BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

IX.

 

___________________________________________________

 

 

 

Βουκολιασταί γʹ

Δάφνις καὶ Μενάλκας

 

 

 

[ΠΡΟΛΟΓΙΖΕΙ ΝΟΜΕΥΣ ΤΙΣ Ο ΚΑΙ ΚΡΙΤΗΣ]

Βουκολιάζεο Δάφνι· τὺ δ᾽ ὠιδᾶς ἄρχεο πρᾶτος,

ὠιδᾶς ἄρχεο πρᾶτος, ἐφεψάσθω δὲ Μενάλκας,

μόσχως βουσὶν ὑφέντες, ὑπὀ στείραισι δὲ ταύρως.

χοἲ μὲν ἁμᾶι βόσκοιντο καὶ ἐν φύλοισι πλανῶιντο

5

μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ

†ἔμποθεν, ἄλλοθεν δὲ ποτικρίνοιτο† Μενάλκας.

ΔΑΦΝΙΣ

Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἀ βῶς,

ἁδὺ δὲ χἀ σῦριγξ χὠ βουκόλος, ἁδὺ δὲ κἠγών.

ἔστι δέ μοι παρ᾽ ὕδωρ φυχρὸν στιβάς, ἐν δὲ νένασται

10

λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας

λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.

τοῦ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,

ὅσσον ἐρῶν τι πατρὸς μύθων καὶ ματρὸς ἀκούειν

[ΠΡΟΛΟΓΙΖΕΙ ΝΟΜΕΥΣ ΤΙΣ Ο ΚΑΙ ΚΡΙΤΗΣ]

οὕτως Δάφνις ἄεισεν ἐμίν, οὕτῶς δὲ Μενάλκας.

ΜΕΝΑΛΚΑΣ

15

Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω

κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι, ὅσσ᾽ ἐν ὀνείρωι

φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,

ὧν μοι πρὸς κεφαλαῖ καὶ πρὸς ποσὶ κώεα κεῖται.

ἐν πυρὶ δὲ δρυΐνωι χόρια ζεῖ, ἐν πυρὶ δ᾽ αὖαι

20

φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδ᾽ ὅσον ὤραν

χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.

[ΠΡΟΛΟΓΙΖΕΙ ΝΟΜΕΥΣ ΤΙΣ Ο ΚΑΙ ΚΡΙΤΗΣ]

τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,

Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτραφεν ἀγρός,

αὐτοφυῆ (τὰν οὐδ᾽ ἂν ἴσως μωμάσατο τέκτων),

25

τήνωι δὲ στρόμβω καλὸν ὄστρακον, οὗ κρέας αὐτός

σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας

πέντε ταμὼν πέντ᾽ οὖσιν· ὃ δ᾽ ἐγκαγχήσατο κόχλωι.

βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δ᾽ ὠιδάν,

τὰν πόκ᾽ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι·

30

μηκέτ᾽ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσηι·

«τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,

ἴρηκες δ᾽ ἴρηξιν, ἐμὶν δ᾽ ἁ Μοῖσα καὶ ὠιδά.

τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος

οὔτ᾽ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις

35

ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς γὰρ ὁρεῦντι

γαθεῦσαι, τούς δ᾽ οὔτι ποτῶι δαλήσατο Κίρκα.»