Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XVI.
|
|
___________________________________________________
| |
Χάριτες ἢ Ἱέρων
Αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν. | |
5 | τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ᾽ ἠῶ,ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκωιἀσπασίως, οὐδ᾽ αὖθις ἀδωρήτους ἀποπέμψει;αἳ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ᾽ ἴασι,πολλά με τωθάζοισαι, ὅτ᾽ ἀλιθίην ὁδὸν ἦλθον, |
10 | ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,ἐνθ᾽ αἰεί σφισιν ἕδρη, ἐπὴν ἄπρακτοι ἵκωνται.τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;οὐκ οἶδ᾽· οὐ γὰρ ἔτ᾽ ἄνδρες ἐπ᾽ ἔργμασιν ὡς πάρος ἐσθλοῖς |
15 | αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ᾽ ὑπὸ κερδέων.πᾶς δ᾽ ὑπὸ κόλπου χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,ἀλλ᾽ εὐθὺς μυθεῖται· «ἀπωτέρω ἢ γόνυ κνάμα·αὐτῶι μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς. |
20 | τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος.οὗτος ἀοιδῶν λῶιστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.»Δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσόςκείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,ἀλλὰ τὸ μὲν ψυχᾶι, τὸ δέ πού τινι δοῦναι ἀοιδῶν· |
25 | πολλοὺς εὖ ἔρξαι πηῶν, πολλοὺς δὲ καὶ ἄλλωνἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζηιμειλίξαντ᾽ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας, |
30 | ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσηις,μηδ᾽ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,ὡσεί τις μακέλαι τετυλωμένος ἔνδοθι χεῖραςἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα |
35 | ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·πολλοὶ δὲ Σκοπάδαισιν ἐλαυνόμενοι ποτὶ σακούςμόσχοι σὺν κεραῆισιν ἐμυκήσαντο βόεσσι,μυρία δ᾽ ἂμ πεδίον Κραννώνιον ἐνδιάασκονποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις· |
40 | ἀλλ᾽ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσανθυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῖο γέροντος,ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντεςδειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,εἰ μὴ δεινὸς ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων |
45 | βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ᾽ ὀνομαστούςὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.τίς δ᾽ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωνταςΠριαμίδας καὶ θῆλυν ἀπὸ χροιῆς Κύκνον ἔγνω, |
50 | εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοὶ;οὐδ᾽ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθείςπάντας ἐπ᾽ ἀνθρώπους Ἀίδαν τ᾽ εἰς ἔσχατον ἐνθώνζωὸς καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωποςδηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ᾽ ἂν ὑφορβός |
55 | Εὔμαιος καὶ βουσὶ Φιλοίτιος ἀμφ᾽ ἀγελαίαιςἔργον ἔχων αὐτός τε περίσπλαγχνος Λαέρτης,εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων. |
60 | ἀλλ᾽ ἶσος γὰρ ὁ μόχθος ἐπ᾽ ἠιόνι κύματα μετρεῖν,ὅσσ᾽ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,καὶ φιλοκερδείηι βεβλαμμένον ἄνδρα παρελθεῖν·χαιρέτω ὅστις τοῖος, ἀνήριθμος δέ οἱ εἴη |
65 | ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότηταπολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.δίζημαι δ᾽, ὅτινι θνατῶν κεχαρισμένος ἔνθωσὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς |
70 | κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.οὔπω μῆνας ἄγων ἔκαμ᾽ οὐρανὸς οὐδ᾽ ἐνιαυτούς·πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅματος ἵπποι·ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετ᾽ ἀοιδοῦῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας |
75 | ἐν πεδίωι Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.ἤδη νῦν Φοίνικες ὑπ᾽ ἠελίωι δύνοντιοἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν,ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦραἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν· |
80 | ἐν δ᾽ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσιζώννυται, ἵππειαι δὲ κόρυν σκιάουσιν ἔθειραι.αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνι᾽ Ἀθάνακούρη θ᾽, ἣ σὺν μητρὶ πολυκλήρων Ἐφυραίωνεἴληχας μέγα ἄστυ παρ᾽ ὕδασι Λυσιμελείας, |
85 | ἐχθροὺς ἐκ νάσοιο κακαὶ πέμψειαν ἀνάγκαιΣαρδόνιον κατὰ κῦμα φίλων μόρον ἀγγέλλονταςτέκνοις ἠδ᾽ ἀλόχοισιν ἀριθμητοὺς ἀπὸ πολλῶν·ἄστεα δὲ προτέροισι πάλιν ναίοιτο πολίταις,δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατ᾽ ἄκρας, |
90 | ἀγροὺς δ᾽ ἐργάζοιντο τεθαλότας· αἱ δ᾽ ἀνάριθμοιμήλων χιλιάδες βοτάναι διαπιανθεῖσαιἂμ πεδίον βληχώιντο, βόες δ᾽ ἀγελαδὸν ἐς αὖλινἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·νειοὶ δ᾽ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ |
95 | ποιμένας ἐνδίους πεφυλαγμένος ὑψόθι δένδρωνἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δ᾽ εἰς ὅπλ᾽ ἀράχναιλεπτὰ διαστήσαιντο, βοᾶς δ᾽ ἔτι μηδ᾽ ὄνομ᾽ εἴη·ὑψηλὸν δ᾽ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοίκαὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος |
100 | ἀσφάλτωι δήσασα Σεμίραμις ἐμβασίλευσεν.εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλουςθυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὴν Ἀρέθοισανὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.ὦ Ἐτεόκλειοι Χάριτες θεαί, ὦ Μινύειον |
105 | Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντωνθαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἰοίμ᾽ ἄν.καλλείψω δ᾽ οὐδ᾽ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπατόνἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ᾽ εἴην. |