Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
VI.
|
|
___________________________________________________
| |
Βουκολιασταί αʹΔάφνις καὶ Δαμοίτας
Δαμοίτας καὶ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶροντὰν ἀγέλαν ποκ᾽, Ἄρατε, συνάγαγον· ἦς δ᾽ ὃ μὲν αὐτῶνπυρρός, ὃ δ᾽ ἡμιγένειος· ἐπὶ κράναν δέ τιν᾽ ἄμφωἑσδόμενοι θέρεος μέσωι ἄματι τοιάδ᾽ ἄειδον. | |
5 | πρᾶτος δ᾽ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδεν.
ΔΑΦΝΙΣΒάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτειαμάλοισιν, δυσέρωτα καὶ αἰπόλον ἄνδρα καλεῦσα·καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαιἁδέα συρίσδων. πάλιν ἅδ᾽ ἴδε τὰν κύνα βάλλει, |
10 | ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἃ δὲ βαΰσδειεἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνειἅσυχα καχλάζοντος ἐπ᾽ αἰγιαλοῖο θέοισαν.φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσηιἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξηι. |
15 | ἃ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται· ὡς ἀπ᾽ ἀκάνθαςταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει,καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτιπολλάκις, ὦ Πολύφαμε, τὰ μὴ καλὰ καλὰ πέφανται. |
20 | τῶι δ᾽ ἔπι Δαμοίτας ἀνεβάλλετο καὶ τάδ᾽ ἄειδεν·
ΔΑΜΟΙΤΑΣΕἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκ᾽ ἔβαλλε,κοὔ μ᾽ ἔλαθ᾽, οὐ τὸν ἐμὸν τὸν ἕνα γλυκὺν (ὧι ποθορῶιμιἐς τέλος, αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρ᾽ ἀγορεύωνἐχθρὰ φέροιτο ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι), |
25 | ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,ἀλλ᾽ ἄλλαν τινὰ φαμὶ γυναῖκ᾽ ἔχεν· ἃ δ᾽ ἀΐοισαζαλοῖ μ᾽, ὦ Παιάν, καὶ τάκεται, ἐκ δὲ θαλάσσαςοἰστρεῖ παπταίνοισα ποτ᾽ ἄντρα τε καὶ ποτὶ ποίμνας.σίξα δ᾽ ὑλακτεῖν νιν καὶ τᾶι κυνί· καὶ γὰρ ὅκ᾽ ἤρων |
30 | αὐτᾶς, ἐκνυζεῖτο ποτ᾽ ἰσχία ῥύγχος ἔχοισα.ταῦτα δ᾽ ἴσως ἐσορῶσα ποεῦντά με πολλάκι πεμψεῖἄγγελον. αὐτὰρ ἐγὼ κλαιξῶ θύρας, ἔστε κ᾽ ὀμόσσηιαὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδ᾽ ἐπὶ νάσω.καὶ γάρ θην οὐδ᾽ εἶδος ἔχω κακόν, ὥς με λέγοντι. |
35 | ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,ὡς παρ᾽ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τ᾽ ὀδόντωνλευκοτέρα αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον· |
40 | ταῦτα γὰρ ἁ γραία με Κοτυτταρὶς ἐξεδίδαξε.[ἃ πρᾶν ἀμάντεσσι παρ᾽ Ἱπποκίωνι ποταύλει].
Τόσσ᾽ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε,χὢ μὲν τῶι σύριγγ᾽, ὃ δὲ τῶι καλὸν αὐλὸν ἔδωκεν.αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας· |
45 | ὠρχεῦντ᾽ ἐν μαλακᾶι ταὶ πόρτιες αὐτίκα ποίαι.νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δ᾽ ἐγένοντο. |