εἶναι θάτερον· τοῦ δ᾽ αὐτοῦ ὄντος καὶ μὴὄντος ἀδύνατον ἐξ ἀνάγκης εἶναι τὸ αὐτό· λέγω δ᾽ οἷον τοῦ |
5 | Α ὄντος λευκοῦ τὸ Β εἶναι μέγα ἐξ ἀνάγκης, καὶ μὴ ὄντοςλευκοῦ τοῦ Α τὸ Β εἶναι μέγα ἐξ ἀνάγκης. ὅταν γὰρ τουδὶ ὄν-τος λευκοῦ, τοῦ Α, τοδὶ ἀνάγκη μέγα εἶναι, τὸ Β, μεγάλουδὲ τοῦ Β ὄντος τὸ Γ μὴ λευκόν, ἀνάγκη, εἰ τὸ Α λευκόν,τὸ Γ μὴ εἶναι λευκόν. καὶ ὅταν δύο ὄντων θατέρου ὄντος |
10 | ἀνάγκη θάτερον εἶναι, τούτου μὴ ὄντος ἀνάγκη τὸ πρῶτον μὴεἶναι. τοῦ δὴ Β μὴ ὄντος μεγάλου τὸ Α οὐχ οἷόν τε λευκὸνεἶναι. τοῦ δὲ Α μὴ ὄντος λευκοῦ εἰ ἀνάγκη τὸ Β μέγα εἶναι,συμβαίνει ἐξ ἀνάγκης τοῦ Β μεγάλου μὴ ὄντος αὐτὸ τὸ Βεἶναι μέγα· τοῦτο δ᾽ ἀδύνατον. εἰ γὰρ τὸ Β μὴ ἔστι μέγα, |
15 | τὸ Α οὐκ ἔσται λευκὸν ἐξ ἀνάγκης. εἰ οὖν μὴ ὄντος τούτου λευ-κοῦ τὸ Β ἔσται μέγα, συμβαίνει, εἰ τὸ Β μὴ ἔστι μέγα,εἶναι μέγα, ὡς διὰ τριῶν.
5
Τὸ δὲ κύκλωι καὶ ἐξ ἀλλήλων δείκνυσθαί ἐστι τὸ διὰτοῦ συμπεράσματος καὶ τοῦ ἀνάπαλιν τῆι κατηγορίαι τὴν |
20 | ἑτέραν λαβόντα πρότασιν συμπεράνασθαι τὴν λοιπήν, ἣνἐλάμβανεν ἐν θατέρωι συλλογισμῶι. οἷον εἰ ἔδει δεῖξαι ὅτιτὸ Α τῶι Γ παντὶ ὑπάρχει, ἔδειξε δὲ διὰ τοῦ Β, πάλιν εἰδεικνύοι ὅτι τὸ Α τῶι Β ὑπάρχει, λαβὼν τὸ μὲν Α τῶι Γὑπάρχειν τὸ δὲ Γ τῶι Β [καὶ τὸ Α τῶι Β]· πρότερον δ᾽ ἀνά- |
25 | παλιν ἔλαβε τὸ Β τῶι Γ ὑπάρχον. ἢ εἰ [ὅτι] τὸ Β τῶι Γ δεῖδεῖξαι ὑπάρχον, εἰ λάβοι τὸ Α κατὰ τοῦ Γ, ὁ ἦν συμπέ-ρασμα, τὸ δὲ Β κατὰ τοῦ Α ὑπάρχειν· πρότερον δ᾽ ἐλή-φθη ἀνάπαλιν τὸ Α κατὰ τοῦ Β. ἄλλως δ᾽ οὐκ ἔστιν ἐξ ἀλ-λήλων δεῖξαι. εἴτε γὰρ ἄλλο μέσον λήψεται, οὐ κύκλωι· |
