BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

XI.

 

___________________________________________________

 

 

 

Κύκλωψ

 

 

Οὐδὲν ποττὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο,

Νικία, οὔτ᾽ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ᾽ ἐπίπαστον,

ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ

γίνετ᾽ ἐπ᾽ ἀνθρώποις, εὑρεῖν δ᾽ οὐ ῥάιδιόν ἐστι.

5

γινώσκειν δ᾽ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα

καὶ ταῖς ἐννέα δὴ πεφιλημένον ἔξοχα Μοίσαις.

οὕτω γοῦν ῥάϊστα διᾶγ᾽ ὁ Κύκλωψ ὁ παρ᾽ ἁμῖν,

ὡρχαῖος Πολύφαμος, ὅκ᾽ ἤρατο τᾶς Γαλατείας,

ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.

10

ἤρατο δ᾽ οὐ μάλοις οὐδὲ ῥόδωι οὐδὲ κικίννοις,

ἀλλ᾽ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.

πολλάκι ταὶ ὄϊες ποτὶ τωὐλίον αὐταὶ ἀπῆνθον

χλωρᾶς ἐκ βοτάνας· ὃ δὲ τὰν Γαλάτειαν ἀείδων

αὐτὸς ἐπ᾽ ἀϊόνος κατετάκετο φυκιοέσσας

15

ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος,

Κύπριδος ἐκ μεγάλας τό οἱ ἥπατι πᾶξε βέλεμνον.

ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δ᾽ ἐπὶ πέτρας

ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.

 

ΚΥΚΛΩΨ

«Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ᾽ ἀποβάλληι

20

λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, 20

μόσχω γαυροτέρα, φιαρωτέρα ὄμφακος ὠμᾶς;

φοιτῆις δ᾽ αὖθ᾽ οὕτως, ὅκκα γλυκὺς ὕπνος ἔχηι με,

οἴχηι δ᾽ εὐθὺς ἰοῖσ᾽, ὅκκα γλυκὺς ὕπνος ἀνῆι με,

φεύγεις δ᾽ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.

25

ἠράσθην μὲν ἔγωγε τεοῦς, κόρα, ἁνίκα πρᾶτον

ἦνθες ἐμᾶι σὺν ματρὶ θέλοισ᾽ ὑακίνθινα φύλλα

ἔξ ὄρεος δρέψασθαι, ἐγὼ δ᾽ ὁδὸν ἁγεμόνευον.

παύσασθαι δ᾽ ἐσιδών τυ καὶ ὕστερον οὐδ᾽ ἔτί παι νῦν

ἐκ τήνω δύναμαι· τὶν δ᾽ οὐ μέλει οὐ μὰ Δί᾽ οὐδέν.

30

γινώσκω, χαρίεσσα κόρα, τίνος οὕνεκα φεύγεις·

ὥνεκά μοι λασία μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπωι

ἐξ ὠτὸς τέταται ποτὶ θώτερον ὦς μία μακρά,

εἷς δ᾽ ὀφθαλμος ὕπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.

ἀλλ᾽ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,

35

κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω·

τυρὸς δ᾽ οὐ λείπει μ᾽ οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώραι,

οὐ χειμῶνας ἄκρω· ταρσοὶ δ᾽ ὑπεραχθέες αἰεί.

συρίσδεν δ᾽ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,

τίν, τὸ φίλον γλυκύμαλον, ἀμᾶι κἠμαυτὸν ἀείδων

40

πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρώς

πάσας μαννοφόρως, καὶ σκύμνως τέσσαρας ἄρκτων.

ἀλλ᾽ ἀφίκευσο ποθ᾽ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,

τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.

ἅδιον ἐν τὤντρωι παρ᾽ ἐμὶν τὰν νύκτα διαξεῖς·

45

ἐντὶ δάφναι τηνεί, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,

ἔστι μέλας κισσός, ἔστ᾽ ἄμπελος ὁ γλυκύκαρπος,

ἔστιν ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα

λευκᾶς ἐκ χιόνος ποτὸν ἁμβρόσιον προίητι.

τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθ᾽ ἕλοιτο;

50

αἰ δέ τοι αὐτὸς ἐγὼν δοκέω λασιώτερος ἦμεν,

ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῶι ἀκάματον πῦρ·

καιόμενος δ᾽ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν

καὶ τὸν ἕν᾽ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.

ὤμοι, ὅτ᾽ οὐκ ἐτεκέ μ᾽ ἁ μάτηρ βράγχι᾽ ἔχοντα,

55

ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τεῦς ἐφίλησα,

αἰ μὴ τὸ στόμα λῆις, ἔφερον δέ τοι ἢ κρίνα λευκά

ἢ μάκων᾽ ἁπαλὰν ἐρυθρὰ πλαταγώνι᾽ ἔχοισαν.

ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,

ὥστ᾽ οὔκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντ᾽ ἐδυνάθην.

60

νῦν μάν, ὦ κόριον, νῦν αὐτό γα νεῖν †γε μαθεῦμαι,†

αἴ κά τις σὺν ναῒ πλέων ξένος ὧδ᾽ ἀφίκηται,

ὧς εἰδῶ, τί ποχ᾽ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.

ἐξένθοις, Γαλάτεια, καὶ ἐξενθοῖσα λάθοιο

ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος, οἴκαδ᾽ ἀπενθεῖν,

65

ποιμαίνειν δ᾽ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ᾽ ἀμέλγειν

καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.

ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾶι·

οὐδὲν πήποχ᾽ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,

καὶ ταῦτ᾽ ἆμαρ ἐπ᾽ ἆμαρ ὁρεῦσά με λεπτύνοντα.

70

φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ

σφύζειν, ὡς ἀνιαθῆι, ἐπεὶ κἠγὼν ἀνιῶμαι.

ὦ Κύκλωψ Κύκλωψ, πᾶι τὰς φρένας ἐκπεπότασαι;

αἴκ᾽ ἐνθὼν ταλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας

ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.

75

τὰν παρεοῖσαν ἄμελγε· τί τὸν φεύγοντα διώκεις;

εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον᾽ ἄλλαν.

πολλαὶ συμπαίσδεν με κόραι τὰν νύκτα κέλονται,

κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ᾽ αὐταῖς ὑπακούσω.

δῆλον ὅτ᾽ ἐν τᾶι γᾶι κἠγών τις φαίνομαι ἦμεν.»

 

80

οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα

μουσίσδων, ῥᾶιον δὲ διᾶγ᾽ ἢ εἰ χρυσὸν ἔδωκεν.