BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

V.

 

___________________________________________________

 

 

 

Αἰπολικὸν καὶ Ποιμένικον

Κομάτας καὶ Λάκων

 

 

ΚΟΜΑΤΑΣ

Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τὸν Συβαρίταν

φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.

ΛΑΚΩΝ

οὐκ ἀπὸ τὰς κράνας σίττ᾽, ἀμνίδες; οὐκ ἐσορῆτε

τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;

ΚΟΜΑΤΑΣ

5

τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα

ἐκτάσα σύριγγα; τί δ᾽ οὐκέτι σὺν Κορύδωνι

ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;

ΛΑΚΩΝ

τάν μοι ἔδωκε Λύκων ὠλεύθερε. τὶν δὲ τὸ ποῖον

Λάκων ἀγκλέψας πόκ᾽ ἔβα νάκος; εἰπὲ Κομᾶτα.

10

οὐδὲ γὰρ Εὐμάραι τῶι δεσπόται ἦς τι ἐνεύδειν.

ΚΟΜΑΤΑΣ

τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ᾽ ἔθυσε

ταῖς Νύμφαις τὰν αἶγα· τὺ δ᾽ ὦ κακὲ καὶ τόκ᾽ ἐτάκευ

βασκαίνων καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.

ΛΑΚΩΝ

οὐ μαὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων

15

τὰν βαίταν ἀπέδυσ᾽ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας

τᾶς πέτρας, ὤνθρωπε, μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν.

ΚΟΜΑΤΑΣ

οὐ μὰν, οὐ ταύτας τὰς λιμνάδας, ὠγαθὲ Νύμφας,

αἵτε μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,

οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.

ΛΑΚΩΝ

20

αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε᾽ ἀροίμαν.

ἀλλ᾽ ὦν αἴ κα λῆις ἔριφον θέμεν, ἔστι μὲν οὐδὲν

ἱερόν, ἀλλ᾽ ἄγε τοι διαείσομαι, ἔστε κ᾽ ἀπείπηις.

ΚΟΜΑΤΑΣ

ὗς ποτ᾽ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται

ὥριφος· ἀλλ᾽ ἄγε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρειδε.

ΛΑΚΩΝ

25

καὶ πῶς, ὦ κίναδός τυ, τάδ᾽ ἔσσεται ἐξ ἴσω ἄμμιν;

τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας

αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ᾽ ἀμέλγειν;

ΚΟΜΑΤΑΣ

ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,

σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔτι

30

ὥριφος ἰσοπαλής τοι, ἴδ᾽ ὁ τράγος οὖτος· ἔρισδε.

ΛΑΚΩΝ

μὴ σπεῦδ᾽· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ἀισῆι

τῆδ᾽ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.

ψυχρὸν ὕδωρ τηνεὶ καταλείβεται· ὧδε πεφύκει

ποία, χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὦδε λαλεῦντι.

ΚΟΜΑΤΑΣ

35

ἀλλ᾽ οὔτι σπεύδω· μέγα δ᾽ ἄχθομαι, εἰ τύ με τολμῆις

ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ᾽ ἐόντα

παῖδ᾽ ἔτ᾽ ἐγὼν ἐδίδασκον. ἴδ᾽ ἁ χάρις ἐς τί ποχ᾽ ἕρπει.

θρέψαι τοι λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.

ΛΑΚΩΝ

καὶ πόκ᾽ ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας

40

μέμναμ᾽; ὦ φθονερόν τυ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.

ΚΟΜΑΤΑΣ

ἁνίκ᾽ ἐπύγιζόν τυ, τὺ δ᾽ ἄλγεες· αἱ δὲ χίμαιραι

αἵδε κατεβληχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη.

ΛΑΚΩΝ

μὴ βάθιον τήνω πυγίσματος ὗβε ταφείης.

ἀλλὰ γὰρ ἕρφ᾽, ὧδ᾽ ἕρπε, καὶ ὕστατα βουκολιαξῆι.

