BIBLIOTHECA AUGUSTANA

 

Theokritos

ca. 300 - post 260 a. Chr. n.

 

Εἰδύλλια

 

VII.

 

___________________________________________________

 

 

 

Θαλύσιαι

 

 

ς χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος εἰς τὸν Ἄλεντα

εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄμμιν Ἀμύντας.

τᾶι Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος

κ᾽ Ἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλόν

5

χαῶν τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ

Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν

εὖ ἐνερεισάμενος πέτραι γόνυ· ταὶ δὲ παρ᾽ αὐτὰν

αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον

χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.

10

κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα

ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καί τιν᾽ ὁδίταν

ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,

οὔνομα μὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν

ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλωι ἔξοχ᾽ ἐώικει.

15

ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο

κνακὸν δέρμ᾽ ὤμοιο νέας ταμίσοιο ποτόσδον,

ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος

ζωστῆρι πλακερῶι, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω

δεξιτερᾶι κορύναν. καί μ᾽ ἀτρέμας εἶπε σεσαρώς

20

ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·

«Σιμιχίδα, πᾶι δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,

ἁνίκα δὴ καὶ σαῦρας ἐν αἱμασιαῖσι καθεύδει,

οὐδ᾽ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;

ἢ μετὰ δαῖτ᾽ ἄκλητος ἐπείγεαι ἤ τινος ἀστῶν

25

λανὸν ἔπι θρώισκεις; ὥς τευ ποσὶ νισσομένοιο

πᾶσα λίθος πταίοισα ποτ᾽ ἀρβυλίδεσσιν ἀείδει.»

τὸν δ᾽ ἐγὼ ἀμείφθην «Λυκίδα φίλε, φαντί τυ πάντες

ἦμεν συρικτὰν μέγ᾽ ὑπείροχον ἔν τε νομεῦσιν

ἔν τ᾽ ἀματήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει

30

ἁμέτερον. καί τοι κατ᾽ ἐμὸν νόον ἰσοφαρίζειν

ἔλπομαι. ἁ δ᾽ ὁδὸς ἅδε θαλυσιάς. ἦ γὰρ ἑταῖροι

ἀνέρες εὐπέπλωι Δαμάτερι δαῖτα τελεῦντι

ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρωι

ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.

35

ἀλλ᾽ ἄγε δή· ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς·

βουκολιασδώμεσθα· τάχ᾽ ὥτερος ἄλλον ὀνασεῖ.

καὶ γὰρ ἐγὼν Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι

πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,

οὐ Δᾶν· οὐ γάρ πω κατ᾽ ἐμὸν νόον οὔτε τὸν ἐσθλόν

40

Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλίταν

ἀείδων, βάτραχος δέ ποτ᾽ ἀκρίδας ὥς τις ἐρίσδω.»

ὣς ἐφάμαν ἐπίταδες· ὁ δ᾽ αἰπόλος ἁδὺ γελάσσας

«τάν τοι» ἔφα «κορύναν δωρύττομαι, οὕνεκεν ἐσσί

πᾶν ἐπ᾽ ἀλαθείαι πεπλασμένον ἐκ Διὸς ἔρνος.

45

ὥς μοι καὶ τέκτων μέγ᾽ ἀπέχθεται, ὅστις ἐρευνῆι

ἶσον ὄρευς κορυφᾶι τελέσαι δόμον Ὠρομέδοντος,

καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδόν

ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.

ἀλλ᾽ ἄγε βουκολικᾶς ταχέως ἀρξώμεθ᾽ ἀοιδᾶς,

50

Σιμιχίδα· κἠγὼ μέν, ὅρη φίλος, εἴ τοι ἀρέσκει

τοῦθ᾽ ὅτι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.»

«Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μιτυλήναν,

χὥταν ἐφ᾽ ἑσπερίοις Ἐρίφοις νότος ὑγρὰ διώκηι

κύματα, χ᾽ Ὠρίων ὅτ᾽ ἐπ᾽ ὠκεανῶι πόδας ἴσχει,

55

αἴ κα τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας

ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.

χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν

τόν τε νότον τόν τ᾽ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ,

ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταὶ τὰ μάλιστα

60

ὀρνίχων ἐφίληθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.

Ἀγεάνακτι πλόον διζημένωι ἐς Μιτυλήναν

ὥρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο.

