Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
III.
|
|
___________________________________________________
| |
Κῶμος
Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγεςβόσκονται κατ᾽ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.Τίτυρ᾽ ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν, | |
5 | τὸν Λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψηι.
Ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, τί μ᾽ οὐκέτι τοῦτο κατ᾽ ἄντρονπαρκύπτοισα καλεῖς; τὸν ἐρωτύλον ἦ ῥά με μισεῖς;ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν;νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς. |
10 | ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον,ὦ μ᾽ ἐκέλευ καθελεῖν τύ, καὶ αὔριον ἄλλα τοι οἰσῶ.θᾶσαι μάν· θυμαλγὲς ἐμὸν ἄχος. αἴθε γενοίμανἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαντὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ἇι τυ πυκάσδεις. |
15 | νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦρα λέαιναςμαζὸν ἐθήλαζεν, δρυμῶι τέ νιν ἔτραφε μάτηρ,ὅς με κατασμύχων καὶ ἐς ὀστέον ἄχρις ἰάπτει.ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος, ὦ κυάνοφρυνύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλήσω. |
20 | ἔστι καὶ ἐν κενεοῖσι φιλήμασιν ἁδέα τέρψις.τὸν στέφανον τῖλαί με κατ᾽ αὐτίκα λεπτὰ ποησεῖς,τόν τοι ἐγών, Ἀμαρυλλὶ φίλα, κισσοῖο φυλάσσωἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.ὤμοι ἐγών, τί πάθω, τί ὁ δύσσοος; οὐχ ὑπακούεις. |
25 | τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·καἴ κα δὴ ᾽ποθάνω – τό γε μὰν τεὸν ἁδὺ τέτυκται.ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω εἰ φιλέεις με,οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα, |
30 | ἀλλ᾽ αὔτως ἁπαλῶ ποτὶ πάχεος ἐξεμαράνθη·εἶπε καὶ Ἀγροιὼ τἀλαθέα κοσκινόμαντις,ἁ πρᾶν ποιολογεῦσα παραιβάτις, οὕνεκ᾽ ἐγὼ μέντὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῆι.ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω, |
35 | τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρωςαἰτεῖ, καὶ δώσω οἱ, ἐπεί τύ μοι ἐνδιαθρύπτηι.ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἆρά γ᾽ ἰδησῶαὐτάν; ἀισεῦμαι ποτὶ τὰν πίτυν ὧδ᾽ ἀποκλινθείς.καί κέ μ᾽ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν. |
40 | Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,μᾶλ᾽ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δ᾽ Ἀταλάνταὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ᾽ ἔρωτα.τὰν ἀγέλαν χὡ μάντις ἀπ᾽ Ὄθρυος ἆγε Μελάμπουςἐς Πύλον· ἃ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη, |
45 | μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίας.τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μῆλα νομεύωνοὐχ οὕτως Ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,ὥστ᾽ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων |
50 | Ἐνδυμίων, ζαλῶ δέ, φίλα γύναι, Ἰασίωνα,ὃς τόσσων ἐκύρησεν, ὅσ᾽ οὐ πευσεῖσθε βέβαλοι.ἀλγέω τὰν κεφαλάν, τὶν δ᾽ οὐ μέλει. οὐκέτ᾽ ἀείδω,κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὦδέ μ᾽ ἔδονται.ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο. |