Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XIV.
|
|
___________________________________________________
| |
Κυνίσκας ἔρωςΑἰσχίνας καὶ Θυώνιχος
ΑΙΣΧΙΝΑΣΧαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.ΘΥΩΝΙΧΟΣἄλλα τοιαῦταΑἰσχίναι.ΑΙΣΧΙΝΑΣὡς χρόνιος.ΘΥΩΝΙΧΟΣχρόνιος. τί δέ τοι τὸ μέλημα;ΑΙΣΧΙΝΑΣπράσσομες οὐχ ὡς λῶιστα Θυώνιχε.ΘΥΩΝΙΧΟΣταῦτ᾽ ἄρα λεπτός,χὠ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι. | |
5 | τοιοῦτος καὶ πρᾶν τις ἀφίκετο Πυθαγορικτάς,ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δ᾽ ἔφατ᾽ ἦμεν.ΑΙΣΧΙΝΑΣἤρατο μὰν καὶ τῆνος;ΘΥΩΝΙΧΟΣἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.ΑΙΣΧΙΝΑΣπαίσδεις ὠγάθ᾽ ἔχων· ἐμὲ δ᾽ ἁ χαρίεσσα Κυνίσκαὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.ΘΥΩΝΙΧΟΣ |
10 | τοιοῦτος μὲν ἀεὶ τὺ φίλ᾽ Αἰσχίνα, ἀσυχᾶι ὀξύς,πάντ᾽ ἐθέλων κατὰ καιρόν· ὅμως δ᾽ εἶπον, τί τὸ καινόν;ΑΙΣΧΙΝΑΣὩργεῖος κἠγὼν καὶ ὁ Θεσσαλὸς ἱπποδιώκταςἎγις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώταςἐν χώρωι παρ᾽ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς |
15 | θηλάζοντά τε χοῖρον, ἀνῶιξα δὲ Βίβλινον αὐτοῖςεὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ·βολβός τις, κοχλίας ἐξαιρέθη· ἦς πότος ἁδύς.ἤδη δὲ προϊόντος, ἔδοξ᾽ ἐπιχεῖσθαι ἄκρατονὧτινος ἦθελ᾽ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν. |
20 | ἁμὲς μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·ἃ δ᾽ οὐδέν, παρεόντος ἐμεῦ. τίν᾽ ἔχειν με δοκεῖς νῶν;«οὐ φθεγξῆι; λύκον εἶδες;» ἔπαιξέ τις. «ὡς σοφός» εἶπεν,κἠφᾶπτ᾽· εὐμαρέως κεν ἀπ᾽ αὐτᾶς καὶ λύχνον ἇψας.ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, |
25 | εὐμάκης, ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.χἀμῖν τοῦτο δι᾽ ὠτὸς ἔγεντό ποχ᾽ ἁσυχᾶι οὕτως.οὐ μὰν ἐξήταξα, μάταν εἰς ἄνδρα γενειῶν.ἤδη δ᾽ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, |
30 | χὠ Λαρισαῖος «τὸν ἐμὸν λύκον» ἆιδεν ἀπ᾽ ἀρχᾶς,Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκαἔκλαεν ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρίπαρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.τᾶμος ἐγών, τὸν ἴσαις τύ Θυώνιχε, πὺξ ἐπὶ κόρρας |
35 | ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλωςἔξω ἀπώιχετο θᾶσσον. «ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;ἄλλος τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσαθάλπε φίλον. τήνωι τεὰ δάκρυα †μᾶλα ῥέοντι.†»μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδών |
40 | ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήναἰθὺ δι᾽ ἀμφιθύρω καὶ δικλίδος, ἇι πόδες ἆγον.αἶνός θην λέγεταί τις «ἔβα καὶ ταῦρος ἀν᾽ ὕλαν.»εἰκάδι· ταὶ δ᾽ ὀκτώ, ταὶ δ᾽ ἐννέα, ταὶ δέ δέκ᾽ ἄλλαι, |
45 | σάμερον ἑνδεκάτα· ποτίθες δύο, καὶ δύο μῆνες,ἐξ ὧ ἀπ᾽ ἀλλάλων· οὐδ᾽ εἰ Θραικιστὶ κέκαρμαι,οἶδε· Λύκος νῦν πάντα, Λύκωι καὶ νυκτὸς ἀνῶικται·ἄμμες δ᾽ οὔτε λόγω τινὸς ἄξιοι οὔτ᾽ ἀριθμητοί,«δύστηνοι Μεγαρῆες ἀτιμοτάτηι ἐνὶ μοίρηι.» |
50 | κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντα κεν εἰς δέον ἕρποι.νῦν δέ – πόθεν; μῦς, φαντί, Θυώνιχε, γεύμεθα πίσσας.χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς ἐπιχάλκω ἐρασθεὶςἐκπλεύσας ὑγιὴς ἐπανῆνθ᾽, ἐμὸς ἁλικιώτας. |
55 | πλευσοῦμαι κἠγὼν διαπόντιος· οὔτε κάκιστοςοὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.ΘΥΩΝΙΧΟΣὤφελε μὲν χωρεῖν κατὰ νῶν τεόν, ὧν ἐπεθύμειςΑἰσχίνα. εἰ δ᾽ οὕτως ἄρα τοι δοκεῖ ὥστ᾽ ἀποδαμεῖν,μισθοδότας Πτολεμαῖος ἐλευθέρωι οἷος ἄριστος.ΑΙΣΧΙΝΑΣ |
60 | τἆλλα δ᾽ ἀνὴρ ποῖός τις [ἐλευθέρωι οἷος ἄριστος]ΘΥΩΝΙΧΟΣεὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ᾽ ἔτι μᾶλλον,πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων,οἷα χρὴ βασιλῆ᾽· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντί, |
65 | Αἰσχίνα. ὥστ᾽ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκειλῶπος ἄκρον περονᾶσθαι, ἐπ᾽ ἀμφοτέροις δὲ βεβακώςτολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,ἇι τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθαπάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει |
70 | λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. |