BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

II.

 

___________________________________________________

 

 

 

Φαρμακεύτριαι

 

 

Πᾶι μοι ταὶ δάφναι; φέρε Θεστυλί. πᾶι δὲ τὰ φίλτρα;

στέψον τὰν κελέβαν φοινικέωι οἰὸς ἀώτωι,

ὡς τὸν ἐμὶν βαρὺν εὖντα φίλον καταδήσομαι ἄνδρα,

ὅς μοι δωδεκαταῖος ἀφ᾽ ὧ τάλας οὐδὲ ποθίκει,

5

οὐδ᾽ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές,

οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾶι

ὤιχετ᾽ ἔχων ὅ τ᾽ Ἔρως ταχινὰς φρένας ἅ τ᾽ Ἀφροδίτα.

βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν

αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.

10

νῦν δέ νιν ἐκ θυέων καταδήσομαι. ἀλλά Σελάνα

φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,

τᾶι χθονίαι θ᾽ Ἑκάται, τὰν καὶ σκύλακες τρομέοντι

ἐρχομέναν νεκύων ἀνά τ᾽ ἠρία καὶ μέλαν αἷμα.

χαῖρ᾽ Ἑκάτα δασπλῆτι καὶ ἐς τέλος ἄμμιν ὀπάδει

15

φάρμακα ταῦτ᾽ ἔρδοισα χερείονα μήτε τι Κίρκας

μήτε τι Μηδείας μήτε ξανθὰς Περιμήδας.

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

ἄλφιτά μοι πρᾶτον πυρὶ τάκεται· ἀλλ᾽ ἐπίπασσε

Θεστυλί. δειλαία, πᾶι τὰς φρένας ἐκπεπότασαι;

20

ἦ ῥά γέ τοι, μυσαρά, καὶ τὶν ἐπίχαρμα τέτυγμαι;

πάσσ᾽ ἅμα καὶ λέγε ταῦτα «τὰ Δέλφιδος ὀστία πάσσω.»

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

Δέλφις ἔμ᾽ ἀνίασεν· ἐγὼ δ᾽ ἐπὶ Δέλφιδι δάφναν

αἴθω· χὠς αὕτα λακεῖ μέγα †καπυρίσασα,†

25

κἠξαπίνας ἅφθη κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς,

οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκ᾽ ἀμαθύνοι.

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω,

ὣς τάκοιθ᾽ ὑπ᾽ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.

30

χὠς δινεῖθ᾽ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας,

ὣς τῆνος δινοῖτο ποθ᾽ ἁμετέραισι θύραισιν.

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

νῦν θυσῶ τὰ πίτυρα, τὺ δ᾽ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα

κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.

35

Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται·

ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκέον ὡς τάχος ἄχει.

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

ἠνίδε σιγῆι μὲν πόντος, σιγῶντι δ᾽ ἀῆται·

ἁ δ᾽ ἐμὰ οὐ σιγῆι στέρνων ἔντοσθεν ἀνία,

40

ἀλλ᾽ ἐπὶ τήνωι πᾶσα καταίθομαι, ὅς με τάλαιναν

ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε, πότνια, φωνῶ·

εἴτε γυνὰ τήνωι παρακέκλιται εἴτε καὶ ἀνήρ,

45

τόσσον ἔχοι λάθας, ὅσσον ποκὰ Θησέα φαντὶ

ἐν Δίαι λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας.

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

ἱππομανὲς φυτόν ἐστι παρ᾽ Ἀρκάσι, τῶι δ᾽ ἔπι πᾶσαι

καὶ πῶλοι μαίνονται ἀν᾽ ὤρεα καὶ θοαὶ ἵπποι.

50

ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι

μαινομένωι ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

τοῦτ᾽ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις,

ὡγὼ νῦν τίλλοισα κατ᾽ ἀγρίωι ἐν πυρὶ βάλλω.

55

αἰαῖ Ἔρως ἀνιαρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα

ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

σαύραν τοι τρίψασα κακὸν ποτὸν αὔριον οἰσῶ.

Θεστυλὶ νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθ᾽ ὑπόμαξον

60

τᾶς τήνω φλιᾶς †καθυπέρτερον ἇς ἔτι καὶ νύν,†

[ἐκ θυμῶ δέδεμαι. ὃ δέ μευ λόγον οὐδένα ποιεῖ.]

καὶ λέγ᾽ ἐπιφθύζοισα· «τὰ Δέλφιδος ὀστία μάσσω.»

ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.

Νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;

65

τηνῶθ᾽ ἄρξεῦμαι, τίς μοι κακὸν ἄγαγε τοῦτο.

ἦνθ᾽ ἁ τωὐβούλοιο καναφόρος ἄμμιν Ἀναξώ

ἄλσος ἐς Ἀρτέμιδος, τᾶι δὴ τόκα πολλὰ μὲν ἄλλα

θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

70

καί μ᾽ ἁ Θευχαρίδα Θρᾶισσα τροφός, ἁ μακαρῖτις,

ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε

τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος

ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτώνα

κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.