ΚΟΜΑΤΑΣ

45

οὐχ ἑρψῶ τηνεῖ· τουτεὶ δρύες, ὧδε κύπειρος,

ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι,

ἔνθ᾽ ὕδατος ψυχρῶ κρᾶναι δύο, ταὶ δ᾽ ἐπὶ δένδρει

ὄρνιθες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία

τᾶι παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.

ΛΑΚΩΝ

50

ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τῆδε πατησεῖς,

αἴ κ᾽ ἔνθηις, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι

ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις.

στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος

ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.

ΚΟΜΑΤΑΣ

55

ἀἰ δέ κε καὶ τὺ μόληις, ἁπαλὰν πτέριν ὧδε πατησεῖς

καὶ γλάχων᾽ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν

δέρματα τᾶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.

στασῶ δ᾽ ὀκτὼ μὲν γαυλὼς τῶι Πανὶ γάλακτος,

ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί᾽ ἐχοίσας.

ΛΑΚΩΝ

60

αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·

τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε,

τίς κρινεῖ; αἴθ᾽ ἔνθοι ποχ᾽ ὁ βουκόλος ὧδ᾽ ὁ Λυκώπας.

ΚΟΜΑΤΑΣ

οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,

αἰ λῆις, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρίκας

65

τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.

ΛΑΚΩΝ

βωστρέωμες.

ΚΟΜΑΤΑΣ

τὺ κάλει νιν.

ΛΑΚΩΝ

ὶθ᾽ ὦ ξένε, μικκὸν ἄκουσον

τῆδ᾽ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων

βουκολιαστάς ἐστι. τὺ δ᾽ ὠγαθὲ μήτ᾽ ἐμὲ Μόρσων

ἐν χάριτι κρίνηις, μήτ᾽ ὦν τύγα τοῦτον ὀνάσηις.

ΚΟΜΑΤΑΣ

70

ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάται

τὸ πλέον ἰθύνηις, μήτ᾽ ὦν τύγα τῶιδε χαρίξηι.

ἄδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,

[Εὐμάρα δὲ τὰς αἶγας ὁρῆις φίλε τῶ Συβαρίτα.]

ΛΑΚΩΝ

μή τύ τις ἠρώτη ποττῶ Διός, αἴτε Σιβύρτα

75

αἴτ᾽ ἐμόν ἐστι, κάκιστε,τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

ΚΟΜΑΤΑΣ

βέντισθ᾽ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω

κοὐδὲν καυχέομαι· τύ γα μὰν φιλοκέρτομος ἐσσί.

ΛΑΚΩΝ

εἶα λέγ᾽, εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις

ζῶντ᾽ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομᾶτα.

ΚΟΜΑΤΑΣ

80

ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν

Δάφνιν· ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα.

ΛΑΚΩΝ

καὶ γὰρ ἔμ᾽ Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῶι

κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

ΚΟΜΑΤΑΣ

πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,

85

καί μ᾽ ἁ παῖς ποθορεῦσα «τάλαν» λέγει «αὐτὸς ἀμέλγεις;»

ΛΑΚΩΝ

φεῦ φεῦ· Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ

τυρῶ καὶ τὸν ἄνηβον ἐν ἄνθεσι παῖδα μολύνει.

ΚΟΜΑΤΑΣ

βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα

τὰς αἶγας παρελάντα καὶ ἁδύ τι ποππυλιάσδει.

ΛΑΚΩΝ

90

κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν

ἐκμαίνει· λιπαρὰ δὲ παρ᾽ αὐχένα σείετ᾽ ἔθειρα.

ΚΟΜΑΤΑΣ

ἀλλ᾽ οὐ σύμβλητ᾽ ἐστὶ κυνόσβατος οὐδ᾽ ἀνεμώνα

πρὸς ῥόδα, τῶν ἄνδηρα παρ᾽ αἱμασιαῖσι πεφύκει.

ΛΑΚΩΝ

οὐδὲ γὰρ οὐδ᾽ ἀκύλοις ὀρομαλίδες· αἳ μὲν ἔχοντι

95

λεπτὸν ἀπὸ πρίνοιο λεπύριον, αἳ δὲ μελιχραί

ΚΟΜΑΤΑΣ

κἠγὼ μὲν δωσῶ τᾶι παρθένωι αὐτίκα φάσσαν

ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεὶ γὰρ ἐφίσδει.

