BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XXIV.

 

___________________________________________________

 

 

 

Ἡρακλίσκος

 

 

ρακλέα δεκάμηνον ἐόντα ποχ᾽ ἁ Μιδεᾶτις

Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,

ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,

χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου

5

Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.

ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·

«εὕδετ᾽ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,

εὕδετ᾽ ἐμὰ ψυχά, δύ᾽ ἀδελφεοί, εὔσοα τέκνα·

ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.»

10

ὣς φαμένα δίνησε σάκος μέγα, τοὺς δ᾽ ἔλαβ᾽ ὕπνος.

ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος

Ὡρίωνα κατ᾽ αὐτόν, ὃ δ᾽ ἀμφαίνει μέγαν ὦμον,

τᾶμος ἄρ᾽ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη

κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας

15

ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων

οἴκου, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.

τὼ δ᾽ ἐξειλυσθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω

αἱμοβόρους ἐκύλιον· ἀπ᾽ ὀφθαλμῶν δὲ κακὸν πῦρ

ἐρχομένοις λάμπεσκε, βαρὺν δ᾽ ἐξέπτυον ἰόν.

20

ἀλλ᾽ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦλθον,

καὶ τότ᾽ ἄρ᾽ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,

Ἀλκμήνας φίλα τέκνα, φάος δ᾽ ἀνὰ οἶκον ἐτύχθη.

ἤτοι ὅγ᾽ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρί᾽ ἀνέγνω

κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,

25

Ἰφικλέης, οὔλαν τε ποσὶν διελάκτισε χλαῖναν,

φευγέμεν ὁρμαίνων· ὃ δ᾽ ἐναντίος ἵετο χερσίν

Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῶι,

δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ τέτυκται

οὐλομένοις ὀφίεσσι, τὰ καὶ θεοὶ ἐχθαίροντι.

30

τὼ δ᾽ αὖτε σπείρηισιν ἑλισσέσθην περὶ παῖδα

ὀψίγονον, γαλαθηνὸν ὑπὸ τροφῶι, αἰὲν ἄδακρυν·

ἂψ δὲ πάλιν διέλυον, ἐπεὶ μογέοιεν ἀκάνθας,

δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.

Ἀλκμήνα δ᾽ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·

35

«ἄνσταθ᾽ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν·

ἄνστα, μηδὲ πόδεσσι τεοῖς ὑπὸ σάνδαλα θείης.

οὐκ ἀΐεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;

ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι

πάντες ἀριφραδέες καθαρᾶς ἄτερ ἠριγενείας;

40

ἔστι τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ᾽ ἀνδρῶν.»

ὣς φάθ᾽. ὃ δ᾽ ἐξ εὐνᾶς ἀλόχωι κατέβαινε πιθήσας·

δαιδάλεον δ᾽ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν

κλιντῆρος κεδρίνου περὶ πασσάλωι αἰὲν ἄωρτο.

ἤτοι ὅγ᾽ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,

45

κουφίζων ἑτέρα κολεὸν, μέγα λώτινον ἔργον.

ἄμφιλαφὴς δ᾽ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας.

δμῶας δὴ τότ᾽ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·

«οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ᾽ ἐσχαρεῶνος ἑλόντες,

δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ᾽ ὀχῆας.»

50

«Ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.»

ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.

οἳ δ᾽ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι

δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.

ἤτοι ἄρ᾽ ὡς εἴδοντ᾽ ἐπιτίτθιον Ἡρακλῆα

55

θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,

συμπλήγδην ἰάχησαν· ὃ δ᾽ ἐς πατέρ᾽ Ἀμφιτρύωνα

ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ᾽ ὑψόθι χαίρων

κωροσύναι, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν

πατρὸς ἑοῦ θανάτωι κεκαρωμένα δεινὰ πέλωρα.

60

Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον

ξηρὸν ὑπαὶ δείους ἀκράχολον Ἰφικλῆα·

Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπ᾽ ἀμνείαν θέτο χλαῖναν

παῖδα, πάλιν δ᾽ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.

Ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·

65

Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα

Ἀλκμήνα καλέσασα χρέος κατέλεξε νεοχμόν,

καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,

ἠνώγει. «μηδ᾽ εἴ τι θεοὶ νοέοντι πονηρόν,

αἰδόμενός ἐμὲ κρύπτε· καὶ ὣς οὐκ ἐστιν ἀλύξαι

70

ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.

ἀλλ᾽ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.»

