BIBLIOTHECA AUGUSTANA

 

Aristoteles

384 - 322 a. Chr. n.

 

Ἀναλυτικὰ πρότερα

 

Βιβλίον Α´ 30 - 46

 

________________________________________________________

 

 

 

30

 

Ἡ μὲν οὖν ὁδὸς κατὰ πάντων ἡ αὐτὴ καὶ περὶ φι-

λοσοφίαν καὶ περὶ τέχνην ὁποιανοῦν καὶ μάθημα· δεῖ γὰρ

5

τὰ ὑπάρχοντα καὶ οἷς ὑπάρχει περὶ ἑκάτερον ἀθρεῖν, καὶ

τούτων ὡς πλείστων εὐπορεῖν, καὶ ταῦτα διὰ τῶν τριῶν ὅρων

σκοπεῖν, ἀνασκευάζοντα μὲν ὡδί, κατασκευάζοντα δὲ ὡδί,

κατὰ μὲν ἀλήθειαν ἐκ τῶν κατ᾽ ἀλήθειαν διαγεγραμμένων

ὑπάρχειν, εἰς δὲ τοὺς διαλεκτικοὺς συλλογισμοὺς ἐκ τῶν κατὰ

10

δόξαν προτάσεων. αἱ δ᾽ ἀρχαὶ τῶν συλλογισμῶν καθόλου

μὲν εἴρηνται, ὃν τρόπον τ᾽ ἔχουσι καὶ ὃν τρόπον δεῖ θηρεύ-

ειν αὐτάς, ὅπως μὴ βλέπωμεν εἰς ἅπαντα τὰ λεγόμενα,

μηδ᾽ εἰς ταὐτὰ κατασκευάζοντες καὶ ἀνασκευάζοντες, μηδὲ

κατασκευάζοντές τε κατὰ παντὸς ἢ τινὸς καὶ ἀνασκευάζον-

15

τες ἀπὸ πάντων ἢ τινῶν, ἀλλ᾽ εἰς ἐλάττω καὶ ὡρισμένα,

καθ᾽ ἕκαστον δὲ ἐκλέγειν τῶν ὄντων, οἷον περὶ ἀγαθοῦ ἢ

ἐπιστήμης. ἴδιαι δὲ καθ᾽ ἑκάστην αἱ πλεῖσται. διὸ τὰς

μὲν ἀρχὰς τὰς περὶ ἕκαστον ἐμπειρίας ἐστὶ παραδοῦναι,

λέγω δ᾽ οἷον τὴν ἀστρολογικὴν μὲν ἐμπειρίαν τῆς ἀστρολογι-

20

κῆς ἐπιστήμης (ληφθέντων γὰρ ἱκανῶς τῶν φαινομένων οὕτως

εὑρέθησαν αἱ ἀστρολογικαὶ ἀποδείξεισ), ὁμοίως δὲ καὶ περὶ

ἄλλην ὁποιανοῦν ἔχει τέχνην τε καὶ ἐπιστήμην· ὥστ᾽ ἐὰν ληφθῆι

τὰ ὑπάρχοντα περὶ ἕκαστον, ἡμέτερον ἤδη τὰς ἀποδείξεις

ἑτοίμως ἐμφανίζειν. εἰ γὰρ μηδὲν κατὰ τὴν ἱστορίαν παρα-

25

λειφθείη τῶν ἀληθῶς ὑπαρχόντων τοῖς πράγμασιν, ἕξομεν

περὶ ἅπαντος οὗ μὲν ἔστιν ἀπόδειξις, ταύτην εὑρεῖν καὶ ἀπο-

δεικνύναι, οὗ δὲ μὴ πέφυκεν ἀπόδειξις, τοῦτο ποιεῖν φανερόν.

 

Καθόλου μὲν οὖν, ὃν δεῖ τρόπον τὰς προτάσεις ἐκλέ-

γειν, εἴρηται σχεδόν· δι᾽ ἀκριβείας δὲ διεληλύθαμεν ἐν τῆι

30

πραγματείαι τῆι περὶ τὴν διαλεκτικήν.

 

 

31

 

Ὅτι δ᾽ ἡ διὰ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν

ἐστι τῆς εἰρημένης μεθόδου, ῥάιδιον ἰδεῖν· ἔστι γὰρ ἡ διαίρε-

σις οἷον ἀσθενὴς συλλογισμός· ὁ μὲν γὰρ δεῖ δεῖξαι αἰ-

τεῖται, συλλογίζεται δ᾽ ἀεί τι τῶν ἄνωθεν. πρῶτον δ᾽ αὐτὸ

35

τοῦτο ἐλελήθει τοὺς χρωμένους αὐτῆι πάντας, καὶ πείθειν

ἐπεχείρουν ὡς ὄντος δυνατοῦ περὶ οὐσίας ἀπόδειξιν γενέσθαι

καὶ τοῦ τί ἐστιν. ὥστ᾽ οὔτε ὅ τι ἐνδέχεται συλλογίσασθαι

διαιρουμένοις ξυνίεσαν, οὔτε ὅτι οὕτως ἐνεδέχετο ὥσπερ εἰ-

ρήκαμεν. ἐν μὲν οὖν ταῖς ἀποδείξεσιν, ὅταν δέηι τι συλλο-

γίσασθαι ὑπάρχειν, δεῖ τὸ μέσον, δι᾽ οὗ γίνεται ὁ συλλο-

46b

γισμός, καὶ ἧττον ἀεὶ εἶναι καὶ μὴ καθόλου τοῦ πρώτου

τῶν ἄκρων· ἡ δὲ διαίρεσις τοὐναντίον βούλεται· τὸ γὰρ κα-

θόλου λαμβάνει μέσον. ἔστω γὰρ ζῶιον ἐφ᾽ οὗ Α, τὸ

δὲ θνητὸν ἐφ᾽ οὗ Β, καὶ ἀθάνατον ἐφ᾽ οὗ Γ, ὁ δ᾽ ἄνθρω-

5

πος, οὗ τὸν λόγον δεῖ λαβεῖν, ἐφ᾽ οὗ τὸ Δ. ἅπαν δὴ ζῶιον

λαμβάνει ἢ θνητὸν ἢ ἀθάνατον· τοῦτο δ᾽ ἐστίν, ὁ ἂν ἦι Α,

ἅπαν εἶναι ἢ Β ἢ Γ. πάλιν τὸν ἄνθρωπον ἀεὶ διαιρούμενος

τίθεται ζῶιον εἶναι, ὥστε κατὰ τοῦ Δ τὸ Α λαμβάνει ὑπάρ-

χειν. ὁ μὲν οὖν συλλογισμός ἐστιν ὅτι τὸ Δ ἢ Β ἢ Γ ἅπαν

10

ἔσται, ὥστε τὸν ἄνθρωπον ἢ θνητὸν μὲν ἢ ἀθάνατον ἀναγ-

καῖον εἶναι, ζῶιον θνητὸν δὲ οὐκ ἀναγκαῖον, ἀλλ᾽ αἰτεῖται·

τοῦτο δ᾽ ἦν ὁ ἔδει συλλογίσασθαι. καὶ πάλιν θέμενος τὸ

μὲν Α ζῶιον θνητόν, ἐφ᾽ οὗ δὲ τὸ Β ὑπόπουν, ἐφ᾽ οὗ δὲ

τὸ Γ ἄπουν, τὸν δ᾽ ἄνθρωπον τὸ Δ, ὡσαύτως λαμβάνει

15

τὸ μὲν Α ἤτοι ἐν τῶι Β ἢ ἐν τῶι Γ εἶναι (ἅπαν γὰρ ζῶιον

θνητὸν ἢ ὑπόπουν ἢ ἄπουν ἐστί), κατὰ δὲ τοῦ Δ τὸ Α (τὸν

γὰρ ἄνθρωπον ζῶιον θνητὸν εἶναι ἔλαβεν)· ὥσθ᾽ ὑπόπουν μὲν

ἢ ἄπουν εἶναι ζῶιον ἀνάγκη τὸν ἄνθρωπον, ὑπόπουν δ᾽ οὐκ

ἀνάγκη, ἀλλὰ λαμβάνει· τοῦτο δ᾽ ἦν ὁ ἔδει πάλιν δεῖξαι.

20

καὶ τοῦτον δὴ τὸν τρόπον ἀεὶ διαιρουμένοις τὸ μὲν καθόλου

συμβαίνει αὐτοῖς μέσον λαμβάνειν, καθ᾽ οὗ δ᾽ ἔδει δεῖξαι

καὶ τὰς διαφορὰς ἄκρα. τέλος δέ, ὅτι τοῦτ᾽ ἔστιν ἄνθρωπος

ἢ ὅ τι ποτ᾽ ἂν ἦι τὸ ζητούμενον, οὐδὲν λέγουσι σαφὲς ὥστ᾽

ἀναγκαῖον εἶναι· καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦνται πᾶσαν,

25

οὐδὲ τὰς ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν.

