BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XV.

 

___________________________________________________

 

 

 

Συρακόσιαι ἢ Ἀδωνιάζουσαι

Γοργὼ καὶ Πραξινόα

 

 

ΓΟΡΓΩ

Ἐνδοῖ Πραξινόα;

ΠΡΑΞΙΝΟΑ

Γοργοῖ φίλα, ὡς χρόνωι, ἔνδοι.

θαῦμ᾽ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτᾶι·

ἔμβαλε καὶ ποτίκρανον.

ΓΟΡΓΩ

ἔχει κάλλιστα.

ΠΡΑΞΙΝΟΑ

καθίζευ.

ΓΟΡΓΩ

ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην,

5

Πραξινόα, πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων·

παντᾶι κρηπῖδες, παντᾶι χλαμυδηφόροι ἄνδρες·

ἁ δ᾽ ὁδὸς ἄτρυτος· τὺ δ᾽ ἑκαστέρω †ἐμ᾽† ἀποικεῖς.

ΠΡΑΞΙΝΟΑ

ταῦθ᾽ ὁ πάραρος τῆνος· ἐπ᾽ ἔσχατα γᾶς ἔλαβ᾽ ἐνθών

ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες

10

ἀλλάλαις, ποτ᾽ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.

ΓΟΡΓΩ

μὴ λέγε τὸν τεὸν ἄνδρα, φίλα, Δίνωνα τοιαῦτα

τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῆι τυ.

θάρσει Ζωπύριον, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.

ΠΡΑΞΙΝΟΑ

αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.

ΓΟΡΓΩ

καλὸς ἀπφύς.

ΠΡΑΞΙΝΟΑ

15

ἀπφὺς μὰν τῆνος τὰ πρόαν – λέγομες δὲ πρόαν θην

«πάππα, νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδειν» –

ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπαχυς.

ΓΟΡΓΩ

χὠμὸς ταυτᾶι ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·

ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,

20

πέντε πόκως ἔλαβ᾽ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ᾽ ἔργωι.

ἄλλ᾽ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.

βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω

θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι

κοσμεῖν τὰν βασίλισσαν.

ΠΡΑΞΙΝΟΑ

ἐν ὀλβίω ὄλβια πάντα.

ΓΟΡΓΩ

25

ὧν εἶδες, ὧν εἶπες καὶ ἰδοῖσά τυ τῶι μὴ ἰδόντι.

ἕρπειν ὥρα κ᾽ εἴη.

ΠΡΑΞΙΝΟΑ

ἀεργοῖς αἰὲν ἑορτά.

Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε

θὲς πάλιν· αἱ γαλέαι μαλακῶς χρήιζοντι καθεύδειν.

κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ,

30

ἃ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολύ, λαιστρί·

ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;

παῦέ ποχ᾽· οἷα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.

ἁ κλὰιξ τᾶς μεγάλας πῆ λάρνακος; ὦδε φέρ᾽ αὐτάν.

ΓΟΡΓΩ

Πραξινόα μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα

35

τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφ᾽ ἱστῶ;

ΠΡΑΞΙΝΟΑ

μὴ μνάσηις Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν

ἢ δύο· τοῖς δ᾽ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.

ΓΟΡΓΩ

ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.

ΠΡΑΞΙΝΟΑ

τοῦτο †καλὸν† εἶπες.

τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον

40

ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.

δάκρυ᾽ ὅσσα θέλεις, χωλὸν δ᾽ οὐ δεῖ τυ γενέσθαι.

ἕρπωμες. Φρυγία τὸν μικκὸν παῖσδε λαβοῖσα,

τὰν κύν᾽ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλαιξον.

ὦ θεοί, ὅσσος ὄχλος. πῶς καί ποκα τοῦτο περᾶσαι

45

χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.

πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,

ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργός

δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,

οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον

50

ἀλλάλοις ὁμαλοὶ κακὰ παίγνια, πάντες ἐρινοί.

ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταί

ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσηις.

ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδ᾽ ὡς ἄγριος. κυνοθαρσής

Εὐνόα, οὐ φευξῆι; διαχρησεῖται τὸν ἄγοντα.

55

ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.

ΓΟΡΓΩ

θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθ᾽ ὄπισθεν,

τοὶ δ᾽ ἔβαν ἐς χώραν.

ΠΡΑΞΙΝΟΑ

καὐτὰ συναγείρομαι ἤδη.

ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω

ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.

ΓΟΡΓΩ

60

ἐξ αὐλᾶς ὦ μᾶτερ;

ΓΡΑΥΣ

ἐγὼν τέκνα.

ΓΟΡΓΩ

εἶτε παρενθεῖν

εὐμαρές;

ΓΡΑΥΣ

ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,

καλλίστα παίδων· πείραι θην πάντα τελεῖται.

ΓΟΡΓΩ

χρησμὼς ἁ πρεσβῦτις ἀπώιχετο θεσπίξασα.

ΠΡΑΞΙΝΟΑ

πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἀγάγεθ᾽ Ἥραν.

ΓΟΡΓΩ

65

θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.

ΠΡΑΞΙΝΟΑ

θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τύ

Εὐνόα Εὐτυχίδος· πότεχ᾽ αὐτᾶι, μή τι πλανηθῆις.

πᾶσαι ἅμ᾽ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.

οἶμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη

70

ἔσχισται, Γοργοῖ. ποττῶ Διός, εἴ τι γένοιο

εὐδαίμων, ὤνθρωπε φυλάσσεο τὠμπέχονόν μευ.

ΞΕΝΟΣ

οὐκ ἐπ᾽ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι.

ΠΡΑΞΙΝΟΑ

ὄχλος ἄθρως·

ὠθεῦνθ᾽ ὥσπερ ὕες.

ΞΕΝΟΣ

θάρσει γύναι· ἐν καλῶι εἰμές.

ΠΡΑΞΙΝΟΑ

κἠς ὥρας κἤπειτα φίλ᾽ ἀνδρῶν ἐν καλῶι εἴης

75

ἄμμε περιστέλλων. χρηστῶ κοἰκτίρμονος ἀνδρός.

φλίβεται Εὐνόα ἄμμιν· ἄγ᾽ ὦ δειλά τυ βιάζευ.

κάλλιστ᾽· «ἔνδοι πᾶσαι» ὁ τὰν νυὸν εἶπ᾽ ἀποκλάιξας.

ΓΟΡΓΩ

Πραξινόα, πόταγ᾽ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,

λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.

ΠΡΑΞΙΝΟΑ

80

πότνι᾽ Ἀθαναία· ποῖαί σφ᾽ ἐπόνασαν ἔριθοι,

ποῖοι ζωογράφοι τἀκριβέα γράμματ᾽ ἔγραψαν.

ὡς ἔτυμ᾽ ἑστάκαντι καὶ ὡς ἔτυμ᾽ ἐνδινεῦντι,

ἔμψυχ᾽, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ᾽ ἄνθρωπος.

αὐτὸς δ᾽ ὡς θαητὸς ἐπ᾽ ἀργυρέας κατάκειται

85

κλισμῶ πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,

ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται.

ΕΤΕΡΟΣ ΞΕΝΟΣ

παύσασθ᾽ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι

τρυγόνες· ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.

ΠΡΑΞΙΝΟΑ

μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;

90

πασάμενος ἐπίτασσε· Συρακοσίαις ἐπιτάσσεις.

ὡς εἰδῆις καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν,

ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·

δωρίσδεν δ᾽ ἐξεστι, δοκῶ, τοῖς Δωριέεσσι.

μὴ φύη, Μελιτῶδες, ὃς ἁμῶν καρτερὸς εἴη,

95

πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξηις.

ΓΟΡΓΩ

σίγα Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν

ἁ τᾶς Ἀργείας θυγάτηρ, πολύιδρις ἀοιδός,

ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.

φθεγξεῖταί τι, σάφ᾽ οἶδα, καλόν· διαθρύπτεται ἤδη.