75

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

ἤδη δ᾽ εὖσα μέσαν κατ᾽ ἀμαξιτόν, ἇι τὰ Λύκωνος,

εἶδον Δέλφιν ὁμοῦ τε καὶ Εὐδάμιππον ἰόντας,

τοῖς δ᾽ ἦς ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,

στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,

80

ὡς ἀπὸ γυμνάσιοιο καλὸν πόνον ἄρτι λιπόντων.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

χὠς ἴδον, ὡς ἐμάνην, ὥς μοι περὶ θυμὸς ἰάφθη

δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο κοὐδέ τι πομπᾶς

τήνας ἐφρασάμαν· οὐδ᾽ ὡς πάλιν οἴκαδ᾽ ἀπῆνθον

85

ἔγνων, ἀλλά μέ τις καπυρὰ νόσος ἐξαλάπαξεν,

κείμαν δ᾽ ἐν κλιντῆρι δέκ᾽ ἄματα καὶ δέκα νύκτας.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψωι,

ἔρρευν δ᾽ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπά

90

ὀστί᾽ ἔτ᾽ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα,

ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπάιδεν;

ἀλλ᾽ ἦς οὐδὲν ἐλαφρόν· ὁ δὲ χρόνος ἄνυτο φεύγων.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

χοὔτω τᾶι δούλαι τὸν ἀλαθέα μῦθον ἔλεξα·

95

«εἰ δ᾽ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.

πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα

τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·

τηνεῖ γὰρ φοιτῆι, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.»

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

100

κἠπεί κά νιν ἐόντα μάθηις μόνον, ἅσυχα νεῦσον,

κεἴφ᾽ ὅτι «Σιμαίθα τυ καλεῖ,» καὶ ὑφαγέο τᾶιδε.

ὣς ἐφάμαν· ἃ δ᾽ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων

εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα

ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφωι,

105

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα,

πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐκ δὲ μετώπω

ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,

οὐδέ τι φωνῆσαι δυνάμαν, οὐδ᾽ ὅσσον ἐν ὕπνωι

κνυζῶνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·

110

ἀλλ᾽ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

καί μ᾽ ἐσιδὼν ὥστοργος ἐπὶ χθονὸς ὄμματα πάξας

ἕζετ᾽ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·

«ἦρά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην

115

πράν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,

ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἢ ᾽μὲ παρεῖμεν.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα

ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,

120

μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,

κρατὶ δ᾽ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,

πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

καί κ᾽ εἰ μέν μ᾽ ἐδέχεσθε, τάδ᾽ ἦς φίλα (καὶ γὰρ ἐλαφρός

125

καὶ καλὸς πάντεσσι μετ᾽ ἀιθέοισι καλεῦμαι,

εὗδόν τ᾽, εἰ μῶνον τὸ καλὸν στόμα τεῦς ἐφίλησα·

εἰ δ᾽ ἀλλᾶι μ᾽ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῶι,

πάντως κα πελέκεις καὶ λαμπάδες ἦνθον ἐφ᾽ ὑμέας.

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα.

130

νῦν δὲ χάριν μὲν ἔφαν τᾶι Κύπριδι πρᾶτον ὀφείλειν,

καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ,

ὦ γύναι, ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον

αὔτως ἡμίφλεκτον· Ἔρως δ᾽ ἄρα καὶ Λιπαραίω

πολλάκις Ἁφαίστοιο σέλας φλογερώτερον αἴθει.

135

φράζεό μευ τὸν ἔρωθ᾽ ὅθεν ἵκετο, πότνα Σελάνα,

σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο

καὶ νύμφαν ἐφόβησ᾽ ἔτι δέμνια θερμὰ λιποῖσαν

ἀνέρος.» ὣς ὃ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθής

χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλιν᾽ ἐπὶ λέκτρων·

140

καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα

θερμότερ᾽ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ.

ὡς καί τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,

ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.

κοὔτε τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γ᾽ ἐχθές,

145

οὔτ᾽ ἐγὼ αὖ τήνωι. ἀλλ᾽ ἦνθέ μοι ἅ τε Φιλίστας

μάτηρ τᾶς ἁμᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς

σάμερον, ἁνίκα πέρ τε ποτ᾽ ὠρανὸν ἔτρεχον ἵπποι

Ἀῶ τὰν ῥοδόπαχυν ἀπ᾽ Ὠκεανοῖο φέροισαι,

κεἶπέ μοι ἄλλα τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἔραται.

150

κεἴτε νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός,

οὐκ ἔφατ᾽ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος

ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ὤιχετο φεύγων,

καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.

ταῦτά μοι ἁ ξείνα μυθήσατο, ἔστι δ᾽ ἀλαθής·

155

ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκ᾽ ἐφοίτη,

καὶ παρ᾽ ἔμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν.

νῦν δὲ δυωδεκαταῖος ἀφ᾽ ὧτέ νιν οὐδὲ ποτεῖδον.

ἦ ῥ᾽ οὐκ ἄλλο τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;

νῦν μὰν τοῖς φίλτροις καταθήσομαι· αἰ δ᾽ ἔτι καί με

160

λυπεῖ, τὰν Ἀΐδαο πύλαν, ναὶ Μοίρας, ἀραξεῖ·

τοῖά οἱ ἐν κίσται κακὰ φάρμακα φαμὶ φυλάσσειν,

Ἀσσυρίω, δέσποινα, παρὰ ξείνοιο μαθοῖσα.

ἀλλὰ τὺ μὲν χαίροισα ποτ᾽ ὠκεανὸν τρέπε πώλως,

πότνι᾽· ἐγὼ δ᾽ οἰσῶ τὸν ἐμὸν πόθον ὥσπερ ὑπέσταν.

165

χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δ᾽ ἄλλοι

ἀστέρες εὐκάλοιο κατ᾽ ἄντυγα Νυκτὸς ὀπαδοί.