 

Φανερὸν δ᾽ ὅτι οὔτ᾽ ἀνασκευάσαι ταύτηι τῆι μεθόδωι ἔστιν, οὔτε

περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι, οὔτε περὶ γέ-

νους, οὔτ᾽ ἐν οἷς ἀγνοεῖται τὸ πότερον ὡδὶ ἢ ὡδὶ ἔχει, οἷον

ἆρ᾽ ἡ διάμετρος ἀσύμμετρος ἢ σύμμετρος. ἐὰν γὰρ λάβηι ὅτι ἅπαν

30

μῆκος ἢ σύμμετρον ἢ ἀσύμμετρον, ἡ δὲ διάμετρος μῆκος,

συλλελόγισται ὅτι ἀσύμμετρος ἢ σύμμετρος ἡ διάμε-

τρος. εἰ δὲ λήψεται ἀσύμμετρον, ὁ ἔδει συλλογίσασθαι

λήψεται. οὐκ ἄρα ἔστι δεῖξαι· ἡ μὲν γὰρ ὁδὸς αὕτη, διὰ

ταύτης δ᾽ οὐκ ἔστιν. τὸ ἀσύμμετρον ἢ σύμμετρον ἐφ᾽ οὗ

35

Α, μῆκος Β, διάμετρος Γ. φανερὸν οὖν ὅτι οὔτε πρὸς πᾶ-

σαν σκέψιν ἁρμόζει τῆς ζητήσεως ὁ τρόπος, οὔτ᾽ ἐν οἷς μά-

λιστα δοκεῖ πρέπειν, ἐν τούτοις ἐστὶ χρήσιμος.

 

 

32

 

Ἐκ τίνων μὲν οὖν αἱ ἀποδείξεις γίνονται καὶ πῶς,

καὶ εἰς ὁποῖα βλεπτέον καθ᾽ ἕκαστον πρόβλημα, φανερὸν

ἐκ τῶν εἰρημένων· πῶς δ᾽ ἀνάξομεν τοὺς συλλογισμοὺς εἰς

47a

τὰ προειρημένα σχήματα, λεκτέον ἂν εἴη μετὰ ταῦτα·

λοιπὸν γὰρ ἔτι τοῦτο τῆς σκέψεως. εἰ γὰρ τήν τε γένεσιν

τῶν συλλογισμῶν θεωροῖμεν καὶ τοῦ εὑρίσκειν ἔχοιμεν δύνα-

μιν, ἔτι δὲ τοὺς γεγενημένους ἀναλύοιμεν εἰς τὰ προειρημένα

5

σχήματα, τέλος ἂν ἔχοι ἡ ἐξ ἀρχῆς πρόθεσις. συμβήσε-

ται δ᾽ ἅμα καὶ τὰ πρότερον εἰρημένα ἐπιβεβαιοῦσθαι καὶ

φανερώτερα εἶναι ὅτι οὕτως ἔχει, διὰ τῶν νῦν λεχθησομέ-

νων· δεῖ γὰρ πᾶν τὸ ἀληθὲς αὐτὸ ἑαυτῶι ὁμολογούμενον

εἶναι πάντηι.

 

10

Πρῶτον μὲν οὖν δεῖ πειρᾶσθαι τὰς δύο προτάσεις ἐκ-

λαμβάνειν τοῦ συλλογισμοῦ (ῥᾶιον γὰρ εἰς τὰ μείζω διε-

λεῖν ἢ τὰ ἐλάττω, μείζω δὲ τὰ συγκείμενα ἢ ἐξ ὧν),

εἶτα σκοπεῖν ποτέρα ἐν ὅλωι καὶ ποτέρα ἐν μέρει, καί, εἰ

μὴ ἄμφω εἰλημμέναι εἶεν, αὐτὸν τιθέναι τὴν ἑτέραν. ἐνίοτε

15

γὰρ τὴν καθόλου προτείναντες τὴν ἐν ταύτηι οὐ λαμβάνου-

σιν, οὔτε γράφοντες οὔτ᾽ ἐρωτῶντες· ἢ ταύτας μὲν προτεί-

νουσι, δι᾽ ὧν δ᾽ αὗται περαίνονται, παραλείπουσιν, ἄλλα

δὲ μάτην ἐρωτῶσιν. σκεπτέον οὖν εἴ τι περίεργον εἴληπται

καὶ εἴ τι τῶν ἀναγκαίων παραλέλειπται, καὶ τὸ μὲν θετέον

20

τὸ δ᾽ ἀφαιρετέον, ἕως ἂν ἔλθηι εἰς τὰς δύο προτάσεις·

ἄνευ γὰρ τούτων οὐκ ἔστιν ἀναγαγεῖν τοὺς οὕτως ἠρωτημένους λό-

γους. ἐνίων μὲν οὖν ῥάιδιον ἰδεῖν τὸ ἐνδεές, ἔνιοι δὲ λανθάνουσι

καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαί-

νειν ἐκ τῶν κειμένων, οἷον εἰ ληφθείη μὴ οὐσίας ἀναιρουμέ-

25

νης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δ᾽ ἐστὶν ἀναιρουμένων, καὶ

τὸ ἐκ τούτων φθείρεσθαι· τούτων γὰρ τεθέντων ἀναγκαῖον

μὲν τὸ οὐσίας μέρος εἶναι οὐσίαν, οὐ μὴν συλλελόγισται διὰ

τῶν εἰλημμένων, ἀλλ᾽ ἐλλείπουσι προτάσεις. πάλιν εἰ ἀν-

θρώπου ὄντος ἀνάγκη ζῶιον εἶναι καὶ ζώιου οὐσίαν, ἀνθρώπου

30

ὄντος ἀνάγκη οὐσίαν εἶναι· ἀλλ᾽ οὔπω συλλελόγισται· οὐ γὰρ

ἔχουσιν αἱ προτάσεις ὡς εἴπομεν. Ἀπατώμεθα δ᾽ ἐν τοῖς τοι-

ούτοις διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων, ὅτι

καὶ ὁ συλλογισμὸς ἀναγκαῖόν ἐστιν. ἐπὶ πλέον δὲ τὸ ἀναγ-

35

καῖον ἢ ὁ συλλογισμός· ὁ μὲν γὰρ συλλογισμὸς πᾶς ἀναγ-

καῖον, τὸ δ᾽ ἀναγκαῖον οὐ πᾶν συλλογισμός. ὥστ᾽ οὐκ εἴ τι

συμβαίνει τεθέντων τινῶν, πειρατέον ἀνάγειν εὐθύς, ἀλλὰ

πρῶτον ληπτέον τὰς δύο προτάσεις, εἶθ᾽ οὕτω διαιρετέον εἰς

τοὺς ὅρους, μέσον δὲ θετέον τῶν ὅρων τὸν ἐν ἀμφοτέραις

ταῖς προτάσεσι λεγόμενον· ἀνάγκη γὰρ τὸ μέσον ἐν ἀμ-

φοτέραις ὑπάρχειν ἐν ἅπασι τοῖς σχήμασιν. Ἐὰν μὲν οὖν

47b

κατηγορῆι καὶ κατηγορῆται τὸ μέσον, ἢ αὐτὸ μὲν κατη-

γορῆι, ἄλλο δ᾽ ἐκείνου ἀπαρνῆται, τὸ πρῶτον ἔσται σχῆμα·

ἐὰν δὲ καὶ κατηγορῆι καὶ ἀπαρνῆται ἀπό τινος, τὸ μέσον·

ἐὰν δ᾽ ἄλλα ἐκείνου κατηγορῆται, ἢ τὸ μὲν ἀπαρνῆται τὸ

5

δὲ κατηγορῆται, τὸ ἔσχατον. οὕτω γὰρ εἶχεν ἐν ἑκάστωι

σχήματι τὸ μέσον. ὁμοίως δὲ καὶ ἐὰν μὴ καθόλου ὦσιν

αἱ προτάσεις· ὁ γὰρ αὐτὸς διορισμὸς τοῦ μέσου. φανερὸν οὖν

ὡς ἐν ὧι λόγωι μὴ λέγεται ταὐτὸ πλεονάκις, ὅτι οὐ γίνεται

συλλογισμός· οὐ γὰρ εἴληπται μέσον. ἐπεὶ δ᾽ ἔχομεν ποῖον

10

ἐν ἑκάστωι σχήματι περαίνεται τῶν προβλημάτων, καὶ ἐν

τίνι τὸ καθόλου καὶ ἐν ποίωι τὸ ἐν μέρει, φανερὸν ὡς οὐκ

εἰς ἅπαντα τὰ σχήματα βλεπτέον, ἀλλ᾽ ἑκάστου προβλή-

ματος εἰς τὸ οἰκεῖον. ὅσα δ᾽ ἐν πλείοσι περαίνεται, τῆι τοῦ

μέσου θέσει γνωριοῦμεν τὸ σχῆμα.