τόσσ᾽ ἔλεγεν βασίλεια· ὃ δ᾽ ἀνταμείβετο τοίοις·

«θάρσει ἀριστοτόκεια γύναι, Περσήϊον αἷμα,

θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ βάλλευ.

75

ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,

πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα

χειρὶ κατατρίψοντι, ἀκρέσπερον ἀείδοισαι

Ἀλκμήναν ὀνομαστί, σέβας δ᾽ ἔσηι Ἀργείαισι.

τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα

80

ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,

οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.

δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν

μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἕξει·

γαμβρὸς δ᾽ ἀθανάτων κεκλήσεται, οἳ ταδ᾽ ἐπῶρσαν

85

κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.

ἔσται δὴ τοῦτ᾽ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾶι

καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.

ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδoῦ εὔτυκον ἔστω,

κάγκανα δ᾽ ἀσπαλάθoυ ξύλ᾽ ἑτοιμάσατ᾽ ἢ παλιούρου

90

ἢ βάτου ἢ ἀνέμωι δεδονημένον αὖον ἄχερδον·

καῖε δὲ τώδ᾽ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε

νυκτὶ μέσαι, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.

ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις

ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα

95

ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νεέσθαι

ἄστρεπτος· καθαρῶι δὲ πυρώσατε δῶμα θεείωι

πρᾶτον, ἔπειτα δ᾽ ἅλεσσι μεμειγμένον, ὡς νενόμισται,

θαλλῶι ἐπιρραίνειν ἐστεμμένωι ἀβλαβὲς ὕδωρ·

Ζηνὶ δ᾽ ἐπιρρέξαι καθυπερτέρωι ἄρσενα χοῖρον,

100

δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.»

φῆ καὶ ἐρωήσας ἐλεφάντινον ὤιχετο δίφρον

Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.

Ἡρακλέης δ᾽ ὑπὸ ματρὶ νέον φυτὸν ὡς ἐν ἀλωᾶι

ἐτρέφετ᾽ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.

105

γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,

υἱὸς ᾿Απόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,

τόξον δ᾽ ἐντανύσαι καὶ ἐπὶ σκοπὸν εἷναι ὀιστὸν

Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.

αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσεν

110

πυξίναι ἐν φόρμιγγι Φιλαμμονίδας Εὔμολπος.

ὅσσα δ᾽ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες

ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται

δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τ᾽ ἐς γαῖαν προπεσόντες

πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχναι,

115

πάντ᾽ ἔμαθ᾽ ῾Ερμείαο διδασκόμενος παρὰ παιδί

Ἁρπαλύκωι Φανοτῆι, τὸν οὐδ᾽ ἂν τηλόθε λεύσσων

θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ᾽ ἐν ἀγῶνι·

τοῖον ἐπισκύνιον βλοσυρῶι ἐπέκειτο προσώπωι.

ἵππους δ᾽ ἐξελάσασθαι ὑφ᾽ ἅρματι, καὶ περὶ νύσσαν

120

ἀσφαλέως κάμπτοντα τροχοῦ σύριγγα φυλάξαι

Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν

αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξ ἤρατ᾽ ἀγώνων

Ἄργει ἐν ἱπποβότωι κειμήλια, καί οἱ ἀαγεῖς

δίφροι ἐφ᾽ ὧν ἐπέβαινε χρόνωι διέλυσαν ἱμάντας.

125

δούρατι δὲ προβολαίωι ὑπ᾽ ἀσπίδι νῶτον ἔχοντα

ἀνδρὸς ὀρέξασθαι ξιφέων τ᾽ ἀνέχεσθαι ἀμυχμόν

κοσμῆσαί τε φάλαγγα λόχον τ᾽ ἀναμετρήσασθαι

δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι

Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐλθών,

130

οὖ ποκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεύς

ναῖε, παρ᾽ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.

Κάστορι δ᾽ οὔτις ὅμοιος ἐν ἡμιθέοις πολεμιστής

ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.

Ὧδε μὲν ῾Ηρακλῆα φίλα παιδεύσατο μάτηρ.

135

εὐνὰ δ᾽ ἦς τῶι παιδὶ τετυγμένα ἀγχόθι πατρός

δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῶι,

δεῖπνον δὲ κρέα τ᾽ ὀπτὰ καὶ ἐν κανέωι μέγας ἄρτος

Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι·

αὐτὰρ ἐπ᾽ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.

140

εἵματα δ᾽ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.