ΓΥΝΗ ΑΟΙΔΟΣ

100

Δέσποιν᾽, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλησας,

αἰπεινάν τ᾽ Ἔρυκα, χρυσῶι παίζοισ᾽ Ἀφροδίτα,

οἷόν τοι τὸν Ἄδωνιν ἀπ᾽ ἀενάω Ἀχέροντος

μηνὶ δυωδεκάτωι μαλακαὶ πόδας ἄγαγον Ὧραι,

βάρδισται μακάρων Ὧραι φίλαι· ἀλλὰ ποθειναί

105

ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φέρεῦσαι.

Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,

ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν

ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·

τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,

110

ἁ Βερενικεία θυγάτηρ Ἑλέναι εἰκυῖα

Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.

πὰρ οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέροντι,

πὰρ δ᾽ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις

ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει᾽ ἀλάβαστρα.

115

εἴδατά θ᾽ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται

ἄνθεα μίσγοισαι λευκῶι παντοῖα μαλεύρωι,

ὅσσα τ᾽ ἀπὸ γλυκερῶ μέλιτος τά τ᾽ ἐν ὑγρῶι ἐλαίωι,

πάντ᾽ αὐτῶι πετεηνὰ καὶ ἑρπετὰ τῆδε πάρεστι.

χλωρὰ δὲ σκιάδε μαλακῶι βρίθοντες ἀνήθωι,

120

δέδμανθ᾽· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,

οἷοι ἀηδονιδῆες ἀεξομανᾶν ἐπὶ δένδρωι

πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ᾽ ὄζω.

ὢ ἔβενος, ὢ χρυσός, ὤ ἐκ λευκῶ ἐλέφαντος

αἰετοὶ οἰνοχόον Κρονίδαι Διὶ παῖδα φέροντες,

125

πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω.

ἁ Μίλατος ἐρεῖ χὠ τὰν Σαμίαν καταβόσκων

«ἔστρωται κλίνα τὠδώνιδι τῶι καλῶι ἁμά.»

τὰν μὲν Κύπρις ἔχει, τὰν δ᾽ ὁ ῥοδόπαχυς Ἄδωνις.

ὀκτωκαιδεκέτης ἢ έννεακαίδεχ᾽ ὁ γαμβρός·

130

οὐ κεντεῖ τὸ φίλημ᾽, ἔτι οἱ περὶ χείλεα πυρρά.

νῦν μὰν Κύπρις ἔχοισα τὸν αὑτᾶς χαιρέτω ἄνδρα·

ἀῶθεν δ᾽ ἄμμες νιν ἅμα δρόσωι ἀθρόαι ἔξω

οἰσεῦμες ποτὶ κύματ᾽ ἐπ᾽ ἀϊόνι πτύοντα,

λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι

135

στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθ᾽ ἀοιδᾶς·

«ἕρπεις, ὦ φίλ᾽ Ἄδωνι καὶ ἐνθάδε, κῆς Ἀχέροντα

ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ᾽ Ἀγαμέμνων

τοῦτ᾽ ἔπαθ᾽ οὔτ᾽ Αἴας ὁ μέγας, βαρυμάνιος ἥρως,

οὔθ᾽ Ἔκτωρ, Ἑκάβας ὁ γεραίτατος εἴκατι παίδων,

140

οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας πάλιν ἐνθών,

οὔθ᾽ οἱ ἔτι πρότεροι Λαπίθαι καὶ Δευκαλίωνες,

οὐ Πελοπηϊάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί.

ἴλαθι νῦν φίλ᾽ Ἄδωνι καὶ ἐς νέον· εὐθυμεύσαις

καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκ᾽ ἀφίκηι, φίλος ἡξεῖς.»

ΓΟΡΓΩ

145

Πραξινόα, τὸ χρῆμα σοφώτατον, ἁ θήλεια·

ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.

ὥρα ὅμως κῆς οἶκον. ἀνάριστος Διοκλείδας.

χὠνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθηις.

χαῖρε Ἄδων ἀγαπατὲ καὶ ἐς χαίροντας ἀφίκευ.