 

 

33

 

15

Πολλάκις μὲν οὖν ἀπατᾶσθαι συμβαίνει περὶ τοὺς συλ-

λογισμοὺς διὰ τὸ ἀναγκαῖον, ὥσπερ εἴρηται πρότερον, ἐνίοτε

δὲ παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· ὅπερ οὐ χρὴ

λανθάνειν ἡμᾶς. οἷον εἰ τὸ Α κατὰ τοῦ Β λέγεται καὶ τὸ Β

κατὰ τοῦ Γ· δόξειε γὰρ ἂν οὕτως ἐχόντων τῶν ὅρων εἶναι

20

συλλογισμός, οὐ γίνεται δ᾽ οὔτ᾽ ἀναγκαῖον οὐδὲν οὔτε συλλο-

γισμός. ἔστω γὰρ ἐφ᾽ ὧι Α τὸ ἀεὶ εἶναι, ἐφ᾽ ὧι δὲ Β δια-

νοητὸς Ἀριστομένης, τὸ δ᾽ ἐφ᾽ ὧι Γ Ἀριστομένης. ἀληθὲς δὴ τὸ

Α τῶι Β ὑπάρχειν· ἀεὶ γάρ ἐστι διανοητὸς Ἀριστομένης.

ἀλλὰ καὶ τὸ Β τῶι Γ· ὁ γὰρ Ἀριστομένης ἐστὶ διανοητὸς

25

Ἀριστομένης. τὸ δ᾽ Α τῶι Γ οὐχ ὑπάρχει· φθαρτὸς γάρ

ἐστιν ὁ Ἀριστομένης. οὐ γὰρ ἐγίνετο συλλογισμὸς οὕτως

ἐχόντων τῶν ὅρων, ἀλλ᾽ ἔδει καθόλου τὴν Α Β ληφθῆναι

πρότασιν. τοῦτο δὲ ψεῦδος, τὸ ἀξιοῦν πάντα τὸν διανοητὸν

Ἀριστομένην ἀεὶ εἶναι, φθαρτοῦ ὄντος Ἀριστομένους. πάλιν

30

ἔστω τὸ μὲν ἐφ᾽ ὧι Γ Μίκκαλος, τὸ δ᾽ ἐφ᾽ ὧι Β μουσικὸς

Μίκκαλος, ἐφ᾽ ὧι δὲ τὸ Α τὸ φθείρεσθαι αὔριον. ἀληθὲς

δὴ τὸ Β τοῦ Γ κατηγορεῖν· ὁ γὰρ Μίκκαλός ἐστι μουσικὸς

Μίκκαλος. ἀλλὰ καὶ τὸ Α τοῦ Β· φθείροιτο γὰρ ἂν αὔ-

ριον μουσικὸς Μίκκαλος. τὸ δέ γε Α τοῦ Γ ψεῦδος. τοῦτο

35

δὴ ταὐτόν ἐστι τῶι πρότερον· οὐ γὰρ ἀληθὲς καθόλου, Μίκ-

καλος μουσικὸς ὅτι φθείρεται αὔριον· τούτου δὲ μὴ λη-

φθέντος οὐκ ἦν συλλογισμός.

 

 

34

 

Αὕτη μὲν οὖν ἡ ἀπάτη γίνεται ἐν τῶι παρὰ μικρόν·

ὡς γὰρ οὐδὲν διαφέρον εἰπεῖν τόδε τῶιδε ὑπάρχειν ἢ τόδε

τῶιδε παντὶ ὑπάρχειν, συγχωροῦμεν. πολλάκις δὲ διαψεύ-

48a

δεσθαι συμπεσεῖται παρὰ τὸ μὴ καλῶς ἐκτίθεσθαι τοὺς

κατὰ τὴν πρότασιν ὅρους, οἷον εἰ τὸ μὲν Α εἴη ὑγίεια, τὸ

δ᾽ ἐφ᾽ ὧι Β νόσος, ἐφ᾽ ὧι δὲ Γ ἄνθρωπος. ἀληθὲς γὰρ εἰ-

πεῖν ὅτι τὸ Α οὐδενὶ τῶι Β ἐνδέχεται ὑπάρχειν (οὐδεμιᾶι

5

γὰρ νόσωι ὑγίεια ὑπάρχει), καὶ πάλιν ὅτι τὸ Β παντὶ τῶι

Γ ὑπάρχει (πᾶς γὰρ ἄνθρωπος δεκτικὸς νόσου). δόξειεν ἂν

οὖν συμβαίνειν μηδενὶ ἀνθρώπωι ἐνδέχεσθαι ὑγίειαν ὑπάρ-

χειν. τούτου δ᾽ αἴτιον τὸ μὴ καλῶς ἐκκεῖσθαι τοὺς ὅρους

κατὰ τὴν λέξιν, ἐπεὶ μεταληφθέντων τῶν κατὰ τὰς ἕξεις

10

οὐκ ἔσται συλλογισμός, οἷον ἀντὶ μὲν τῆς ὑγιείας εἰ τεθείη

τὸ ὑγιαῖνον, ἀντὶ δὲ τῆς νόσου τὸ νοσοῦν. οὐ γὰρ ἀληθὲς

εἰπεῖν ὡς οὐκ ἐνδέχεται τῶι νοσοῦντι τὸ ὑγιαίνειν ὑπάρξαι.

τούτου δὲ μὴ ληφθέντος οὐ γίνεται συλλογισμός, εἰ μὴ τοῦ

ἐνδέχεσθαι· τοῦτο δ᾽ οὐκ ἀδύνατον· ἐνδέχεται γὰρ μηδενὶ

15

ἀνθρώπωι ὑπάρχειν ὑγίειαν. πάλιν ἐπὶ τοῦ μέσου σχήματος

ὁμοίως ἔσται τὸ ψεῦδος· τὴν γὰρ ὑγίειαν νόσωι μὲν οὐδεμιᾶι

ἀνθρώπωι δὲ παντὶ ἐνδέχεται ὑπάρχειν, ὥστ᾽ οὐδενὶ ἀνθρώπωι

νόσον. ἐν δὲ τῶι τρίτωι σχήματι κατὰ τὸ ἐνδέχεσθαι συμ-

βαίνει τὸ ψεῦδος, καὶ γὰρ ὑγίειαν καὶ νόσον καὶ ἐπιστή-

20

μην καὶ ἄγνοιαν καὶ ὅλως τὰ ἐναντία τῶι αὐτῶι ἐνδέχεται

ὑπάρχειν, ἀλλήλοις δ᾽ ἀδύνατον. τοῦτο δ᾽ ἀνομολογούμενον

τοῖς προειρημένοις· ὅτε γὰρ τῶι αὐτῶι πλείω ἐνεδέχετο ὑπάρ-

χειν, ἐνεδέχετο καὶ ἀλλήλοις.

 

Φανερὸν οὖν ὅτι ἐν ἅπασι τούτοις ἡ ἀπάτη γίνεται παρὰ

25

τὴν τῶν ὅρων ἔκθεσιν· μεταληφθέντων γὰρ τῶν κατὰ τὰς

ἕξεις οὐδὲν γίνεται ψεῦδος. δῆλον οὖν ὅτι κατὰ τὰς τοιαύτας

προτάσεις ἀεὶ τὸ κατὰ τὴν ἕξιν ἀντὶ τῆς ἕξεως μεταλη-

πτέον καὶ θετέον ὅρον.

 

35

 

Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι·

30

πολλάκις γὰρ ἔσονται λόγοι οἷς οὐ κεῖται ὄνομα· διὸ χα-

λεπὸν ἀνάγειν τοὺς τοιούτους συλλογισμούς. ἐνίοτε δὲ καὶ ἀπα-

τᾶσθαι συμβήσεται διὰ τὴν τοιαύτην ζήτησιν, οἷον ὅτι τῶν

ἀμέσων ἔστι συλλογισμός. ἔστω τὸ Α δύο ὀρθαί, τὸ ἐφ᾽ ὧι

Β τρίγωνον, ἐφ᾽ ὧι δὲ Γ ἰσοσκελές. τῶι μὲν οὖν Γ ὑπάρχει

35

τὸ Α διὰ τὸ Β, τῶι δὲ Β οὐκέτι δι᾽ ἄλλο (καθ᾽ αὑτὸ γὰρ

τὸ τρίγωνον ἔχει δύο ὀρθάσ), ὥστ᾽ οὐκ ἔσται μέσον τοῦ Α Β,

ἀποδεικτοῦ ὄντος. φανερὸν γὰρ ὅτι τὸ μέσον οὐχ οὕτως ἀεὶ

ληπτέον ὡς τόδε τι, ἀλλ᾽ ἐνίοτε λόγον, ὅπερ συμβαίνει κἀπὶ

τοῦ λεχθέντος.

 

 

36

 

40

Τὸ δὲ ὑπάρχειν τὸ πρῶτον τῶι μέσωι καὶ τοῦτο τῶι

ἄκρωι οὐ δεῖ λαμβάνειν ὡς αἰεὶ κατηγορηθησομένων ἀλλή-

48b

λων ἢ ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχά-

του. καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν δ᾽ ὡσαύτως. ἀλλ᾽ ὁσαχῶς

τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο, τοσαυ-

ταχῶς οἴεσθαι χρὴ σημαίνειν καὶ τὸ ὑπάρχειν. οἷον ὅτι

5

τῶν ἐναντίων ἔστι μία ἐπιστήμη. ἔστω γὰρ τὸ Α τὸ μίαν

εἶναι ἐπιστήμην, τὰ ἐναντία ἀλλήλοις ἐφ᾽ οὗ Β. τὸ δὴ Α

τῶι Β ὑπάρχει οὐχ ὥστε τὰ ἐναντία [τὸ] μίαν εἶναι [αὐτῶν]

ἐπιστήμην, ἀλλ᾽ ὅτι ἀληθὲς εἰπεῖν κατ᾽ αὐτῶν μίαν εἶναι

αὐτῶν ἐπιστήμην.

