BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XXIX.

 

___________________________________________________

 

 

 

Παιδικὰ αἰολικά

αʹ

 

 

«Οἶνος» ὦ φίλε παῖ, λέγεται «καὶ ἀλάθεα·»

κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.

κἠγὼ μὲν τὰ φρένων ἐρέω κέατ᾽ ἐν μύχωι·

οὐκ ὅλας φίλέειν μ᾽ ἐθέλησθ᾽ ἀπὸ καρδίας,

5

γινώσκω· τὸ γὰρ αἴμισυ τᾶς ζοΐας ἔχω 

ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοῖπον ἀπώλετο·

κὤτα μὲν σὺ θέληις, μακάρεσσιν ἴσαν ἄγω

ἀμέραν· ὄτα δ᾽ οὐκ ἐθέληις τύ, μάλ᾽ ἐν σκότωι.

πῶς ταῦτ᾽ ἄρμενα, τὸν φιλέοντ᾽ ὀνίαις δίδων;

10

ἀλλ᾽ εἴ μοί τι πίθοιο νέος προγενεστέρωι, 

τῶι κε λώιον αὖτος ἔχων ἔμ᾽ ἐπαινέσαις.

ποίησον καλιὰν μίαν ἐνν ἔνι δενδρίωι,

ὄππυι μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.

νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχεις κλάδον,

15

ἄλλον δ᾽ αὔριον, ἐξ ἐτέρω δ᾽ ἕτερον μάτης. 

καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,

τῶι δ᾽ εὖθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,

τὸν πρῶτον δὲ φίλεντα τρίταιον ἐθήκαο.

ἀνδρώπων, ὑπὲρ ἀνορέαν δοκέεις πνέειν.

20

φίλη δ᾽, ἆς κε ζόης, τὸν ὕμοιον ἔχειν ἀεί. 

αἰ γὰρ ὦδε πόηις, ἄγαθος μὲν ἀκούσεαι

ἐξ ἄστων· ὀ δέ τοί κ᾽ Ἔρος οὐ χαλέπως ἔχοι,

ὃς ἄνδρων φρένας εὐμαρέως ὐποδάμναται,

κἠμὲ μάλθακον ἐξ ἐπόησε σιδαρίω. 

25

ἀλλὰ πὲρρ ἀπάλω στύματός σε πεδέρχομαι 

ὀμνάσθην, ὅτι πέρρυσιν ἦσθα νεώτερος,

κὤτι γηραλέοι πέλομεν πρὶν ἀπόπτυσαι

καὶ ῥύσοι, νεότατα δ᾽ ἔχειν παλινάγρετον

οὐκ ἔστι· πτέρυγας γὰρ ἐπωμαδίαις φόρει, 

30

κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.

ταῦτα χρή σε νόεντα πέλειν προτιμώτερον,

καί μοι τὠραμένωι συνέραν ἀδόλως σέθεν,

ὅππως, ἄνικα τὰν γένυν ἀνδρεΐαν ἔχηις,

ἀλλάλοισι πελώμεθ᾽ Ἀχιλλέιοι φίλοι. 

35

αἰ δὲ ταῦτα φέρειν ἀνέμοισιν ἐπιτρέπηις,

ἐν θύμωι δὲ λέγης «τί με δαιμόνι᾽ ἐννόχλεις;»

νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλ᾽ ἕνεκεν σέθεν

βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,

τότα δ᾽ οὐδὲ κάλεντος ἐπ᾽ αὐλεΐαις θύραις 

40

προμόλοιμί κε, παυσάμενος χαλέπω πόθω.