BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XVII.

 

___________________________________________________

 

 

 

Ἐγκώμιον εἰς Πτολεμαῖον

 

 

κ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,

ἀθανάτων τὸν ἄριστον ἐπὴν αἴδωμεν ἀοιδαῖς.

 

ἀνδρῶν δ᾽ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω

καὶ πύματος καὶ μέσσος· ὃ γὰρ προφερέστατος ἀνδρῶν.

 

5

ἥρωες, τοὶ πρόσθεν ἀφ᾽ ἡμιθέων ἐγένοντο,

ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·

 

αὐτὰρ ἐγὼ Πτολεμαῖον, ἐπιστάμενος καλὰ εἰπεῖν

ὑμνήσαιμ᾽· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.

 

10

Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐνθών

παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου·

 

τί πρῶτον καταλεξῶ; ἐπεὶ πάρα μυρία εἰπεῖν,

οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.

 

Ἐκ πατέρων, οἷος μὲν ἔην τελέσαι μέγα ἔργον

Λαγείδας Πτολεμαῖος, ὅκα φρεσὶν ἐγκατάθοιτο

15

βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.

τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν

ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκωι

δέδμηται· παρὰ δ᾽ αὐτὸν Ἀλέξανδρος φίλα εἰδώς

ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.

20

ἀντία δ᾽ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο

ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·

ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει Οὐρανίδηισι,

χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,

ὅττι σφεων Κρονίδας μελέων ἐξείλετο γῆρας,

25

ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.

ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,

ἀμφότεροι δ᾽ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.

τῶι καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη

νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ᾽ ἀλόχοιο,

30

τῶι μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτρην,

τῶι δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.

οἳ δ᾽ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβας

ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.

Οἵα δ᾽ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα

35

ἔπρεπε θηλυτέρηις, ὄφελος μέγα γειναμένοισι.

τᾶι μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα

κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.

τῶι οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,

ὅσσον περ Πτολεμαῖος ἑὴν ἐφίλασεν ἄκοιτιν.

40

ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισί

θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,

ὁππότε κεν φιλέων βαίνηι λέχος ἐς φιλεούσης.

ἀστόργου δὲ γυναικὸς ἐπ᾽ ἀλλοτρίων νόος αἰεί,

ῥηίδιοι δὲ γοναί, τέκνα δ᾽ οὐ ποτεοικότα πατρί.

45

κάλλει ἀριστεύουσα θεάων πότν᾽ Ἀφροδίτα,

σοὶ τήνα μεμέλητο· σέθεν δ᾽ ἕνεκεν Βερενίκα

εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,

ἀλλά μιν ἁρπάξασα, πάροιθ᾽ ἐπὶ νῆα κατελθεῖν

κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,

50

ἐς ναὸν κατέθηκας, ἑὰς δ᾽ ἀπεδάσσαο τιμάς.

πᾶσιν δ᾽ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας

προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.

Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα

μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,

55

ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα

Αἰακίδαι Πηλῆι· σὲ δ᾽ αἰχμητὰ Πτολεμαῖε

αἰχμητᾶι Πτολεμαίωι ἀρίζηλος Βερενίκα.

καί σε Κόως ἀτίταλλε βρέφος νεογιλὸν ἐόντα,

δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.

60

ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον

Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·

ἣ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ᾽ ἄρα πάντων

νωδυνίαν κατέχευε μελῶν· ὃ δὲ πατρὶ ἐοικώς

παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ᾽ ὀλόλυξεν ἰδοῖσα,

65

φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίληισιν·

«ὅλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ

Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·

ἐν δὲ μιᾶι τιμῆι Τρίοπον καταθεῖο κολώναν

ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν·

70

ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.»

ὣς ἄρα νᾶσος ἔειπεν· ὃ δ᾽ ὑψόθεν ἔκλαγε φωνᾶι

ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.

Ζηνός που τόδε σᾶμα· Διὶ Κρονίωνι μέλοντι

αἰδοῖοι βασιλῆες, ὃ δ᾽ ἔξοχος, ὅν κε φίλήσηι

γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,

πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.

Μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν

λήϊον ἀλδήσκουσιν ὀφελλόμενον Διὸς ὄμβρωι·

ἀλλ᾽ οὔτις τόσα φύει, ὅοα χθαμαλὰ Αἴγυπτος,

80

Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει,

οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.

τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,

τρεῖς δ᾽ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,

δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·

85

τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.

καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε

καὶ Συρίας Λιβύας τε κελαινῶν τ᾽ Αἰθιοπήων.

Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι

σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,

90

καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄριστοι

πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα

καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίωι.

πολλοὶ δ᾽ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται

χαλκῶι μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.

95

Ὄλβωι μὲν πάντας κε καταβρίθοι βασιλῆας·

τόσσον ἐπ᾽ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον

πάντοθε. λαοὶ δ᾽ ἔργα περιστέλλουσιν ἕκηλοι.

οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβάς

πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,

100

οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξήλατο ναός

θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίηισιν·

τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι

ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,

ὧι ἐπίπαγχυ μέλει πατρώια πάντα φυλάσσειν

105

οἷ᾽ ἀγαθῶι βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.

οὐ μὰν ἀχρεῖός γε δόμωι ἐνὶ πίονι χρυσός

μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·

ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,

αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,

110

πολλὸν δ᾽ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,

πολλὸν δὲ πτολίεσσι, πολὺν δ᾽ ἀγαθοῖσιν ἑταίροις.

οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ᾽ ἀγῶνας

ἵκετ᾽ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,

ὧι οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.

115

Μουσάων δ᾽ ὑποφῆται ἀείδοντι Πτολεμαῖον

ἀντ᾽ εὐεργεσίης. τί δὲ κάλλιον ἀνδρί κεν εἴη

ὀλβίωι, ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;

τοῦτο καὶ Ἀτρεΐδαισι μένει· τὰ δὲ μυρία τῆνα,

ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες,

120

ἀέρι παι κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος.

Μοῦνος ὅδε προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία

στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,

ματρὶ φίλαι καὶ πατρὶ θυώδεας εἵσατο ναούς·

ἐν δ᾽ αὐτοὺς χρυσῶι περικαλλέας ἠδ᾽ ἐλέφαντι

125

ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.

πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει

μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,

αὐτός τ᾽ ἰφθίμα τ᾽ ἄλοχος, τᾶς οὔτις ἀρείων

νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ᾽ ἀγοστῶι,

130

ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.

ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,

οὓς τέκετο κρείοισα Ῥέα βασιλῆας Ὀλύμπου·

ἒν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἣρηι

χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.

135

Χαῖρε, ἄναξ Πτολεμαῖε· σέθεν δ᾽ ἐγὼ ἶσα καὶ ἄλλων

μνάσομαι ἡμιθέων, δοκέω δ᾽ ἔπος οὐκ ἀπόβλητον

φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.