 

10

Συμβαίνει δ᾽ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέ-

γεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι, οἷον εἰ

ἡ σοφία ἐστὶν ἐπιστήμη, τοῦ δ᾽ ἀγαθοῦ ἐστὶν ἡ σοφία, συμ-

πέρασμα ὅτι τοῦ ἀγαθοῦ ἔστιν ἐπιστήμη· τὸ μὲν δὴ ἀγαθὸν

οὐκ ἔστιν ἐπιστήμη, ἡ δὲ σοφία ἐστὶν ἐπιστήμη. ὁτὲ δὲ τὸ

15

μὲν μέσον ἐπὶ τοῦ τρίτου λέγεται, τὸ δὲ πρῶτον ἐπὶ τοῦ μέ-

σου οὐ λέγεται, οἷον εἰ τοῦ ποιοῦ παντὸς ἔστιν ἐπιστήμη ἢ

ἐναντίου, τὸ δ᾽ ἀγαθὸν καὶ ἐναντίον καὶ ποιόν, συμπέρασμα

μὲν ὅτι τοῦ ἀγαθοῦ ἔστιν ἐπιστήμη, οὐκ ἔστι δὲ τὸ ἀγαθὸν ἐπι-

στήμη οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ἐναντίον, ἀλλὰ τὸ ἀγαθὸν ταῦτα.

20

ἔστι δὲ μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ

τρίτου, τοῦ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ

λεγομένου. οἷον εἰ οὗ ἐπιστήμη ἔστιν, ἔστι τούτου γένος, τοῦ δ᾽

ἀγαθοῦ ἔστιν ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἔστι γένος·

κατηγορεῖται δ᾽ οὐδὲν κατ᾽ οὐδενός. εἰ δ᾽ οὗ ἔστιν ἐπιστήμη,

25

γένος ἐστὶ τοῦτο, τοῦ δ᾽ ἀγαθοῦ ἔστιν ἐπιστήμη, συμπέρασμα

ὅτι τἀγαθόν ἐστι γένος· κατὰ μὲν δὴ τοῦ ἄκρου κατηγορεῖ-

ται τὸ πρῶτον, κατ᾽ ἀλλήλων δ᾽ οὐ λέγεται. Τὸν αὐτὸν δὴ

τρόπον καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον. οὐ γὰρ ἀεὶ ση-

μαίνει τὸ μὴ ὑπάρχειν τόδε τῶιδε μὴ εἶναι τόδε τόδε, ἀλλ᾽

30

ἐνίοτε τὸ μὴ εἶναι τόδε τοῦδε ἢ τόδε τῶιδε, οἷον ὅτι οὐκ ἔστι

κινήσεως κίνησις ἢ γενέσεως γένεσις, ἡδονῆς δ᾽ ἔστιν· οὐκ ἄρα

ἡ ἡδονὴ γένεσις. ἢ πάλιν ὅτι γέλωτος μὲν ἔστι σημεῖον, ση-

μείου δ᾽ οὐκ ἔστι σημεῖον, ὥστ᾽ οὐ σημεῖον ὁ γέλως. ὁμοίως

δὲ κἀν τοῖς ἄλλοις ἐν ὅσοις ἀναιρεῖται τὸ πρόβλημα τῶι

35

λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος. πάλιν ὅτι ὁ καιρὸς οὐκ

ἔστι χρόνος δέων· θεῶι γὰρ καιρὸς μὲν ἔστι, χρόνος δ᾽ οὐκ

ἔστι δέων διὰ τὸ μηδὲν εἶναι θεῶι ὠφέλιμον. ὅρους μὲν γὰρ

θετέον καιρὸν καὶ χρόνον δέοντα καὶ θεόν, τὴν δὲ πρότασιν

ληπτέον κατὰ τὴν τοῦ ὀνόματος πτῶσιν. ἁπλῶς γὰρ τοῦτο

40

λέγομεν κατὰ πάντων, ὅτι τοὺς μὲν ὅρους ἀεὶ θετέον κατὰ

τὰς κλήσεις τῶν ὀνομάτων, οἷον ἄνθρωπος ἢ ἀγαθόν ἢ ἐναν-

49a

τία, οὐκ ἀνθρώπου ἢ ἀγαθοῦ ἢ ἐναντίων, τὰς δὲ προτάσεις

ληπτέον κατὰ τὰς ἑκάστου πτώσεις· ἢ γὰρ ὅτι τούτωι, οἷον

τὸ ἴσον, ἢ ὅτι τούτου, οἷον τὸ διπλάσιον, ἢ ὅτι τοῦτο, οἷον

τὸ τύπτον ἢ ὁρῶν, ἢ ὅτι οὗτος, οἷον ὁ ἄνθρωπος ζῶιον, ἢ

5

εἴ πως ἄλλως πίπτει τοὔνομα κατὰ τὴν πρότασιν.

 

 

37

 

Τὸ δ᾽ ὑπάρχειν τόδε τῶιδε καὶ τὸ ἀληθεύεσθαι τόδε

κατὰ τοῦδε τοσαυταχῶς ληπτέον ὁσαχῶς αἱ κατηγορίαι

διήιρηνται, καὶ ταύτας ἢ πῆι ἢ ἁπλῶς, ἔτι ἢ ἁπλᾶς ἢ συμ-

πεπλεγμένας· ὁμοίως δὲ καὶ τὸ μὴ ὑπάρχειν. ἐπισκεπτέον

10

δὲ ταῦτα καὶ διοριστέον βέλτιον.

 

 

38

 

Τὸ δ᾽ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῶι

πρώτωι ἄκρωι θετέον, οὐ πρὸς τῶι μέσωι. λέγω δ᾽ οἷον εἰ γέ-

νοιτο συλλογισμὸς ὅτι τῆς δικαιοσύνης ἔστιν ἐπιστήμη ὅτι

ἀγαθόν, τὸ ὅτι ἀγαθόν ἢ ἧι ἀγαθόν πρὸς τῶι πρώτωι θετέον.

15

ἔστω γὰρ τὸ Α ἐπιστήμη ὅτι ἀγαθόν, ἐφ᾽ ὧι δὲ Β ἀγαθόν,

ἐφ᾽ ὧι δὲ Γ δικαιοσύνη. τὸ δὴ Α ἀληθὲς τοῦ Β κατηγορῆ-

σαι· τοῦ γὰρ ἀγαθοῦ ἔστιν ἐπιστήμη ὅτι ἀγαθόν. ἀλλὰ καὶ

τὸ Β τοῦ Γ· ἡ γὰρ δικαιοσύνη ὅπερ ἀγαθόν. οὕτω μὲν οὖν γί-

νεται ἀνάλυσις. εἰ δὲ πρὸς τῶι Β τεθείη τὸ ὅτι ἀγαθόν, οὐκ

20

ἔσται· τὸ μὲν γὰρ Α κατὰ τοῦ Β ἀληθὲς ἔσται, τὸ δὲ Β

κατὰ τοῦ Γ οὐκ ἀληθὲς ἔσται· τὸ γὰρ ἀγαθὸν ὅτι ἀγαθὸν

κατηγορεῖν τῆς δικαιοσύνης ψεῦδος καὶ οὐ συνετόν. ὁμοίως δὲ

καὶ εἰ τὸ ὑγιεινὸν δειχθείη ὅτι ἔστιν ἐπιστητὸν ἧι ἀγαθόν, ἢ

τραγέλαφος ἧι μὴ ὄν, ἢ ὁ ἄνθρωπος φθαρτὸν ἧι

25

αἰσθητόν· ἐν ἅπασι γὰρ τοῖς ἐπικατηγορουμένοις πρὸς τῶι

ἄκρωι τὴν ἐπαναδίπλωσιν θετέον.