30 | οὐδὲν γὰρ λαμβάνεται τῶν αὐτῶν· εἴτε τούτων τι, ἀνάγκηθάτερον μόνον· εἰ γὰρ ἄμφω, ταὐτὸν ἔσται συμπέρασμα,δεῖ δ᾽ ἕτερον. Ἐν μὲν οὖν τοῖς μὴ ἀντιστρέφουσιν ἐξ ἀναπο-δείκτου τῆς ἑτέρας προτάσεως γίνεται ὁ συλλογισμός· οὐ γὰρἔστιν ἀποδεῖξαι διὰ τούτων τῶν ὅρων ὅτι τῶι μέσωι τὸ τρίτον |
35 | ὑπάρχει ἢ τῶι πρώτωι τὸ μέσον. ἐν δὲ τοῖς ἀντιστρέφουσινἔστι πάντα δεικνύναι δι᾽ ἀλλήλων, οἷον εἰ τὸ Α καὶ τὸ Βκαὶ τὸ Γ ἀντιστρέφουσιν ἀλλήλοις. δεδείχθω γὰρ τὸ Α Γδιὰ μέσου τοῦ Β, καὶ πάλιν τὸ Α Β διά τε τοῦ συμπερά-σματος καὶ διὰ τῆς Β Γ προτάσεως ἀντιστραφείσης, ὡσαύ-τως δὲ καὶ τὸ Β Γ διά τε τοῦ συμπεράσματος καὶ τῆς Α Β |
58a | προτάσεως ἀντεστραμμένης. δεῖ δὲ τήν τε Γ Β καὶ τὴν Β Απρότασιν ἀποδεῖξαι· ταύταις γὰρ ἀναποδείκτοις κεχρήμεθαμόναις. ἐὰν οὖν ληφθῆι τὸ Β παντὶ τῶι Γ ὑπάρχειν καὶ τὸ Γπαντὶ τῶι Α, συλλογισμὸς ἔσται τοῦ Β πρὸς τὸ Α. πάλιν |
5 | ἐὰν ληφθῆι τὸ μὲν Γ παντὶ τῶι Α, τὸ δὲ Α παντὶ τῶι Β,παντὶ τῶι Β τὸ Γ ἀνάγκη ὑπάρχειν. ἐν ἀμφοτέροις δὴ τού-τοις τοῖς συλλογισμοῖς ἡ Γ Α πρότασις εἴληπται ἀναπό-δεικτος· αἱ γὰρ ἕτεραι δεδειγμέναι ἦσαν. ὥστ᾽ ἂν ταύτηνἀποδείξωμεν, ἅπασαι ἔσονται δεδειγμέναι δι᾽ ἀλλήλων. ἐὰν |
10 | οὖν ληφθῆι τὸ Γ παντὶ τῶι Β καὶ τὸ Β παντὶ τῶι Α ὑπάρ-χειν, ἀμφότεραί τε αἱ προτάσεις ἀποδεδειγμέναι λαμβά-νονται, καὶ τὸ Γ τῶι Α ἀνάγκη ὑπάρχειν. φανερὸν οὖν ὅτιἐν μόνοις τοῖς ἀντιστρέφουσι κύκλωι καὶ δι᾽ ἀλλήλων ἐνδέχε-ται γίνεσθαι τὰς ἀποδείξεις, ἐν δὲ τοῖς ἄλλοις ὡς πρότερον |
15 | εἴπομεν. συμβαίνει δὲ καὶ ἐν τούτοις αὐτῶι τῶι δεικνυμένωιχρῆσθαι πρὸς τὴν ἀπόδειξιν· τὸ μὲν γὰρ Γ κατὰ τοῦ Β καὶτὸ Β κατὰ τοῦ Α δείκνυται ληφθέντος τοῦ Γ κατὰ τοῦ Α λέ-γεσθαι, τὸ δὲ Γ κατὰ τοῦ Α διὰ τούτων δείκνυται τῶν προ-τάσεων, ὥστε τῶι συμπεράσματι χρώμεθα πρὸς τὴν ἀπό- |
20 | δειξιν.
