Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XXII.
|
|
___________________________________________________
| |
Διόσκουροι
Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζεινχεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα | |
5 | κούρης Θεστιάδος, Λακεδαιμονίους δύ᾽ ἀδελφούς,ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,ἵππων θ᾽ αἱματόεντα ταρασσομένων καθ᾽ ὅμιλον,νηῶν θ᾽, αἳ δύνοντα καὶ οὐρανὸν εἰσανιόνταἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις. |
10 | οἳ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμαἠὲ καὶ ἐκ πρώιρηθεν ἢ ὅππηι θυμὸς ἑκάστουἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δ᾽ ἄρα τοίχουςἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίωι ἄρμενα πάνταεἰκῆι ἀποκλασθέντα· πολὺς δ᾽ ἐξ οὐρανοῦ ὄμβρος |
15 | νυκτὸς ἐφερπούσης· παταγεῖ δ᾽ εὐρεῖα θάλασσα,κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.ἀλλ᾽ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆαςαὐτοῖσιν ναύτηισιν ὀιομένοις θανέεσθαι·αἶψα δ᾽ ἀπολήγοντ᾽ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη |
20 | ἀμ πέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·ἐκ δ᾽ ἄρκτοι τ᾽ ἐφάνησαν ὄνων τ᾽ ἀνὰ μέσσον ἀμαυρήφάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,ἱππῆες κιθαρισταἴ ἀεθλητῆρες ἀοιδοί· |
25 | Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομ᾽ ἀείδειν;ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
Ἣ μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσαςἈργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου,Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα. |
30 | ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξτοίχων ἄνδρες ἔβαινον ᾿Ιησονίης ἀπὸ νηός.ἐκβάντες δ᾽ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴνεὐνάς τ᾽ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.Κάστωρ δ᾽ αἰολόπωλος ὅ τ᾽ οἰνωπὸς Πολυδεύκης |
35 | ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.εὗρον δ᾽ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρηιὕδατι πεπληθυῖαν ἀκηράτωι· αἱ δ᾽ ὑπένερθενλάλλαι κρυστάλλωι ἠδ᾽ ἀργύρωι ἰνδάλλοντο |
40 | ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαιλεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,ἄνθεά τ᾽ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,ὅσσ᾽ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.ἔνθα δ᾽ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε, |
45 | δεινὸς ἰδεῖν, σκληρῆισι τεθλασμένος οὔατα πυγμαῖς·στήθεα δ᾽ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτονσαρκὶ σιδηρείηι σφυρήλατος οἷα κολοσσός.ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπ᾽ ὦμονἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων |
50 | χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ἠιωρεῖτοἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.Χαῖρε ξεῖν᾽, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;
|
55 | χαίρω πῶς, ὅτε τ᾽ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;
Ἄμυκοςθαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδ᾽ ἔοικεν.
Ἄμυκοςτοιόσδ᾽ οἷον ὁρᾶις· τῆς σῆς γέ μεν οὐκ ἐπιβαίνω.
|
60 | ἔλθοις, καὶ ξενίων κε τυχὼν πάλιν οἴκαδ᾽ ἱκάνοις.
Πολυδεύκηςδαιμόνι᾽, οὐδ᾽ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
Πολυδεύκηςἄργυρος ἢ τίς ὁ μισθός; ἐρεῖς, ὧι κέν σε πίθοιμεν.
|
65 | εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.
Ἄμυκοςπὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
Ἄμυκοςἐγγὺς ὁρᾶις· οὐ †γύννις ἐὼν κεκλήσεθ᾽† ὁ πύκτης.
|
70 | ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφ᾽ ὧι δηρισόμεθ᾽ ἄμφω;
Πολυδεύκηςὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
|
75 | ἦ ῥ᾽ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατο κοίλην.οἲ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστουςκόχλου φυσηθέντος ἀλεῖ Βέβρυκες κομόωντες.ὣς δ᾽ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάνταςΜαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ. |
80 | οἳ δ᾽ ἐπεὶ οὖν σπείραισιν ἐκαρτύναντο βοείαιςχεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,ἐς μέσσον σύναγον, φόνον ἀλλήλοισι πνέοντες.ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο· |
85 | ἰδρείηι μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες,βάλλετο δ᾽ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.αὐτὰρ ὅγ᾽ ἐν θυμῶι κεχολωμένος ἵετο πρόσσω,χερσὶ τιτυσκόμενος. τοῦ δ᾽ ἄκρον τύψε γένειονΤυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν, |
90 | σὺν δὲ μάχην ἐτάραξε, πολὺς δ᾽ ἐπέκειτο νενευκώςἐς γαῖαν. Βέβρυκες δ᾽ ἐπαΰτεον, οἳ δ᾽ ἑτέρωθενἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειεχώρωι ἐνὶ στεινῶι Τιτυῶι ἐναλίγκιος ἀνήρ. |
95 | ἤτοι ὅγ᾽ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱόςἀμφοτέρηισιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δ᾽ ὁρμῆςπαῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δ᾽ ἔπτυσεν αἷμαφοίνιον· οἳ δ᾽ ἅμα πάντες ἀριστῆες κελάδησαν, |
100 | ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε,ὄμματα δ᾽ οἰδήσαντος ἀπεστείνωτο προσώπου.τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνύςπάντοθεν· ἀλλ᾽ ὅτε δή μιν ἀμηχανέοντ᾽ ἐνόησε,μέσσης ῥινὸς ὕπερθε κατ᾽ ὀφρύος ἤλασε πυγμῆι, |
105 | πᾶν δ᾽ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὃ πληγείςὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.ἔνθα μάχη δριμεῖα πάλιν γένετ᾽ ὀρθωθέντος,ἀλλήλους δ᾽ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.ἀλλ᾽ ὃ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα |
110 | αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δ᾽ ἀεικέσι πληγαῖςπᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.σάρκες δ᾽ ὧι μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δέαἶψ᾽ ὀλίγος γένετ᾽ ἀνδρός· ὃ δ᾽ αἰεὶ πάσσονα γυῖααὐξομένου φορέεσκε πόνου καὶ χροιῆι ἀμείνω. |
115 | πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δ᾽ ἑτέρων ὑποφήτηςφθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῆι.ἤτοι ὅγε ῥέξαι τι λιλαιόμενος μέγα ἔργονσκαιῆι μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα, |
120 | δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρωι δ᾽ ἐπιβαίνωνδεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα·ἀλλ᾽ ὅγ᾽ ὑπεξανέδυ κεφαλῆι, στιβαρῆι δ᾽ ἅμα χειρίπλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμωι· |
125 | ἐκ δ᾽ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·λαιῆι δὲ στόμα κόψε, πυκνοὶ δ᾽ ἀράβησαν ὀδόντες·αἰεὶ δ᾽ ὀξυτέρωι πιτύλωι δηλεῖτο πρόσωπον,μέχρι συνηλοίησε παρήια. πᾶς δ᾽ ἐπὶ γαίηικεῖτ᾽ ἀλλοφρονέων καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν |
130 | ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,ὃν πατέρ᾽ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,μήποτ᾽ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
|
135 | Καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
Τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱώδοιὰς Λευκίπποιο κόρας· δισσὼ δ᾽ ἄρα τώγεἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷ᾽ Ἀφαρῆος, |
140 | γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας.ἀλλ᾽ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,ἐκ δίφρων ἅμα πάντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν,ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.Λυγκεὺς δ᾽ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγ᾽ ἀύσας· |
145 | «δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δ᾽ ἐπὶ νύμφαιςἀλλοτρίαις χαλεποί, γυμναὶ δ᾽ ἐν χερσὶ μάχαιραι;ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατραςτάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκωι·ὑμεῖς δ᾽ οὐ κατὰ κόσμον ἐπ᾽ ἀλλοτρίοις λεχέσσι |