 

Οὐχ ἡ αὐτὴ δὲ θέσις τῶν ὅρων ὅταν ἁπλῶς τι συλ-

λογισθῆι καὶ ὅταν τόδε τι ἢ πῆι ἢ πώς, λέγω δ᾽ οἷον ὅταν

τἀγαθὸν ἐπιστητὸν δειχθῆι καὶ ὅταν ἐπιστητὸν ὅτι ἀγα-

30

θόν· ἀλλ᾽ εἰ μὲν ἁπλῶς ἐπιστητὸν δέδεικται, μέσον θετέον τὸ

ὄν, εἰ δ᾽ ὅτι ἀγαθόν, τὸ τὶ ὄν. ἔστω γὰρ τὸ μὲν Α ἐπιστήμη

ὅτι τὶ ὄν, ἐφ᾽ ὧι δὲ Β ὄν τι, τὸ δ᾽ ἐφ᾽ ὧι Γ ἀγαθόν. ἀλη-

θὲς δὴ τὸ Α τοῦ Β κατηγορεῖν· ἦν γὰρ ἐπιστήμη τοῦ τινὸς ὄν-

τος ὅτι τὶ ὄν. ἀλλὰ καὶ τὸ Β τοῦ Γ· τὸ γὰρ ἐφ᾽ ὧι Γ ὄν

35

τι. ὥστε καὶ τὸ Α τοῦ Γ· ἔσται ἄρα ἐπιστήμη τἀγαθοῦ ὅτι

ἀγαθόν· ἦν γὰρ τὸ τὶ ὂν τῆς ἰδίου σημεῖον οὐσίας. εἰ δὲ τὸ

ὂν μέσον ἐτέθη καὶ πρὸς τῶι ἄκρωι τὸ ὂν ἁπλῶς καὶ μὴ τὸ

τὶ ὂν ἐλέχθη, οὐκ ἂν ἦν συλλογισμὸς ὅτι ἔστιν ἐπιστήμη τἀ-

γαθοῦ ὅτι ἀγαθόν, ἀλλ᾽ ὅτι ὄν, οἷον ἐφ᾽ ὧι τὸ Α ἐπιστήμη

49b

ὅτι ὄν, ἐφ᾽ ὧι Β ὄν, ἐφ᾽ ὧι Γ ἀγαθόν. φανερὸν οὖν ὅτι ἐν

τοῖς ἐν μέρει συλλογισμοῖς οὕτως ληπτέον τοὺς ὅρους.

 

39

 

Δεῖ δὲ καὶ μεταλαμβάνειν ἃ τὸ αὐτὸ δύναται, ὀνό-

ματα ἀντ᾽ ὀνομάτων καὶ λόγους ἀντὶ λόγων καὶ ὄνομα καὶ

5

λόγον, καὶ ἀεὶ ἀντὶ τοῦ λόγου τοὔνομα λαμβάνειν· ῥάιων γὰρ

ἡ τῶν ὅρων ἔκθεσις. οἷον εἰ μηδὲν διαφέρει εἰπεῖν τὸ ὑπολη-

πτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ἢ μὴ εἶναι ὅπερ ὑποληπτόν

τι τὸ δοξαστόν (ταὐτὸν γὰρ τὸ σημαινόμενον), ἀντὶ τοῦ λόγου

τοῦ λεχθέντος τὸ ὑποληπτὸν καὶ τὸ δοξαστὸν ὅρους θετέον.

 

 

40

 

10

Ἐπεὶ δ᾽ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν καὶ

τὸ εἶναι τὴν ἡδονὴν τὸ ἀγαθόν, οὐχ ὁμοίως θετέον τοὺς ὅρους,

ἀλλ᾽ εἰ μέν ἐστιν ὁ συλλογισμὸς ὅτι ἡ ἡδονὴ τἀγαθόν, τἀ-

γαθόν, εἰ δ᾽ ὅτι ἀγαθόν, ἀγαθόν. οὕτως κἀπὶ τῶν ἄλλων.

 

 

41

 

Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ᾽ εἶναι οὔτ᾽ εἰπεῖν, ὅτι ὧι τὸ Β

15

ὑπάρχει, τούτωι παντὶ τὸ Α ὑπάρχει, καὶ τὸ εἰπεῖν τὸ ὧι

παντὶ τὸ Β ὑπάρχει, καὶ τὸ Α παντὶ ὑπάρχει· οὐδὲν γὰρ

κωλύει τὸ Β τῶι Γ ὑπάρχειν, μὴ παντὶ δέ. οἷον ἔστω τὸ Β

καλόν, τὸ δὲ Γ λευκόν. εἰ δὴ λευκῶι τινὶ ὑπάρχει καλόν,

ἀληθὲς εἰπεῖν ὅτι τῶι λευκῶι ὑπάρχει καλόν· ἀλλ᾽ οὐ παντὶ

20

ἴσως. εἰ μὲν οὖν τὸ Α τῶι Β ὑπάρχει, μὴ παντὶ δὲ καθ᾽ οὗ

τὸ Β, οὔτ᾽ εἰ παντὶ τῶι Γ τὸ Β, οὔτ᾽ εἰ μόνον ὑπάρχει,

ἀνάγκη τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλ᾽ οὐδ᾽ ὑπάρχειν. εἰ δὲ

καθ᾽ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς, τούτωι παντὶ ὑπάρχει,

συμβήσεται τὸ Α, καθ᾽ οὗ παντὸς τὸ Β λέγεται, κατὰ

25

τούτου παντὸς λέγεσθαι. εἰ μέντοι τὸ Α λέγεται καθ᾽ οὗ ἂν

τὸ Β λέγηται κατὰ παντός, οὐδὲν κωλύει τῶι Γ ὑπάρχειν

τὸ Β, μὴ παντὶ δὲ τὸ Α ἢ ὅλως μὴ ὑπάρχειν. ἐν δὴ τοῖς

τρισὶν ὅροις δῆλον ὅτι τὸ καθ᾽ οὗ τὸ Β παντὸς τὸ Α λέγε-

σθαι τοῦτ᾽ ἔστι, καθ᾽ ὅσων τὸ Β λέγεται, κατὰ πάντων λέ-

30

γεσθαι καὶ τὸ Α. καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ

Α οὕτως· εἰ δὲ μὴ κατὰ παντός, οὐκ ἀνάγκη τὸ Α κατὰ

παντός.

 

Οὐ δεῖ δ᾽ οἴεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι συμβαίνειν

ἄτοπον· οὐδὲν γὰρ προσχρώμεθα τῶι τόδε τι εἶναι, ἀλλ᾽

35

ὥσπερ ὁ γεωμέτρης τὴν ποδιαίαν καὶ εὐθεῖαν τήνδε καὶ

ἀπλατῆ εἶναι λέγει οὐκ οὔσας, ἀλλ᾽ οὐχ οὕτως χρῆται ὡς

ἐκ τούτων συλλογιζόμενος. ὅλως γὰρ ὁ μὴ ἔστιν ὡς ὅλον

πρὸς μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον, ἐξ

οὐδενὸς τῶν τοιούτων δείκνυσιν ὁ δεικνύων, ὥστε οὐδὲ γίνεται

50a

συλλογισμός. τῶι δ᾽ ἐκτίθεσθαι οὕτω χρώμεθα ὥσπερ καὶ

τῶι αἰσθάνεσθαι, τὸν μανθάνοντ᾽ ἀλέγοντες· οὐ γὰρ οὕτως ὡς

ἄνευ τούτων οὐχ οἷόν τ᾽ ἀποδειχθῆναι, ὥσπερ ἐξ ὧν ὁ συλ-

λογισμός.

 

 

42

 

5

Μὴ λανθανέτω δ᾽ ἡμᾶς ὅτι ἐν τῶι αὐτῶι συλλογισμῶι

οὐχ ἅπαντα τὰ συμπεράσματα δι᾽ ἑνὸς σχήματός ἐστιν,

ἀλλὰ τὸ μὲν διὰ τούτου τὸ δὲ δι᾽ ἄλλου. δῆλον οὖν ὅτι καὶ

τὰς ἀναλύσεις οὕτω ποιητέον. ἐπεὶ δ᾽ οὐ πᾶν πρόβλημα ἐν

ἅπαντι σχήματι ἀλλ᾽ ἐν ἑκάστωι τεταγμένα, φανερὸν ἐκ τοῦ

10

συμπεράσματος ἐν ὧι σχήματι ζητητέον.

 

 

43

 

Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγ-

χάνουσι διειλεγμένοι τῶν ἐν τῶι ὅρωι, πρὸς ὁ διείλεκται θε-

τέον ὅρον, καὶ οὐ τὸν ἅπαντα λόγον· ἧττον γὰρ συμβήσε-

ται ταράττεσθαι διὰ τὸ μῆκος, οἷον εἰ τὸ ὕδωρ ἔδειξεν ὅτι

15

ὑγρὸν ποτόν, τὸ ποτὸν καὶ τὸ ὕδωρ ὅρους θετέον.

 

 

44

 

Ἔτι δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατέον

ἀνάγειν· οὐ γὰρ ἔστιν ἐκ τῶν κειμένων ἀνάγειν. οὐ γὰρ διὰ

συλλογισμοῦ δεδειγμένοι εἰσίν, ἀλλὰ διὰ συνθήκης ὡμο-

λογημένοι πάντες. οἷον εἰ ὑποθέμενος, ἂν δύναμίς τις μία

20

μὴ ἦι τῶν ἐναντίων, μηδ᾽ ἐπιστήμην μίαν εἶναι, εἶτα διαλε-

χθείη ὅτι οὐκ ἔστι πᾶσα δύναμις τῶν ἐναντίων, οἱονεὶ τοῦ ὑγιεινοῦ

καὶ τοῦ νοσώδους· ἅμα γὰρ ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νο-

σῶδες. ὅτι μὲν οὖν οὐκ ἔστι μία πάντων τῶν ἐναντίων δύναμις,

ἐπιδέδεικται, ὅτι δ᾽ ἐπιστήμη οὐκ ἔστιν, οὐ δέδεικται. καίτοι

25

ὁμολογεῖν ἀναγκαῖον· ἀλλ᾽ οὐκ ἐκ συλλογισμοῦ, ἀλλ᾽ ἐξ

ὑποθέσεως. τοῦτον μὲν οὖν οὐκ ἔστιν ἀναγαγεῖν, ὅτι δ᾽ οὐ μία

δύναμις, ἔστιν· οὗτος γὰρ ἴσως καὶ ἦν συλλογισμός, ἐκεῖνο

δ᾽ ὑπόθεσις.

