BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XIII.

 

___________________________________________________

 

 

 

Ὕλας

 

Hylas, Hercules et Nymphae

 

Οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχ᾽, ὡς ἐδοκεῦμες,

Νικία, ὧιτινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο·

οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται ἦμεν,

οἳ θνατοὶ πελόμεσθα, τὸ δ᾽ αὔριον οὐκ ἐσορῶμες·

5

ἀλλὰ καὶ Ἀμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,

ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,

τοῦ χαρίεντος Ὕλα, τοῦ τὰν πλοκαμῖδα φορεῦντος,

καί νιν πάντ᾽ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,

ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·

10

χωρὶς δ᾽ οὐδέποκ᾽ ἦς, οὔτ᾽ εἰ μέσον ἆμαρ ὄροιτο,

οὔδ᾽ ὅκχ᾽ ἁ λεύκιππος ἀνατρέχηι ἐς Διὸς Ἀώς,

οὔδ᾽ ὁπόκ᾽ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁροιεν,

σεισαμένας πτερὰ ματρὸς ἐπ᾽ αἰθαλόεντι πετεύρωι,

ὡς αὐτῶι κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,

15

αὐτῶι δ᾽ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ᾽ ἀποβαίη.

ἄλλ᾽ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰάσων

Αἰσονίδας, οἱ δ᾽ αὐτῶι ἀριστῆες συνέποντο

πασᾶν ἐκ πολίων προλελεγμένοι ὧν ὄφελός τι,

ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,

20

Ἀλκμήνας υἱὸς Μιδεάτιδος ἡρωίνας,

σὺν δ᾽ αὐτῶι κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,

ἅτις κυανεᾶν οὐχ ἅψατο συνδρομάδων ναῦς,

ἀλλὰ διεξάιξεν (ἀφ᾽ οὗ τότε χοιράδες ἔσταν)

αἰετὸς ὣς μέγα λαῖτμα, βαθὺν δ᾽ εἰσέδραμε Φᾶσιν.

25

ἆμος δ᾽ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ

ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,

τᾶμος ναυτιλίας μιμνάισκετο θεῖος ἄωτος

ἡρώων, κοίλαν δὲ καθιδρυθέντες ἐς Ἀργώ

Ἑλλάσποντον ἵκοντο νότωι τρίτον ἆμαρ ἀέντι,

30

εἴσω δ᾽ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν

αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρον.

ἐκβάντες, δ᾽ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο

δειελινάν, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.

λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,

35

ἔνθεν βούτομον ὀξὺ βαθύν τ᾽ ἐτάμοντο κύπειρον.

κὤιχεθ᾽ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων

αὐτῶι θ᾽ Ἡρακλῆϊ καὶ ἀστεμφεῖ Τελαμῶνι,

οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,

χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν

40

ἡμένωι ἐν χώρωι· περὶ δὲ θρύα πολλὰ πεφύκει,

κυάνεόν τε χελιδόνιον χλωρόν τ᾽ ἀδίαντον

καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.

ὕδατι δ᾽ ἐν μέσσωι Νύμφαι χορὸν ἀρτίζοντο,

Νύμφαι ἀκοίμητοι, δεινὰ θεαὶ ἀγροιώταις,

45

Εὐνίκα καὶ Μαλὶς ἔαρ θ᾽ ὁρόωσα Νύχεια.

ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῶι πολυχανδέα κρωσσόν

βάψαι ἐπειγόμενος· ταὶ δ᾽ ἐν χερὶ πᾶσαι ἔφυσαν.

πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεφόβησεν

Ἀργείωι ἐπὶ παιδί. κατήριπε δ᾽ ἐς μέλαν ὕδωρ

50

ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ᾽ οὐρανοῦ ἤριπεν ἀστὴρ

ἀθρόος ἐν πόντωι, ναύταις δέ τις εἶπεν ἑταίροις

«κουφότερ᾽ ὦ παῖδες ποιεῖσθ᾽ ὅπλα· πλευστικὸς οὖρος.»

Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι

δακρυόεντ᾽ ἀγανοῖσι παρεψύχοντ᾽ ἐπέεσσιν.

55

Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ

ὤιχετο, Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα

καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὰ χείρ.

τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαθὺς ἤρυγε λαιμός·

τρὶς δ᾽ ἄρ᾽ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δ᾽ ἵκετο φωνά

60

ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.

[ὡς δ᾽ ὁποτ᾽ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας]

νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς

ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·

Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις

65

παῖδα ποθῶν δεδόνητο, πολὺν δ᾽ ἐπελάμβανε χῶρον.

σχέτλιοι οἱ φιλέοντες, ἀλώμενος ὅσσ᾽ ἐμόγησεν

οὔρεα καὶ δρυμούς, τὰ δ᾽ Ἰάσονος ὕστερα πάντ᾽ ἦς.

†ναῦς μεν ἄρμεν᾽ ἔχοισα μετάρσια τῶν παρεόντων,†

†ἱστία δ᾽ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον†

70

Ἡρακλῆα μένοντες. ὅ δ᾽ ἇι πόδες ἆγον ἐχώρει

μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.

οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀριθμεῖται·

Ἡρακλῆ δ᾽ ἥρωες ἐκερτόμεον λιποναύταν,

οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ·

75

πεζᾶι δ᾽ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.