BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

X.

 

___________________________________________________

 

 

 

Ἐργατίναι ἢ Θερισταί

Μίλων καὶ Βάττος (re vera Βουκαῖος)

 

 

ΜΙΛΩΝ

Ἐργατίνα Βουκαῖε, τί νῦν ὠιζυρὲ πεπόνθεις;

οὔτε τὸν ὄγμον ἄγειν ὀρθὸν δύναι, ὡς τὸ πρὶν ἆγες,

οὔθ᾽ ἅμα λαιοτομεῖς τῶι πλατίον, ἀλλ᾽ ἀπολείπηι

ὥσπερ ὄϊς ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψεν.

5

ποῖός τις δείλαν τὺ καὶ ἐκ μέσω ἄματος ἐσσῆι,

ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;

ΒΟΥΚΑΙΟΣ

Μίλων ὀψαμᾶτα, πέτρας ἀπόκομμ᾽ ἀτεράμνω,

οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;

ΜΙΛΩΝ

οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάται ἀνδρί;

ΒΟΥΚΑΙΟΣ

10

οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι᾽ ἔρωτα;

ΜΙΛΩΝ

μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.

ΒΟΥΚΑΙΟΣ

ἀλλ᾽ ἐγὼ, ὦ Μίλων, ἔραμαι, σχεδὸν ἑνδεκαταῖος.

ΜΙΛΩΝ

ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δ᾽ ἔχω οὐδ᾽ ἅλις ὄξος.

ΒΟΥΚΑΙΟΣ

τοιγὰρ καὶ πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.

ΜΙΛΩΝ

15

τίς δέ τυ τᾶν παίδων λυμαίνεται;

ΒΟΥΚΑΙΟΣ

ἁ Πολυβώτα,

ἂ πρᾶν ἀμώντεσσι παρ᾽ Ἱπποκίωνι ποταύλει.

ΜΙΛΩΝ

εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.

μάντις τοι τὰν νύκτα χροϊξεῖθ᾽ ἁ καλαμαία.

ΒΟΥΚΑΙΟΣ

μωμᾶσθαί μ᾽ ἄρχηι τυ· τυφλὸς δ᾽ οὐκ αὐτὸς ὁ Πλοῦτος,

20

ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.

ΜΙΛΩΝ

οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾶιον.

καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὕτως

ἐργαξῆι· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.

ΒΟΥΚΑΙΟΣ

Μῶσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι

25

παῖδ᾽· ὧν γάρ χ᾽ ἅψησθε, θεαί, καλὰ πάντα ποεῖτε.

Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,

ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.

καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος,

ἀλλ᾽ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.

30

ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει,

ἁ γέρανος τὤροτρον, ἐγὼ δ᾽ ἐπὶ τὶν μεμάνημαι.

αἴθε μοι ἦς ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,

χρύσεοι ἀμφότεροι κ᾽ ἀνεκείμεθα τᾶι Ἀφροδίται,

τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ τύγε μᾶλον,

35

σχῆμα δ᾽ ἐγὼ καὶ καινὰς ἐπ᾽ ἀμφοτέροισιν ἀμύκλας.

Βομβύκα χαρίεσσ᾽, οἱ μὲν πόδες ἀστράγαλοί τευ,

ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.

ΜΙΛΩΝ

ἧ καλὰς ἄμμε ποῶν ἐλελάθει Βοῦκος ἀοιδάς·

ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.

40

ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.

θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.

Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾶιον

εὔεργόν τ᾽ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.

σφίγγετ᾽ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις

45

εἴπηι· «σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός.»

ἐς βορέαν ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν

ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὕτως.

σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·

ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.

50

ἄρχεσθαι δ᾽ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,

καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.

εὐκτὸς ὁ τῶ βατράχω, παῖδες, βίος· οὐ μελεδαίνει

τὸν τὸ πιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῶι.

κάλλιον ὠπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν·

55

μἠπιτάμηις τὰν χεῖρα καταπρίων τὸ κύμινον.

 

ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίωι ἄνδρας ἀείδειν,

τὸν δὲ τεὸν Βουκαῖε πρέπει λιμηρὸν ἔρωτα

μυθίσδεν τᾶι ματρὶ κατ᾽ εὐνὰν ὀρθρευοίσαι.