 

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν διὰ τοῦ ἀδυνάτου περαινομένων·

30

οὐδὲ γὰρ τούτους οὐκ ἔστιν ἀναλύειν, ἀλλὰ τὴν μὲν εἰς τὸ ἀδύ-

νατον ἀπαγωγὴν ἔστι (συλλογισμῶι γὰρ δείκνυται), θάτερον

δ᾽ οὐκ ἔστιν· ἐξ ὑποθέσεως γὰρ περαίνεται. διαφέρουσι δὲ

τῶν προειρημένων ὅτι ἐν ἐκείνοις μὲν δεῖ προδιομολογήσα-

σθαι, εἰ μέλλει συμφήσειν, οἷον ἂν δειχθῆι μία δύναμις

35

τῶν ἐναντίων, καὶ ἐπιστήμην εἶναι τὴν αὐτήν· ἐνταῦθα δὲ καὶ

μὴ προδιομολογησάμενοι συγχωροῦσι διὰ τὸ φανερὸν εἶναι

τὸ ψεῦδος, οἷον τεθείσης τῆς διαμέτρου συμμέτρου τὸ τὰ

περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις.

 

Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὓς

ἐπισκέψασθαι δεῖ καὶ διασημῆναι καθαρῶς. τίνες μὲν οὖν αἱ

50b

διαφοραὶ τούτων, καὶ ποσαχῶς γίνεται τὸ ἐξ ὑποθέσεως,

ὕστερον ἐροῦμεν· νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω φανερόν, ὅτι οὐκ ἔστιν

ἀναλύειν εἰς τὰ σχήματα τοὺς τοιούτους συλλογισμούς. καὶ

δι᾽ ἣν αἰτίαν, εἰρήκαμεν.

 

 

45

 

5

Ὅσα δ᾽ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλη-

μάτων, ἢν ἐν θατέρωι συλλογισθῆι, ἔστιν ἀναγαγεῖν τὸν συλ-

λογισμὸν εἰς θάτερον, οἷον τὸν ἐν τῶι πρώτωι στερητικὸν εἰς τὸ

δεύτερον, καὶ τὸν ἐν τῶι μέσωι εἰς τὸ πρῶτον, οὐχ ἅπαντας

δὲ ἀλλ᾽ ἐνίους. ἔσται δὲ φανερὸν ἐν τοῖς ἑπομένοις. εἰ γὰρ

10

τὸ Α μηδενὶ τῶι Β, τὸ δὲ Β παντὶ τῶι Γ, τὸ Α οὐδενὶ τῶι

Γ. οὕτω μὲν οὖν τὸ πρῶτον σχῆμα, ἐὰν δ᾽ ἀντιστραφῆι τὸ

στερητικόν, τὸ μέσον ἔσται· τὸ γὰρ Β τῶι μὲν Α οὐδενί, τῶι

δὲ Γ παντὶ ὑπάρχει. ὁμοίως δὲ καὶ εἰ μὴ καθόλου ἀλλ᾽ ἐν

μέρει ὁ συλλογισμός, οἷον εἰ τὸ μὲν Α μηδενὶ τῶι Β, τὸ δὲ

15

Β τινὶ τῶι Γ· ἀντιστραφέντος γὰρ τοῦ στερητικοῦ τὸ μέσον

ἔσται σχῆμα.

 

Τῶν δ᾽ ἐν τῶι δευτέρωι συλλογισμῶν οἱ μὲν καθόλου

ἀναχθήσονται εἰς τὸ πρῶτον, τῶν δ᾽ ἐν μέρει ἅτερος μόνος.

ἔστω γὰρ τὸ Α τῶι μὲν Β μηδενὶ τῶι δὲ Γ παντὶ ὑπάρχον.

20

ἀντιστραφέντος οὖν τοῦ στερητικοῦ τὸ πρῶτον ἔσται σχῆμα· τὸ

μὲν γὰρ Β οὐδενὶ τῶι Α, τὸ δὲ Α παντὶ τῶι Γ ὑπάρξει. ἐὰν

δὲ τὸ κατηγορικὸν ἦι πρὸς τῶι Β, τὸ δὲ στερητικὸν πρὸς τῶι

Γ, πρῶτον ὅρον θετέον τὸ Γ· τοῦτο γὰρ οὐδενὶ τῶι Α, τὸ δὲ

Α παντὶ τῶι Β· ὥστ᾽ οὐδενὶ τῶι Β τὸ Γ. οὐδ᾽ ἄρα τὸ Β τῶι Γ

25

οὐδενί· ἀντιστρέφει γὰρ τὸ στερητικόν. ἐὰν δ᾽ ἐν μέρει ἦι ὁ

συλλογισμός, ὅταν μὲν ἦι τὸ στερητικὸν πρὸς τῶι μείζονι

ἄκρωι, ἀναχθήσεται εἰς τὸ πρῶτον, οἷον εἰ τὸ Α μηδενὶ τῶι

Β, τῶι δὲ Γ τινί· ἀντιστραφέντος γὰρ τοῦ στερητικοῦ τὸ πρῶ-

τον ἔσται σχῆμα· τὸ μὲν γὰρ Β οὐδενὶ τῶι Α, τὸ δὲ Α τινὶ

30

τῶι Γ. ὅταν δὲ τὸ κατηγορικόν, οὐκ ἀναλυθήσεται, οἷον εἰ τὸ

Α τῶι μὲν Β παντί, τῶι δὲ Γ οὐ παντί· οὔτε γὰρ δέχεται

ἀντιστροφὴν τὸ Α Β, οὔτε γενομένης ἔσται συλλογισμός.

 

Πάλιν οἱ μὲν ἐν τῶι τρίτωι σχήματι οὐκ ἀναλυθήσον-

ται πάντες εἰς τὸ πρῶτον, οἱ δ᾽ ἐν τῶι πρώτωι πάντες εἰς τὸ

35

τρίτον. ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῶι Β, τὸ δὲ Β τινὶ τῶι

Γ. οὐκοῦν ἐπειδὴ ἀντιστρέφει τὸ ἐν μέρει κατηγορικόν, ὑπάρ-

ξει τὸ Γ τινὶ τῶι Β· τὸ δὲ Α παντὶ ὑπῆρχεν, ὥστε γίνεται

τὸ τρίτον σχῆμα. καὶ εἰ στερητικὸς ὁ συλλογισμός, ὡσαύ-

τως· ἀντιστρέφει γὰρ τὸ ἐν μέρει κατηγορικόν, ὥστε τὸ μὲν

Α οὐδενὶ τῶι Β, τὸ δὲ Γ τινὶ ὑπάρξει.

 

51a

Τῶν δ᾽ ἐν τῶι τελευταίωι σχήματι συλλογισμῶν εἷς

μόνος οὐκ ἀναλύεται εἰς τὸ πρῶτον, ὅταν μὴ καθόλου τεθῆι

τὸ στερητικόν, οἱ δ᾽ ἄλλοι πάντες ἀναλύονται. κατηγορείσθω

γὰρ παντὸς τοῦ Γ τὸ Α καὶ τὸ Β· οὐκοῦν ἀντιστρέψει τὸ Γ

5

πρὸς ἑκάτερον ἐπὶ μέρους· ὑπάρχει ἄρα τινὶ τῶι Β. ὥστ᾽

ἔσται τὸ πρῶτον σχῆμα, εἰ τὸ μὲν Α παντὶ τῶι Γ, τὸ δὲ

Γ τινὶ τῶι Β. καὶ εἰ τὸ μὲν Α παντὶ τῶι Γ, τὸ δὲ Β τινί,

ὁ αὐτὸς λόγος· ἀντιστρέφει γὰρ πρὸς τὸ Β τὸ Γ. ἐὰν δὲ

τὸ μὲν Β παντὶ τῶι Γ, τὸ δὲ Α τινὶ τῶι Γ, πρῶτος ὅρος

10

θετέος τὸ Β· τὸ γὰρ Β παντὶ τῶι Γ, τὸ δὲ Γ τινὶ τῶι Α, ὥστε

τὸ Β τινὶ τῶι Α. ἐπεὶ δ᾽ ἀντιστρέφει τὸ ἐν μέρει, καὶ τὸ Α

τινὶ τῶι Β ὑπάρξει. καὶ εἰ στερητικὸς ὁ συλλογισμός, κα-

θάλου τῶν ὅρων ὄντων, ὁμοίως ληπτέον. ὑπαρχέτω γὰρ τὸ

Β παντὶ τῶι Γ, τὸ δὲ Α μηδενί· οὐκοῦν τινὶ τῶι Β ὑπάρξει

15

τὸ Γ, τὸ δὲ Α οὐδενὶ τῶι Γ, ὥστ᾽ ἔσται μέσον τὸ Γ. ὁμοίως

δὲ καὶ εἰ τὸ μὲν στερητικὸν καθόλου, τὸ δὲ κατηγορικὸν ἐν

μέρει· τὸ μὲν γὰρ Α οὐδενὶ τῶι Γ, τὸ δὲ Γ τινὶ τῶν Β ὑπάρ-

ξει. ἐὰν δ᾽ ἐν μέρει ληφθῆι τὸ στερητικόν, οὐκ ἔσται ἀνάλυ-

σις, οἷον εἰ τὸ μὲν Β παντὶ τῶι Γ, τὸ δὲ Α τινὶ μὴ ὑπάρ-

20

χει· ἀντιστραφέντος γὰρ τοῦ Β Γ ἀμφότεραι αἱ προτάσεις

ἔσονται κατὰ μέρος.

