Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
XII.
|
|
___________________________________________________
| |
Ἀίτης
Ἤλυθες ὦ φίλε κοῦρε τρίτηι σὺν νυκτὶ καὶ ἠοῖ·ἤλυθες, οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.ὅσσον ἔαρ χειμῶνος, ὅσον μῆλον βραβίλοιοἥδιον, ὅσσον ὄις σφετέρης λασιωτέρη ἀρνός, | |
5 | ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδώνσυμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν·τόσσον ἔμ᾽ εὔφρηνας σὺ φανείς, σκιερὴν δ᾽ ὑπὸ φηγόνἠελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις. |
10 | εἴθ᾽ ὁμαλοὶ πνεύσειαν ἐπ᾽ ἀμφοτέροισιν Ἔρωτεςνῶϊν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδή·«δίω δή τινε τώδε μετὰ προτέροισι γενέσθηνφῶθ᾽, ὃ μὲν εἴσπνηλος, φαίη χ᾽ ὡμυκλαϊάζων,τὸν δ᾽ ἕτερον πάλιν, ὡς καὶ ὁ Θεσσαλός, εἴποι ἀίτην. |
15 | ἀλλήλους δ᾽ ἐφίλησαν ἴσωι ζυγῶι. ἦρα τότ᾽ ἦσανχρύσειοι πάλιν ἄνδρες, ὅτ᾽ ἀντεφίλησ᾽ ὁ φιληθείς.»εἰ γὰρ τοῦτο, πάτερ Κρονίδη, πέλοι, εἰ γάρ, ἀγήρωιἀθάνατοι, γενεῆις δὲ διηκοσίηισιν ἔπειταἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα· |
20 | «ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεωπᾶσι διὰ στόματος, μετὰ δ᾽ ἠιθέοισι μάλιστα.»ἀλλ᾽ ἤτοι τούτων μὲν †ὑπέρτεροι Οὐρανίωνες·ἕσσονθ᾽† ὡς ἐθέλουσιν· ἐγὼ δέ σε τὸν καλὸν αἰνέωνψεύδεα ῥινὸς ὕπερθεν ἀραιῆς οὐκ ἀναφύσω. |
25 | ἢν γὰρ καί τι δάκηις, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,διπλάσιον δ᾽ ὤνησας, ἔχων δ᾽ ἐπίμετρον ἀπῆλθον.Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλαξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα. |
30 | αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πρώτωικοῦροι ἑριδμαίνουσι φιλήματος ἄκρα φέρεσθαι.ὃς δέ κε προσμάξηι γλυκερώτερα χείλεσι χείλη,βριθόμενος στεφάνοισιν ἑὴν ἐς μητέρ᾽ ἀπῆλθεν.ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾶι. |
35 | ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλ᾽ ἐπιβῶταιΛυδίηι ἶσον ἔχειν πέτρηι στόμα, χρυσὸν ὁποίηιπεύθονται μὴ φαῦλος, ἐτήτυμον ἀργυραμοιβοί. |