ΛΑΚΩΝ

ἀλλ᾽ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω

τὰν οἶν τὰν πέλλαν, Κρατίδαι δωρήσομαι αὐτός.

ΚΟΜΑΤΑΣ

100

σίττ᾽ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε,

ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.

ΛΑΚΩΝ

οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;

τουτεὶ βοσκησεῖσθε ποτ᾽ ἀντολάς, ὡς ὁ Φάλαρος.

ΚΟΜΑΤΑΣ

ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,

105

ἔργον Πραξιτέλευς· τᾶι παιδὶ δὲ ταῦτα φυλάσσω.

ΛΑΚΩΝ

χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,

ὃν τῶι παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.

ΚΟΜΑΤΑΣ

ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,

μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ αὖαι.

ΛΑΚΩΝ

110

τοὶ τέττιγες ὁρῆτε, τὸν αἰπόλον ὡς ἐρεθίζω·

οὕτως κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς.

ΚΟΜΑΤΑΣ

μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος

αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.

ΛΑΚΩΝ

καὶ γὰρ ἐγὼν μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα

115

σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.

ΚΟΜΑΤΑΣ

ἦ οὐ μέμνασ᾽, ὅκ᾽ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς

εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;

ΛΑΚΩΝ

τοῦτο μὲν οὐ μέμναμ᾽· ὅκα μάν τοι τῆδέ τυ δήσας

Εὐμάρας ἐκάθηρε, καλῶς μάλα τοῦτό γ᾽ ἴσαμι.

ΚΟΜΑΤΑΣ

120

ἤδη τις, Μόρσων, πικραίνεται· ἢ οὐχὶ παράισθευ;

σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.

ΛΑΚΩΝ

κἠγὼ μὰν κνίζω, Μόρσων, τινά· καὶ τὺ δὲ λεύσσεις.

ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα.

ΚΟΜΑΤΑΣ

Ἱμέρα ἀνθ᾽ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κρᾶθι

125

οἴνωι πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι.

ΛΑΚΩΝ

ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον

ἁ παῖς ἀνθ᾽ ὕδατος τᾶι κάλπιδι κηρία βάψαι.

ΚΟΜΑΤΑΣ

ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,

καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέονται.

ΛΑΚΩΝ

130

ταῖσι δ᾽ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια

φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.

ΚΟΜΑΤΑΣ

οὐκ ἔραμ᾽ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε

τῶν ὤτων καθελοῖσ᾽, ὅκα οἱ τὰν φάσσαν ἔδωκα.

ΛΑΚΩΝ

ἀλλ᾽ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκ᾽ αὐτῶι

135

τὰν σύριγγ᾽ ὤρεξα, καλόν τί με καρτ᾽ ἐφίλησεν.

ΚΟΜΑΤΑΣ

οὐ θεμιτόν, Λάκων, ποτ᾽ ἀηδόνα κίσσας ἐρίσδειν,

οὐδ᾽ ἔποπας κύκνοισι· τὺ δ᾽ ὦ τάλαν ἐσσὶ φιλεχθής.

ΜΟΡΣΩΝ

παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομᾶτα

δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας

140

ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.

ΚΟΜΑΤΑΣ

πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων

νῦν ἀγέλα· κἠγὼν γὰρ ἴδ᾽ ὡς μέγα τοῦτο καχάξω

καττῶ Λάκωνος τῶ ποιμένος, ὅττι ποκ᾽ ἤδη

ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.

145

αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε

πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.

οὗτος ὁ λευκίτας ὁ κορυπτίλος, εἴ τιν᾽ ὀχευσεῖς

τᾶν αἰγῶν, φλασσῶ τυ, πρὶν ἢ γ᾽ ἔμὲ καλλιερῆσαι

ταῖς Νύμφαις τὰν ἀμνόν. ὃ δ᾽ αὖ πάλιν. ἀλλὰ γενοίμαν,

150

αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.