Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
VIII.
|
|
___________________________________________________
| |
Βουκολιασταί βʹΔάφνις καὶ Μενάλκας
Δάφνιδι τῶι χαρίεντι συνήντετο βουκολέοντιμᾶλα νέμων, ὡς φαντί, κατ᾽ ὤρεα μακρὰ Μενάλκας.ἄμφω τώγ᾽ ἤστην πυρροτρίχω, ἄμφω ἀνήβω,ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν. | |
5 | πρᾶτος δ᾽ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
ΜΕΝΑΛΚΑΣ«μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῆις μοι ἀεῖσαι;φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.»
τὸν δ᾽ ἄρα χὠ Δάφνις τοιῶιδ᾽ ἀμείβετο μύθωι·
ΔΑΦΝΙΣ«ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα, |
10 | οὔποτε νικασεῖς μ᾽, οὐδ᾽ εἴ τι πάθοις, τύγ᾽ ἀείδων.»ΜΕΝΑΛΚΑΣχρήισδεις ὦν ἐσιδεῖν; χρήισδεις καταθεῖναι ἄεθλον;ΔΑΦΝΙΣχρήισδω τοῦτ᾽ ἐσιδεῖν, χρήισδω καταθεῖναι ἄεθλον.ΜΕΝΑΛΚΑΣκαὶ τίνα θησεύμεσθα, τίς ἁμῖν ἄρκιος εἴη;ΔΑΦΝΙΣμόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.ΜΕΝΑΛΚΑΣ |
15 | οὐ θησῶ ποκα ὰμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευχἀ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντ᾽ ἀριθμεῦντιΔΑΦΝΙΣἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν;ΜΕΝΑΛΚΑΣσύριγγ᾽ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω ἶσον ἄνωθεν, |
20 | ταύταν κα θείην· τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.ΔΑΦΝΙΣἦ μάν τοι κἠγὼ σύριγγ᾽ ἔχω ἐννεάφωνον,λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν.πρώαν νιν συνέπαξ᾽· ἔτι καὶ τὸν δάκτυλον ἀλγῶτοῦτον, ἐπεὶ κάλαμός με διασχισθείς νιν ἔτμαξεν.ΜΕΝΑΛΚΑΣ |
25 | ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;ΔΑΦΝΙΣτῆνόν πως ἐνταῦθα τὸν αἰπόλον, ἢν, καλέσωμες,ὧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φαλαρὸς ὑλακτεῖ.χοἰ μὲν παῖδες ἄυσαν, ὁ δ᾽ αἰπόλος ἦνθ᾽ ἐπακοῦσαι,χοἰ μὲν παῖδες ἀείδεν, ὁ δ᾽ αἰπόλος ἤθελε κρίνειν. |
30 | πρᾶτος δ᾽ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,εἶτα δ᾽ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάνβουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.ΜΕΝΑΛΚΑΣἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκαςπήποχ᾽ ὁ συρικτὰς προσφιλὲς ἆισε μέλος, |
35 | βόσκοιτ᾽ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκ᾽ ἔνθηιΔάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.ΔΑΦΝΙΣκρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖονμουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας |
40 | τῆδ᾽ ἀγάγηι, χαίρων ἄφθονα πάντα νέμοι.ΜΕΝΑΛΚΑΣ |
45 | ἔνθ᾽ ὄις, ἔνθ᾽ αἶγες διδυματόκοι, ἔνθα μέλισσαιξ |
46 | σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, |
47 | ἔνθ᾽ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δ᾽ ἂν ἀφέρπηι, |
44 | χὠ ποιμὴν ξηρὸς τηνόθι χαἰ βοτάναι.ΔΑΦΝΙΣ |
41 | παντᾶι ἔαρ, παντᾶι δὲ νομοί, παντᾶι δὲ γάλακτος |
42 | οὔθατα πιδῶσιν, καὶ τὰ νέα τρέφεται, |
43 | ἔνθα καλὰ Ναῒς ἐπινίσσεται· αἰ δ᾽ ἂν ἀφέρπηι, |
48 | χὠ τὰς βῶς βόσκων χαἰ βόες αὐότεραι.ΜΕΝΑΛΚΑΣὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὦ βάθος ὕλας |
50 | μυρίον (ὦ σιμαὶ δεῦτ᾽ ἐφ ὕδωρ ἔριφοι),ἐν τήνωι γὰρ τῆνος· ἴθ᾽ «ὦ καλὲ» καὶ λέγε, «Μίλων,ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμεν.»ΔΑΦΝΙΣμή μοι γᾶν Πέλοπος, μή μοι Κροίσεια τάλανταεἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· |
55 | ἀλλ᾽ ὑπὸ τᾶι πέτρα τᾶιδ᾽ ἄισομαι ἀγκὰς ἔχων τυ,σύννομε κάλ᾽, ἐσορῶν τὰν Σικελὰν ἐς ἅλα.ΜΕΝΑΛΚΑΣ[δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ᾽ αὐχμός,ὄρνισιν δ᾽ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, |
60 | οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας.]ταῦτα μὲν ὦν δι᾽ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·τὰν πυματὰν δ᾽ ὠιδὰν οὕτως ἐξᾶρχε Μενάλκας.ΔΑΦΝΙΣΦείδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,μηδ᾽ ἀδίκει μ᾽, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω. |
65 | ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.ταὶ δ᾽ ὄιες, μηδ᾽ ὐμμὲς ὀκνεῖθ᾽ ἁπαλᾶς κορέσασθαιποίας· οὔτι καμεῖσθ᾽, ὅκκα πάλιν ἅδε φύηται.σίττα νέμεσθε νέμεσθε, τὰ δ᾽ οὔθατα πλήσατε πᾶσαι, |
70 | ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ᾽ ἐς ταλάρως ἀποθῶμαι.δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ᾽ ἀείδεν·ΜΕΝΑΛΚΑΣΚἤμ᾽ ἐκ τῶ ἄντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσατὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·οὐ μὰν οὐδὲ †λόγων ἐκρίθην ἄπο τὸν† πικρὸν αὐτᾶι, |
75 | ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδον εἷρπον.ἁδεῖ᾽ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα·[ἁδὺ δὲ χὠ μόσχος γαρύεται, ἁδὺ δὲ χἀ βῶς.]ἁδὺ δὲ τῶ θέρεος παρ᾽ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.τᾶι δρυῒ ταὶ βάλανοι κόσμος, τᾶι μαλίδι μᾶλα, |
80 | τᾶι βοῒ δ᾽ ἁ μόσχος, τῶι βουκόλωι αἱ βόες αὐταί.ὣς οἱ παῖδες ἄεισαν, ὁ δ᾽ αἰπόλος ὦδ᾽ ἀγόρευεν·ΔΑΦΝΙΣ«ἁδύ τι τὸ στόμα τοι καὶ ἐφίμερος ὦ Δάφνι φωνά.κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.λάσδεο τᾶς σύριγγος· ἐνίκασας γὰρ ἀείδων. |
85 | αἰ δέ τι λῆις με καὶ αὐτὸν ἅμ᾽ αἰπολέοντα διδάξαι,τήναν τὰν μιτύλαν δωσῶ τα δίδακτρά τοι αἶγα,ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.»ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησενικάσας, οὕτω ἐπὶ ματέρα νεβρὸς ἅλοιτο. |
90 | ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπαιὥτερος, οὕτω καὶ νύμφα δμαθεῖσ᾽ ἀκάχοιτο.κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν. |