150 | βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσινἄνδρα παρετρέψασθε, γάμον δ᾽ ἐκλέπτετε δώροις.ἦ μὴν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιναὐτὸς ἐγὼ τάδ᾽ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε |
155 | μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.πολλή τοι Σπάρτη, πολλὴ δ᾽ ἱππήλατος Ἦλις,Ἀρκαδίη τ᾽ εὔμηλος Ἀχαιῶν τε πτολίεθραΜεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή·ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται |
160 | μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο,τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κ᾽ ἐθέλητε·ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι,ὑμεῖς δ᾽ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα. |
165 | ἀλλὰ φίλοι, τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖνἄμμι γάμον· σφῶιν δ᾽ ἄλλον ἐπιφραζώμεθα πάντες.ἴσκον τοιάδε πολλά, τὰ δ᾽ εἰς ὑγρὸν ὤιχετο κῦμαπνοιὴ ἔχουσ᾽ ἀνέμοιο, χάρις δ᾽ οὐχ ἕσπετο μύθοις.σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες· ἀλλ᾽ ἔτι καὶ νῦν |
170 | πείθεσθ᾽· ἄμφω δ᾽ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .εἰ δ᾽ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρήνεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λῦσαι,Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, |
175 | νῶι δ᾽, ἐγὼ Λυγκεύς τε, διακρινώμεθ᾽ Ἄρηιὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθοςἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκουεἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρουςνυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας |
180 | τάσδ᾽· ὀλίγωι τοι ἔοικε κακῶι μέγα νεῖκος ἀναιρεῖν.»εἶπε, τὰ δ᾽ οὐκ ἄρ᾽ ἔμελλε θεὸς μεταμώνια θήσειν.τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπ᾽ ὤμων τεύχε᾽ ἔθεντο,ὣ γενεῆι προφέρεσκον· ὃ δ᾽ ἐς μέσον ἤλυθε Λυγκεύς,σείων καρτερὸν ἔγχος ὑπ᾽ ἀσπίδος ἄντυγα πρώτην· |
185 | ὡς δ᾽ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμάςΚάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχονἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.ἀλλ᾽ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι |
190 | δοῦρ᾽ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.τὼ δ᾽ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτιςτεῦχον ἐπ᾽ ἀλλήλοισι· μάχης δ᾽ οὐ γίνετ᾽ ἐρωή.πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειανΚάστωρ, πολλὰ δ᾽ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεύς |
195 | τοῖο σάκος, φοίνικα δ᾽ ὅσον λόφον ἵκετ᾽ ἀκωκή.τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖραφάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρσκαιῶι· ὃ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγεινὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας |
200 | κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρόΤυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δ᾽ εἴσωχαλκὸς ἄφαρ διέχευεν· ὃ δ᾽ ἐς στόμα κεῖτο νενευκώςΛυγκεύς, κὰδ δ᾽ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος. |
205 | οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφ᾽ ἑστίηι εἶδε πατρώιηιπαίδων Λαοκόωσα φίλον γάμον ἐκτελέσαντα.ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαντύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδαςμέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα· |
210 | ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτήνμάρμαρον, αὐτὸν δὲ φλογέωι συνέφλεξε κεραυνῶι.
Οὕτω Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῶι·αὐτοί τε κρατέουσι καὶ ἐκ κρατέοντος ἔφυσαν.χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις |
215 | ἐσθλὸν ἀεὶ πέμποιτε. φίλοι δέ τε πάντες ἀοιδοίΤυνδαρίδαις ῾Ελένηι τε καὶ ἄλλοις ἡρώεσσιν,Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάωι.ὑμῖν κῦδος, ἄνακτες, ἐμήσατο Χῖος ἀοιδός,ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν |
220 | Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς·ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,οἷ᾽ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί. |