Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XVIII.
|
|
___________________________________________________
| |
Ἑλένης ἐπιθάλαμιος
Ἔν ποκ᾽ ἄρα Σπάρται ξανθότριχι πὰρ Μενελάωιπαρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαιπρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν, | |
5 | ἁνίκα Τυνδαρίδα κατεκλάιζετο τὰν ἀγαπατάνμναστεύσας Ἑλέναν, ὁ νεώτερος Ἀτρέος υἱῶν.ἄειδον δ᾽ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαιποσσὶ περιπλέκτοις, ὑπὸ δ᾽ ἴαχε δῶμ᾽ ὑμεναίωι.Οὕτω δὴ πρώιζα κατέδραθες ὦ φίλε γαμβρέ; |
10 | ἧρά τις ἐσσὶ λίαν βαρυγώνατος, ἧρα φίλυπνος,ἧρα πολύν τιν᾽ ἔπινες, ὅτ᾽ εἰς εὐνὰν κατεβάλλευ;εὕδειν μὰν σπεύδοντα καθ᾽ ὥραν αὐτὸν ἐχρῆν τυ,παῖδα δ᾽ ἐᾶν σὺν παισὶ φιλοστόργωι παρὰ ματρίπαίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ |
15 | κἠς ἔτος ἐξ ἔτεος, Μενέλαε, τεὰ νυὸς ἅδε.ὄλβιε γάμβρ᾽, ἀγαθός τις ἐπέπταρεν ἐρχομένωι τοιἐς Σπάρταν, ἅπερ ὧλλοι ἀριστέες, ὡς ἀνύσαιο·μῶνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν, |
20 | οἵα Ἀχαιιάδα γαῖαν πατεῖ οὐδεμί᾽ ἄλλα·ἦ μέγα κά τι τέκοιτ᾽, εἰ ματέρι τίκτοι ὁμοῖον.ἄμμες δ᾽ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτόςχρισαμέναις ἀνδριστὶ παρ᾽ Εὐρώταο λοετροῖς,τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία, |
25 | †τᾶν οὐδ᾽ ἧν †τις ἄμωμος, ἐπεί χ᾽ Ἑλέναι παρισωθῆι.ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,πότνια νὺξ ἅτε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·ὧδε καὶ ἁ χρυσέα Ἑλένα διεφαίνετ᾽ ἐν ἁμῖν.πιείραι μέγα λᾶιον ἀνέδραμε κόσμος ἀρούραι |
30 | ἢ κάπωι κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος·ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.οὔτε τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,οὔτ᾽ ἐνὶ δαιδαλέωι πυκινώτερον ἄτριον ἱστῶικερκίδι συμπλέξασα μακρῶν ἔταμ᾽ ἐκ κελεόντων· |
35 | οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαιἌρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,ὡς Ἑλένα, τᾶς πάντες ἐπ᾽ ὄμμασιν ἵμεροι ἐντί.ὦ καλά, ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,ἄμμες δ᾽ ἐς Δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα |
40 | ἑρψοῦμες, στεφάνως δρεψεύμεναι ἁδὺ πνέοντας,πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναίἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.πράται τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιοπλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, |
45 | πράται δ᾽ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρλαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·γράμματα δ᾽ ἐν φλοιῶι γεγράψεται, ὡς παριών τιςἀννείμηι, Δωριστί· «σέβευ μ᾽· Ἑλένας φυτὸν ἐμμί.»χαίροις ὦ νύμφα χαίροις, εὐπένθερε γαμβρέ. |
50 | Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος, ὔμμινεὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις, ἶσον ἔρασθαιἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεύς, ἄφθιτον ὄλβον,ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθηι.εὕδετ᾽ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες |
55 | καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδόςἐξ εὐνᾶς κελαδήσηι ἀνασχὼν εὔτριχα δειράν.Ὑμὴν ὦ Ὑμέναιε, γάμωι ἐπὶ τῶιδε χαρείης.» |