Ἐπὶ δὲ τῶν στερητικῶν συλλογισμῶν ὧδε δείκνυται ἐξἀλλήλων. ἔστω τὸ μὲν Β παντὶ τῶι Γ ὑπάρχειν, τὸ δὲ Α οὐ-δενὶ τῶι Β· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῶι Γ. εἰ δὴ πάλινδεῖ συμπεράνασθαι ὅτι τὸ Α οὐδενὶ τῶι Β, ὁ πάλαι ἔλα- |
25 | βεν, ἔστω τὸ μὲν Α μηδενὶ τῶι Γ, τὸ δὲ Γ παντὶ τῶι Β· οὕτωγὰρ ἀνάπαλιν ἡ πρότασις. εἰ δ᾽ ὅτι τὸ Β τῶι Γ δεῖ συμπε-ράνασθαι, οὐκέθ᾽ ὁμοίως ἀντιστρεπτέον τὸ Α Β (ἡ γὰρ αὐτὴπρότασις, τὸ Β μηδενὶ τῶι Α καὶ τὸ Α μηδενὶ τῶι Β ὑπάρ-χειν), ἀλλὰ ληπτέον, ὧι τὸ Α μηδενὶ ὑπάρχει, τὸ Β παντὶ |
30 | ὑπάρχειν. ἔστω τὸ Α μηδενὶ τῶι Γ ὑπάρχειν, ὅπερ ἦν τὸσυμπέρασμα· ὧι δὲ τὸ Α μηδενί, τὸ Β εἰλήφθω παντὶὑπάρχειν· ἀνάγκη οὖν τὸ Β παντὶ τῶι Γ ὑπάρχειν. ὥστετριῶν ὄντων ἕκαστον συμπέρασμα γέγονε, καὶ τὸ κύκλωιἀποδεικνύναι τοῦτ᾽ ἔστι, τὸ τὸ συμπέρασμα λαμβάνοντα καὶ |
35 | ἀνάπαλιν τὴν ἑτέραν πρότασιν τὴν λοιπὴν συλλογίζεσθαι.
Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν τὴν μὲν καθόλου πρό-τασιν οὐκ ἔστιν ἀποδεῖξαι διὰ τῶν ἑτέρων, τὴν δὲ κατὰ μέ-ρος ἔστιν. ὅτι μὲν οὖν οὐκ ἔστιν ἀποδεῖξαι τὴν καθόλου, φανε-ρόν· τὸ μὲν γὰρ καθόλου δείκνυται διὰ τῶν καθόλου, τὸ δὲ |
40 | συμπέρασμα οὐκ ἔστι καθόλου, δεῖ δ᾽ ἐκ τοῦ συμπεράσμα-τος δεῖξαι καὶ τῆς ἑτέρας προτάσεως. ἔτι ὅλως οὐδὲ γίνεται |
58b | συλλογισμὸς ἀντιστραφείσης τῆς προτάσεως· ἐν μέρει γὰρἀμφότεραι γίνονται αἱ προτάσεις. τὴν δ᾽ ἐπὶ μέρους ἔστιν. δε-δείχθω γὰρ τὸ Α κατὰ τινὸς τοῦ Γ διὰ τοῦ Β. ἐὰν οὖν λη-φθῆι τὸ Β παντὶ τῶι Α καὶ τὸ συμπέρασμα μένηι, τὸ Β τινὶ |
5 | τῶι Γ ὑπάρξει· γίνεται γὰρ τὸ πρῶτον σχῆμα, καὶ τὸ Αμέσον. εἰ δὲ στερητικὸς ὁ συλλογισμός, τὴν μὲν καθόλου πρό-τασιν οὐκ ἔστι δεῖξαι, δι᾽ ὁ καὶ πρότερον ἐλέχθη· τὴν δ᾽ ἐν μέ-ρει ἔστιν, ἐὰν ὁμοίως ἀντιστραφῆι τὸ Α Β ὥσπερ κἀπὶ τῶν κα-θόλου, [οὐκ ἔστι, διὰ προσλήψεως δ᾽ ἔστιν,] οἷον ὧι τὸ Α τινὶ |
10 | μὴ ὑπάρχει, τὸ Β τινὶ ὑπάρχειν· ἄλλως γὰρ οὐ γίνεταισυλλογισμὸς διὰ τὸ ἀποφατικὴν εἶναι τὴν ἐν μέρει πρό-τασιν.