 

Φανερὸν δὲ καὶ ὅτι πρὸς τὸ ἀναλύειν εἰς ἄλληλα τὰ

σχήματα ἡ πρὸς τῶι ἐλάττονι ἄκρωι πρότασις ἀντιστρεπτέα

ἐν ἀμφοτέροις τοῖς σχήμασι· ταύτης γὰρ μετατιθεμένης

25

ἡ μετάβασις ἐγίνετο.

 

Τῶν δ᾽ ἐν τῶι μέσωι σχήματι ἅτερος μὲν ἀναλύεται,

ἅτερος δ᾽ οὐκ ἀναλύεται, εἰς τὸ τρίτον. ὅταν μὲν γὰρ ἦι τὸ

καθόλου στερητικόν, ἀναλύεται. εἰ γὰρ τὸ Α μηδενὶ τῶι Β,

τῶι δὲ Γ τινί, ἀμφότερα ὁμοίως ἀντιστρέφει πρὸς τὸ Α,

30

ὥστε τὸ μὲν Β οὐδενὶ τῶι Α, τὸ δὲ Γ τινί· μέσον ἄρα τὸ Α.

ὅταν δὲ τὸ Α παντὶ τῶι Β, τῶι δὲ Γ τινὶ μὴ ὑπάρχηι, οὐκ

ἔσται ἀνάλυσις· οὐδετέρα γὰρ τῶν προτάσεων ἐκ τῆς ἀντι-

στροφῆς καθόλου.

 

Καὶ οἱ ἐκ τοῦ τρίτου δὲ σχήματος ἀναλυθήσονται εἰς

35

τὸ μέσον, ὅταν ἦι καθόλου τὸ στερητικόν, οἷον εἰ τὸ Α μη-

δενὶ τῶι Γ, τὸ δὲ Β τινὶ ἢ παντί. καὶ γὰρ τὸ Γ τῶι μὲν Α

οὐδενί, τῶι δὲ Β τινὶ ὑπάρξει. ἐὰν δ᾽ ἐπὶ μέρους ἦι τὸ στε-

ρητικόν, οὐκ ἀναλυθήσεται· οὐ γὰρ δέχεται ἀντιστροφὴν τὸ

ἐν μέρει ἀποφατικόν.

 

40

Φανερὸν οὖν ὅτι οἱ αὐτοὶ συλλογισμοὶ οὐκ ἀναλύονται

ἐν τούτοις τοῖς σχήμασιν οἵπερ οὐδ᾽ εἰς τὸ πρῶτον ἀνελύοντο,

51b

καὶ ὅτι εἰς τὸ πρῶτον σχῆμα τῶν συλλογισμῶν ἀναγομέ-

νων οὗτοι μόνοι διὰ τοῦ ἀδυνάτου περαίνονται.

 

 

46

 

Πῶς μὲν οὖν δεῖ τοὺς συλλογισμοὺς ἀνάγειν, καὶ ὅτι

ἀναλύεται τὰ σχήματα εἰς ἄλληλα, φανερὸν ἐκ τῶν εἰ-

5

ρημένων. διαφέρει δέ τι ἐν τῶι κατασκευάζειν ἢ ἀνασκευά-

ζειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ

εἶναι τοδὶ καὶ εἶναι μὴ τοῦτο, οἷον τὸ μὴ εἶναι λευκὸν τῶι

εἶναι μὴ λευκόν. οὐ γὰρ ταὐτὸν σημαίνει, οὐδ᾽ ἔστιν ἀπό-

φασις τοῦ εἶναι λευκὸν τὸ εἶναι μὴ λευκόν, ἀλλὰ τὸ μὴ

10

εἶναι λευκόν. λόγος δὲ τούτου ὅδε. ὁμοίως γὰρ ἔχει τὸ δύ-

ναται βαδίζειν πρὸς τὸ δύναται οὐ βαδίζειν τῶι ἔστι λευκόν

πρὸς τὸ ἔστιν οὐ λευκόν, καὶ ἐπίσταται τἀγαθόν πρὸς τὸ

ἐπίσταται τὸ οὐκ ἀγαθόν. τὸ γὰρ ἐπίσταται τἀγαθόν ἢ ἔστιν

ἐπιστάμενος τἀγαθόν οὐδὲν διαφέρει, οὐδὲ τὸ δύναται βαδί-

15

ζειν ἢ ἔστι δυνάμενος βαδίζειν· ὥστε καὶ τὰ ἀντικείμενα,

οὐ δύναται βαδίζειν – οὐκ ἔστι δυνάμενος βαδίζειν. εἰ οὖν τὸ

οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνά-

μενος οὐ βαδίζειν ἢ μὴ βαδίζειν, ταῦτά γε ἅμα ὑπάρξει

ταὐτῶι (ὁ γὰρ αὐτὸς δύναται καὶ βαδίζειν καὶ μὴ βαδί-

20

ζειν, καὶ ἐπιστήμων τἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ ἐστί), φάσις

δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῶι

αὐτῶι. ὥσπερ οὖν οὐ ταὐτό ἐστι τὸ μὴ ἐπίστασθαι τἀγαθὸν

καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, οὐδ᾽ εἶναι μὴ ἀγαθὸν καὶ

μὴ εἶναι ἀγαθὸν ταὐτόν. τῶν γὰρ ἀνάλογον ἐὰν θάτερα

25

ἦι ἕτερα, καὶ θάτερα. οὐδὲ τὸ εἶναι μὴ ἴσον καὶ τὸ μὴ εἶ-

ναι ἴσον· τῶι μὲν γὰρ ὑπόκειταί τι, τῶι ὄντι μὴ ἴσωι, καὶ

τοῦτ᾽ ἔστι τὸ ἄνισον, τῶι δ᾽ οὐδέν. διόπερ ἴσον μὲν ἢ ἄνισον οὐ

πᾶν, ἴσον δ᾽ ἢ οὐκ ἴσον πᾶν. ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον

καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα ὑπάρχει. εἰ γάρ ἐστι

30

ξύλον οὐ λευκόν, ἔσται ξύλον· τὸ δὲ μὴ ὂν λευκὸν ξύλον οὐκ

ἀνάγκη ξύλον εἶναι. ὥστε φανερὸν ὅτι οὐκ ἔστι τοῦ ἔστιν ἀγα-

θόν τὸ ἔστιν οὐκ ἀγαθόν ἀπόφασις. εἰ οὖν κατὰ παντὸς ἑνὸς

ἢ φάσις ἢ ἀπόφασις ἀληθής, εἰ μὴ ἔστιν ἀπόφασις, δῆ-

λον ὡς κατάφασις ἄν πως εἴη. καταφάσεως δὲ πάσης

35

ἀπόφασις ἔστιν· καὶ ταύτης ἄρα τὸ οὐκ ἔστιν οὐκ ἀγαθόν.

 

Ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα. ἔστω τὸ εἶναι ἀγαθὸν

ἐφ᾽ οὗ Α, τὸ δὲ μὴ εἶναι ἀγαθὸν ἐφ᾽ οὗ Β, τὸ δὲ εἶναι

μὴ ἀγαθὸν ἐφ᾽ οὗ Γ, ὑπὸ τὸ Β, τὸ δὲ μὴ εἶναι μὴ ἀγ-

αθὸν ἐφ᾽ οὗ Δ, ὑπὸ τὸ Α. παντὶ δὴ ὑπάρξει ἢ τὸ Α ἢ τὸ

40

Β, καὶ οὐδενὶ τῶι αὐτῶι· καὶ ἢ τὸ Γ ἢ τὸ Δ, καὶ οὐδενὶ

τῶι αὐτῶι. καὶ ὧι τὸ Γ, ἀνάγκη τὸ Β παντὶ ὑπάρχειν (εἰ

52a

γὰρ ἀληθὲς εἰπεῖν ὅτι ἐστὶν οὐ λευκόν, καὶ ὅτι οὐκ ἔστι λευκὸν

ἀληθές· ἀδύνατον γὰρ ἅμα εἶναι λευκὸν καὶ εἶναι μὴ λευ-

κόν, ἢ εἶναι ξύλον οὐ λευκὸν καὶ εἶναι ξύλον λευκόν, ὥστ᾽

εἰ μὴ ἡ κατάφασις, ἡ ἀπόφασις ὑπάρξει), τῶι δὲ Β τὸ Γ

5

οὐκ ἀεί (ὁ γὰρ ὅλως μὴ ξύλον, οὐδὲ ξύλον ἔσται οὐ λευκόν).

