BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

IV.

 

___________________________________________________

 

 

 

Νομεῖς

Βάττος καὶ Κορύδων

 

 

ΒΑΤΤΟΣ

Εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦρα Φιλώνδα;

ΚΟΡΥΔΩΝ

οὔκ, ἀλλ᾽ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.

ΒΑΤΤΟΣ

ἦ πάι ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;

ΚΟΡΥΔΩΝ

ἀλλ᾽ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.

ΒΑΤΤΟΣ

5

αὐτὸς δ᾽ ἐς τίν᾽ ἄφαντος ὁ βουκόλος ὤιχετο χώραν;

ΚΟΡΥΔΩΝ

οὐκ ἄκουσας; ἄγων νιν ἐπ᾽ Ἀλφεὸν ὤιχετο Μίλων.

ΒΑΤΤΟΣ

καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;

ΚΟΡΥΔΩΝ

φαντί νιν Ἡρακλῆϊ βίην καὶ κάρτος ἐρίσδειν.

ΒΑΤΤΟΣ

κἤμ᾽ ἔφαθ᾽ ἁ μάτηρ Πολυδεύκεος ἦμεν ἀμείνω.

ΚΟΡΥΔΩΝ

10

κὤιχετ᾽ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μῆλα.

ΒΑΤΤΟΣ

πείσαι κα Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.

ΚΟΡΥΔΩΝ

ταὶ δαμάλαι δ᾽ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.

ΒΑΤΤΟΣ

δειλαῖαί γ᾽ αὗται, τὸν βουκόλον ὡς κακὸν εὗρον.

ΚΟΡΥΔΩΝ

ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.

ΒΑΤΤΟΣ

15

τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται

τὠστία. μὴ πρῶκας σιτίζεται, ὥσπερ ὁ τέττιξ;

ΚΟΡΥΔΩΝ

οὐ Δᾶν, ἀλλ᾽ ὅκα μέν νιν ἐπ᾽ Αἰσάροιο νομεύω

καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,

ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.

ΒΑΤΤΟΣ

20

λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν

τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται ὅκκα θύωντι

τᾶι Ἥραι τοιόνδε· †κακοχράσμων† γὰρ ὁ δᾶμος.

ΚΟΡΥΔΩΝ

καὶ μὰν ἐς στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,

καὶ ποτὶ τὸν Νήαιθον, ὅπη καλὰ πάντα φύοντι.

25

αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.

ΒΑΤΤΟΣ

φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες, ὦ τάλαν Αἴγων,

εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,

χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ᾽ ἐπάξα.

ΚΟΡΥΔΩΝ

οὐ τήνα γ᾽, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων

30

δῶρον ἐμίν νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,

κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.

αἰνέω τάν τε Κρότωνα· καλὰ πόλις, ἅ τε Ζάκυνθος

καὶ τὸ ποταῶιον τὸ Λακίνιον, ἇιπερ ὁ πύκτας

Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.

35

τηνεὶ καὶ τὸν ταῦρον ἀπ᾽ ὤρεος ἆγε πιάξας

τᾶς ὁπλᾶς κἤδωκ᾽ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες

μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.

ΒΑΤΤΟΣ

ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας

λασεύμεσθ᾽· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.

40

αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.

ΚΟΡΥΔΩΝ

θαρσεῖν χρή φίλε Βάττε· τάχ᾽ αὔριον ἔσσετ᾽ ἄμεινον.

ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.

χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ᾽ ὕει.

ΒΑΤΤΟΣ

θαρσέω. βάλλε κάτωθε, τὰ μόσχια· τᾶς γὰρ ἐλαίας

45

τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα.

ΚΟΡΥΔΩΝ

σίτθ᾽ ὁ Λέπαργος,

σίτθ᾽ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;

ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,

εἰ μὴ ἄπει τουτῶθεν. ἴδ᾽ αὖ πάλιν ἅδε ποθέρπει.

50

εἴθ᾽ ἦς μοι ῥοικόν τι λαγωβόλον, ὥς τυ πάταξα.

ΒΑΤΤΟΣ

θᾶσαί μ᾽ ὦ Κορύδων, ποττῶ Διός· ἁ γὰρ ἄκανθα

ἁρμοῖ μ᾽ ὧδ᾽ ἐπάταξ᾽ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι

τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο·

εἰς ταύταν ἐτύπην χασμευμένος. ἦ ῥά γε λεύσσεις;

ΚΟΡΥΔΩΝ

55

ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.

ΒΑΤΤΟΣ

ὅσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.

ΚΟΡΥΔΩΝ

εἰς ὄρος ὅκχ᾽ ἕρπηις, μὴ νήλιπος ἔρχεο Βάττε·

ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομόωοντι.

ΒΑΤΤΟΣ

εἴπ᾽ ἄγε μ᾽ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥ᾽ ἔτι μύλλει

τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκ᾽ ἐκνίσθη;

ΚΟΡΥΔΩΝ

60

ἀκμάν γ᾽ ὦ δειλαῖε· πρόαν γέ μεν αὐτὸς ἐπενθὼν

καὶ ποτὶ τᾶι μάνδραι κατελάμβανον, ἆμος ἐνήργει.

ΒΑΤΤΟΣ

εὖ γ᾽ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις

ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.