Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XXVIII.
|
|
___________________________________________________
| |
Ἠλακάτη
Γλαύκας ὦ φιλέριθ᾽ ἀλακάτα δῶρον Ἀθανάαςγύναιξιν, νόος οἰκωφελίας αἶσιν ἐπάβολος,θάρσεισ᾽ ἄμμιν ὑμάρτη πόλιν εἰς Νείλεος ἀγλάαν,ὄππα Κύπριδος ἶρον καλάμωι χλῶρον ὑπ᾽ ἀπάλωι | |
5 | τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Διός,ὅππως ξέννον ἔμον τέρψομ᾽ ἴδων κἀντιφιλήσομαι,Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημένανδῶρον Νικιάας εἰς ἀλόχω χέρρας ὀπάσσομεν, |
10 | σὺν τᾶι πόλλα μὲν ἔρρ᾽ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,πόλλα δ᾽ οἶα γύναικες φορέοισ᾽ ὑδάτινα βράκη.δὶς γὰρ ματέρες ἄρνων μαλάκοις ἐν βοτάναι πόκοιςπέξαιντ᾽ αὐτοέτει, Θευγενίδος γ᾽ ἔννεκ᾽ ἐυσφύρω·οὔτως ἀνυσίεργος, φιλέει δ᾽ ὄσσα σαόφρονες. |
15 | οὐ γὰρ εἰς ἀκίρας οὐδ᾽ ἐς ἀέργω κεν ἐβολλόμανὄπασσαί σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθονός.καὶ γάρ τοι πάτρις, ἂν ὡξ Ἐφύρας κτίσσε ποτ᾽ Ἀρχίαςνάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.νῦν μὰν οἶκον ἔχοισ᾽ ἄνερος, ὃς πόλλ᾽ ἐδάη σόφα |
20 | ἀνθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλάλκεμεν,οἰκήσεις κατὰ Μίλλατον ἐράνναν μετ᾽ Ἰαόνων,ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέληι,καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχηις ξένω·κῆνο γάρ τις ἔρει τὦπος ἴδων σ᾽· «ἦ μεγάλα χάρις |
25 | δώρωι σὺν ὀλίγωι· πάντα δὲ τίματα τὰ πὰρ φίλων.» |