ἀνάπαλιν τοίνυν, ὧι τὸ Α, τὸ Δ παντί (ἢ γὰρ τὸ Γ ἢ τὸ

Δ· ἐπεὶ δ᾽ οὐχ οἷόν τε ἅμα εἶναι μὴ λευκὸν καὶ λευκόν,

τὸ Δ ὑπάρξει· κατὰ γὰρ τοῦ ὄντος λευκοῦ ἀληθὲς εἰπεῖν

ὅτι οὐκ ἔστιν οὐ λευκόν), κατὰ δὲ τοῦ Δ οὐ παντὸς τὸ Α (κατὰ

10

γὰρ τοῦ ὅλως μὴ ὄντος ξύλου οὐκ ἀληθὲς τὸ Α εἰπεῖν, ὡς

ἔστι ξύλον λευκόν, ὥστε τὸ Δ ἀληθές, τὸ δ᾽ Α οὐκ ἀλη-

θές, ὅτι ξύλον λευκόν). δῆλον δ᾽ ὅτι καὶ τὸ Α Γ οὐδενὶ

τῶι αὐτῶι καὶ τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῶι αὐτῶι

ὑπάρξαι.

 

15

Ὁμοίως δ᾽ ἔχουσι καὶ αἱ στερήσεις πρὸς τὰς κατη-

γορίας ταύτηι τῆι θέσει. ἴσον ἐφ᾽ οὗ τὸ Α, οὐκ ἴσον ἐφ᾽ οὗ

Β, ἄνισον ἐφ᾽ οὗ Γ, οὐκ ἄνισον ἐφ᾽ οὗ Δ.

 

Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δ᾽ οὐχ

ὑπάρχει ταὐτόν, ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύοιτ᾽ ἄν, ὅτι

20

οὐκ ἔστι λευκὰ πάντα ἢ ὅτι οὐκ ἔστι λευκὸν ἕκαστον· ὅτι δ᾽

ἐστὶν οὐ λευκὸν ἕκαστον ἢ πάντα ἐστὶν οὐ λευκά, ψεῦδος.

ὁμοίως δὲ καὶ τοῦ ἔστι πᾶν ζῶιον λευκόν οὐ τὸ ἔστιν οὐ λευ-

κὸν ἅπαν ζῶιον ἀπόφασις (ἄμφω γὰρ ψευδεῖσ), ἀλλὰ τὸ

οὐκ ἔστι πᾶν ζῶιον λευκόν. Ἐπεὶ δὲ δῆλον ὅτι ἕτερον σημαί-

25

νει τὸ ἔστιν οὐ λευκόν καὶ οὐκ ἔστι λευκόν, καὶ τὸ μὲν κα-

τάφασις τὸ δ᾽ ἀπόφασις, φανερὸν ὡς οὐχ ὁ αὐτὸς τρόπος

τοῦ δεικνύναι ἑκάτερον, οἷον ὅτι ὁ ἂν ἦι ζῶιον οὐκ ἔστι λευ-

κὸν ἢ ἐνδέχεται μὴ εἶναι λευκόν, καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ

λευκόν· τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν. ἀλλὰ τὸ μὲν

30

ἀληθὲς εἰπεῖν ἔστι λευκόν εἴτε μὴ λευκόν ὁ αὐτὸς τρόπος·

κατασκευαστικῶς γὰρ ἄμφω διὰ τοῦ πρώτου δείκνυται σχή-

ματος· τὸ γὰρ ἀληθὲς τῶι ἔστιν ὁμοίως τάττεται· τοῦ γὰρ

ἀληθὲς εἰπεῖν λευκὸν οὐ τὸ ἀληθὲς εἰπεῖν μὴ λευκὸν ἀπόφα-

σις, ἀλλὰ τὸ μὴ ἀληθὲς εἰπεῖν λευκόν. εἰ δὴ ἔσται ἀληθὲς

35

εἰπεῖν ὁ ἂν ἦι ἄνθρωπος μουσικὸν εἶναι ἢ μὴ μουσικὸν εἶναι,

ὁ ἂν ἦι ζῶιον ληπτέον ἢ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν,

καὶ δέδεικται. τὸ δὲ μὴ εἶναι μουσικὸν ὁ ἂν ἦι ἄνθρωπος, ἀνα-

σκευαστικῶς δείκνυται κατὰ τοὺς εἰρημένους τρόπους τρεῖς.

 

Ἁπλῶς δ᾽ ὅταν οὕτως ἔχηι τὸ Α καὶ τὸ Β ὥσθ᾽ ἅμα

μὲν τῶι αὐτῶι μὴ ἐνδέχεσθαι, παντὶ δὲ ἐξ ἀνάγκης θάτε-

52b

ρον, καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ἕπηται δὲ τῶι Γ

τὸ Α καὶ μὴ ἀντιστρέφηι, καὶ τῶι Β τὸ Δ ἀκολουθήσει καὶ

οὐκ ἀντιστρέψει· καὶ τὸ μὲν Α καὶ Δ ἐνδέχεται τῶι αὐτῶι,

τὸ δὲ Β καὶ Γ οὐκ ἐνδέχεται. πρῶτον μὲν οὖν ὅτι τῶι Β

5

τὸ Δ ἕπεται, ἐνθένδε φανερόν. ἐπεὶ γὰρ παντὶ τῶν Γ Δ

θάτερον ἐξ ἀνάγκης, ὧι δὲ τὸ Β, οὐκ ἐνδέχεται τὸ Γ διὰ

τὸ συνεπιφέρειν τὸ Α, τὸ δὲ Α καὶ Β μὴ ἐνδέχεσθαι τῶι

αὐτῶι, φανερὸν ὅτι τὸ Δ ἀκολουθήσει. πάλιν ἐπεὶ τῶι Α τὸ

Γ οὐκ ἀντιστρέφει, παντὶ δὲ τὸ Γ ἢ τὸ Δ, ἐνδέχεται τὸ Α

10

καὶ τὸ Δ τῶι αὐτῶι ὑπάρχειν. τὸ δέ γε Β καὶ τὸ Γ οὐκ

ἐνδέχεται διὰ τὸ συνακολουθεῖν τῶι Γ τὸ Α· συμβαίνει γάρ

τι ἀδύνατον. φανερὸν οὖν ὅτι οὐδὲ τῶι Δ τὸ Β ἀντιστρέφει,

ἐπείπερ ἐγχωρεῖ ἅμα τὸ Δ καὶ τὸ Α ὑπάρχειν.

 

Συμβαίνει δ᾽ ἐνίοτε καὶ ἐν τῆι τοιαύτηι τάξει τῶν ὅρων

15

ἀπατᾶσθαι διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς ὧν

ἀνάγκη παντὶ θάτερον ὑπάρχειν· οἷον εἰ τὸ Α καὶ τὸ Β μὴ

ἐνδέχεται ἅμα τῶι αὐτῶι, ἀνάγκη δ᾽ ὑπάρχειν, ὧι μὴ θά-

τερον, θάτερον, καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως, ὧι δὲ

τὸ Γ, παντὶ ἕπεται τὸ Α. συμβήσεται γὰρ ὧι τὸ Δ, τὸ Β

20

ὑπάρχειν ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος. εἰλήφθω γὰρ ἀπό-

φασις τῶν Α Β ἡ ἐφ᾽ ὧι Ζ, καὶ πάλιν τῶν Γ Δ ἡ ἐφ᾽

ὧι Θ. ἀνάγκη δὴ παντὶ ἢ τὸ Α ἢ τὸ Ζ· ἢ γὰρ τὴν φά-

σιν ἢ τὴν ἀπόφασιν. καὶ πάλιν ἢ τὸ Γ ἢ τὸ Θ· φάσις

γὰρ καὶ ἀπόφασις. καὶ ὧι τὸ Γ, παντὶ τὸ Α ὑπόκειται.

25

ὥστε ὧι τὸ Ζ, παντὶ τὸ Θ. πάλιν ἐπεὶ τῶν Ζ Β παντὶ θά-

τερον καὶ τῶν Θ Δ ὡσαύτως, ἀκολουθεῖ δὲ τῶι Ζ τὸ Θ,

καὶ τῶι Δ ἀκολουθήσει τὸ Β· τοῦτο γὰρ ἴσμεν. εἰ ἄρα τῶι

Γ τὸ Α, καὶ τῶι Δ τὸ Β. τοῦτο δὲ ψεῦδος· ἀνάπαλιν γὰρ

ἦν ἐν τοῖς οὕτως ἔχουσιν ἡ ἀκολούθησις. οὐ γὰρ ἴσως ἀνάγκη

30

παντὶ τὸ Α ἢ τὸ Ζ, οὐδὲ τὸ Ζ ἢ τὸ Β· οὐ γάρ ἐστιν ἀπό-

φασις τοῦ Α τὸ Ζ. τοῦ γὰρ ἀγαθοῦ τὸ οὐκ ἀγαθὸν ἀπό-

φασις· οὐ ταὐτὸ δ᾽ ἐστὶ τὸ οὐκ ἀγαθὸν τῶι οὔτ᾽ ἀγαθὸν οὔτ᾽

οὐκ ἀγαθόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γ Δ· αἱ γὰρ ἀποφά-

σεις αἱ εἰλημμέναι δύο εἰσίν.