6
Ἐν δὲ τῶι δευτέρωι σχήματι τὸ μὲν καταφατικὸν οὐκἔστι δεῖξαι διὰ τούτου τοῦ τρόπου, τὸ δὲ στερητικὸν ἔστιν. τὸ μὲν |
15 | οὖν κατηγορικὸν οὐ δείκνυται διὰ τὸ μὴ ἀμφοτέρας εἶναιτὰς προτάσεις καταφατικάς· τὸ γὰρ συμπέρασμα στερητι-κόν ἐστι, τὸ δὲ κατηγορικὸν ἐξ ἀμφοτέρων ἐδείκνυτο κατα-φατικῶν. τὸ δὲ στερητικὸν ὧδε δείκνυται. ὑπαρχέτω τὸ Απαντὶ τῶι Β, τῶι δὲ Γ μηδενί· συμπέρασμα τὸ Β οὐδενὶ |
20 | τῶι Γ. ἐὰν οὖν ληφθῆι τὸ Β παντὶ τῶι Α ὑπάρχον, [τῶι δὲ Γμηδενί,] ἀνάγκη τὸ Α μηδενὶ τῶι Γ ὑπάρχειν· γίνεται γὰρτὸ δεύτερον σχῆμα· μέσον τὸ Β. εἰ δὲ τὸ Α Β στερητικὸνἐλήφθη, θάτερον δὲ κατηγορικόν, τὸ πρῶτον ἔσται σχῆμα.τὸ μὲν γὰρ Γ παντὶ τῶι Α, τὸ δὲ Β οὐδενὶ τῶι Γ, ὥστ᾽ οὐ- |
25 | δενὶ τῶι Α τὸ Β· οὐδ᾽ ἄρα τὸ Α τῶι Β. διὰ μὲν οὖν τοῦσυμπεράσματος καὶ τῆς μιᾶς προτάσεως οὐ γίνεται συλ-λογισμός, προσληφθείσης δ᾽ ἑτέρας ἔσται. εἰ δὲ μὴ καθό-λου ὁ συλλογισμός, ἡ μὲν ἐν ὅλωι πρότασις οὐ δείκνυταιδιὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ εἴπομεν καὶ πρότερον, ἡ δ᾽ ἐν μέ- |
30 | ρει δείκνυται, ὅταν ἦι τὸ καθόλου κατηγορικόν· ὑπαρχέτωγὰρ τὸ Α παντὶ τῶι Β, τῶι δὲ Γ μὴ παντί· συμπέρασμα Β Γ.ἐὰν οὖν ληφθῆι τὸ Β παντὶ τῶι Α, τῶι δὲ Γ οὐ παντί, τὸ Ατινὶ τῶι Γ οὐχ ὑπάρξει· μέσον Β. εἰ δ᾽ ἐστὶν ἡ καθόλου στε-ρητική, οὐ δειχθήσεται ἡ Α Γ πρότασις ἀντιστραφέντος τοῦ Α Β· |
35 | συμβαίνει γὰρ ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν πρότασιν γίνεσθαιἀποφατικήν, ὥστ᾽ οὐκ ἔσται συλλογισμός. ἀλλ᾽ ὁμοίωςδειχθήσεται ὡς καὶ ἐπὶ τῶν καθόλου, ἐὰν ληφθῆι, ὧι τὸ Βτινὶ μὴ ὑπάρχει, τὸ Α τινὶ ὑπάρχειν.
7
Ἐπὶ δὲ τοῦ τρίτου σχήματος ὅταν μὲν ἀμφότεραι αἱ |
40 | προτάσεις καθόλου ληφθῶσιν, οὐκ ἐνδέχεται δεῖξαι δι᾽ ἀλλή-λων· τὸ μὲν γὰρ καθόλου δείκνυται διὰ τῶν καθόλου, τὸ |
59a | δ᾽ ἐν τούτωι συμπέρασμα ἀεὶ κατὰ μέρος, ὥστε φανερὸν ὅτιὅλως οὐκ ἐνδέχεται δεῖξαι διὰ τούτου τοῦ σχήματος τὴνκαθόλου πρότασιν. Ἐὰν δ᾽ ἡ μὲν ἦι καθόλου ἡ δ᾽ ἐν μέρει,ποτὲ μὲν ἔσται ποτὲ δ᾽ οὐκ ἔσται. ὅταν μὲν οὖν ἀμφότεραι |
5 | κατηγορικαὶ ληφθῶσι καὶ τὸ καθόλου γένηται πρὸς τῶι ἐλάτ-τονι ἄκρωι, ἔσται, ὅταν δὲ πρὸς θατέρωι, οὐκ ἔσται. ὑπαρ-χέτω γὰρ τὸ Α παντὶ τῶι Γ, τὸ δὲ Β τινί· συμπέρασματὸ Α Β. ἐὰν οὖν ληφθῆι τὸ Γ παντὶ τῶι Α ὑπάρχειν, τὸ μὲνΓ δέδεικται τινὶ τῶι Β ὑπάρχον, τὸ δὲ Β τινὶ τῶι Γ οὐ δέ- |
10 | δεικται. καίτοι ἀνάγκη, εἰ τὸ Γ τινὶ τῶι Β, καὶ τὸ Β τινὶτῶι Γ ὑπάρχειν. ἀλλ᾽ οὐ ταὐτόν ἐστι τόδε τῶιδε καὶ τόδετῶιδε ὑπάρχειν· ἀλλὰ προσληπτέον, εἰ τόδε τινὶ τῶιδε, καὶθάτερον τινὶ τῶιδε. τούτου δὲ ληφθέντος οὐκέτι γίνεται ἐκ τοῦσυμπεράσματος καὶ τῆς ἑτέρας προτάσεως ὁ συλλογισμός. |
15 | εἰ δὲ τὸ Β παντὶ τῶι Γ, τὸ δὲ Α τινὶ τῶι Γ, ἔσται δεῖ-ξαι τὸ Α Γ, ὅταν ληφθῆι τὸ μὲν Γ παντὶ τῶι Β ὑπάρχειν,τὸ δὲ Α τινί. εἰ γὰρ τὸ Γ παντὶ τῶι Β, τὸ δὲ Α τινὶ τῶι Β,ἀνάγκη τὸ Α τινὶ τῶι Γ ὑπάρχειν· μέσον τὸ Β. καὶ ὅταν ἦιἡ μὲν κατηγορικὴ ἡ δὲ στερητική, καθόλου δ᾽ ἡ κατηγορική, |
20 | δειχθήσεται ἡ ἑτέρα. ὑπαρχέτω γὰρ τὸ Β παντὶ τῶι Γ, τὸδὲ Α τινὶ μὴ ὑπαρχέτω· συμπέρασμα ὅτι τὸ Α τινὶ τῶι Βοὐχ ὑπάρχει. ἐὰν οὖν προσληφθῆι τὸ Γ παντὶ τῶι Β ὑπάρ-χειν, ἀνάγκη τὸ Α τινὶ τῶι Γ μὴ ὑπάρχειν· μέσον τὸ Β.ὅταν δ᾽ ἡ στερητικὴ καθόλου γένηται, οὐ δείκνυται ἡ ἑτέρα, |
25 | εἰ μὴ ὥσπερ ἐπὶ τῶν πρότερον, ἐὰν ληφθῆι, ὧι τοῦτο τινὶμὴ ὑπάρχει, θάτερον τινὶ ὑπάρχειν, οἷον εἰ τὸ μὲν Α μη-δενὶ τῶι Γ, τὸ δὲ Β τινί· συμπέρασμα ὅτι τὸ Α τινὶ τῶι Βοὐχ ὑπάρχει. ἐὰν οὖν ληφθῆι, ὧι τὸ Α τινὶ μὴ ὑπάρχει,τὸ Γ τινὶ ὑπάρχειν, ἀνάγκη τὸ Γ τινὶ τῶι Β ὑπάρχειν. ἄλ- |
30 | λως δ᾽ οὐκ ἔστιν ἀντιστρέφοντα τὴν καθόλου πρότασιν δεῖξαιτὴν ἑτέραν· οὐδαμῶς γὰρ ἔσται συλλογισμός.
[Φανερὸν οὖν ὅτι ἐν μὲν τῶι πρώτωι σχήματι ἡ δι᾽ ἀλ-λήλων δεῖξις διά τε τοῦ τρίτου καὶ διὰ τοῦ πρώτου γίνεται σχή-ματος. κατηγορικοῦ μὲν γὰρ ὄντος τοῦ συμπεράσματος διὰ |
35 | τοῦ πρώτου, στερητικοῦ δὲ διὰ τοῦ ἐσχάτου· λαμβάνεταιγάρ, ὧι τοῦτο μηδενί, θάτερον παντὶ ὑπάρχειν. ἐν δὲ τῶι μέσωικαθόλου μὲν ὄντος τοῦ συλλογισμοῦ δι᾽ αὐτοῦ τε καὶ διὰ τοῦπρώτου σχήματος, ὅταν δ᾽ ἐν μέρει, δι᾽ αὐτοῦ τε καὶ τοῦἐσχάτου. ἐν δὲ τῶι τρίτωι δι᾽ αὐτοῦ πάντες. φανερὸν δὲ καὶ |
40 | ὅτι ἐν τῶι τρίτωι καὶ τῶι μέσωι οἱ μὴ δι᾽ αὐτῶν γινόμενοισυλλογισμοὶ ἢ οὐκ εἰσὶ κατὰ τὴν κύκλωι δεῖξιν ἢ ἀτελεῖς.] |