κἠγὼ τῆνο κατ᾽ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα

ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων

65

τὸν πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ

πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.

χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἔστ᾽ ἐπὶ πᾶχυν

κνύζαι τ᾽ ἀσφοδέλωι τε πολυγνάμπτωι τε σελίνωι.

καὶ πίομαι μαλακῶς μεμναμένος Ἀγεάνακτος

70

αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.

αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,

εἷς δὲ Λυκωπείτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ἀισεῖ,

ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,

χὡς ὄρος ἀμφεπονεῖτο καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,

75

Ἱμέρα αἵτε φύοντι παρ᾽ ὄχθαισιν ποταμοῖο,

εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ᾽ Αἷμον

ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα.

ἀισεῖ δ᾽ ὥς ποκ᾽ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ

ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,

80

ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι

κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,

οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.

ὦ μακάριστε Κομᾶτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,

καὶ τὺ κατεκλάισθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν

85

κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.

αἴθ᾽ ἐπ᾽ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες ἦμεν,

ὥς τοι ἐγὼν ἐνόμευον ἀν᾽ ὤρεα τὰς καλὰς αἶγας

φωνᾶς εἰσαΐων, τὺ δ᾽ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις

ἁδὺ μελισδόμενος κατεκέκλισο, θεῖε Κομᾶτα.»

90

Χὣ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μέτ᾽ αὖτις

κἠγὼν τοῖ᾽ ἐφάμαν· «Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα

Νύμφαι κἠμὲ δίδαξαν ἀν᾽ ὤρεα βουκολέοντα

ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·

ἀλλὰ τό γ᾽ ἐκ πάντων μέγ᾽ ὑπείροχον, ὧι τυ γεραίρειν

95

ἀρξεῦμ᾽· ἀλλ᾽ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.

Σιμιχίδαι μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλός

τόσσον ἐρᾶι Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἔρανται.

Ὥρατος δ᾽ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνωι

παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἷδεν Ἄριστις,

100

ἐσθλὸς ἀνήρ, μέγ᾽ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν

Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,

ὡς ἐκ παιδὸς Ἄρατος ὑπ᾽ ὀστέον αἴθετ᾽ ἔρωτι.

τόν μοι, Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,

ἄκλητον τήνοιο φίλας ἐς χεῖρας ἐρείσαις,

105

εἴτ᾽ ἔστ᾽ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτε τις ἄλλος.

κεἰ μὲν ταῦτ᾽ ἔρδοις, ὦ Πὰν φίλε, μήτι τυ παῖδες

Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμως

τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·

εἰ δ᾽ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ᾽ ὀνύχεσσι

110

δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,

εἴης δ᾽ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσωι

Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,

ἐν δὲ θέρει πυμάτοισι παρ᾽ Αἰθιόπεσσι νομεύοις

πέτραι ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.

115

ὔμμες δ᾽ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες

νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,

ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὅμοιοι,

βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,

βάλλετ᾽, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.

120

καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες

«αἰαῖ» φαντὶ «Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.»

μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν, Ἄρατε,

μηδὲ πόδας τρίβωμες· ὁ δ᾽ ὄρθριος ἄλλον ἀλέκτωρ

κοκκύσδων νάρκαισιν ἀνιαραῖσι διδοίη,

125

εἷς δ᾽ ἀπὸ τᾶσδε, φέριστε, Μολὼν ἄγχοιτο παλαίστρας.

ἄμμιν δ᾽ ἁσυχία τε μέλοι γραία τε παρείη,

ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.»

Τόσσ᾽ ἐφάμαν· ὃ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας

ὡς πάρος, ἐκ Μοισᾶν ξεινήϊον ὤπασεν ἦμεν.

130

χὣ μὲν ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξας

εἶρφ᾽ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμω

στραφθέντες χὠ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις

ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες

ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέαισι.

135

πολλαὶ δ᾽ ἄμμιν ὕπερθε κατὰ κρατὸς δονέοντο

αἴγειροι πτελέαι τε· τὸ δ᾽ ἐγγύθεν ἱερὸν ὕδωρ

Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.

τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες

τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δ᾽ ὀλολυγὼν

140

τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις.

ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,

πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.

πάντ᾽ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ᾽ ὀπώρας.

ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα

145

δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δ᾽ ἐκέχυντο

ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε·

τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.

Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,

ἆρά γέ παι τοιόνδε Φόλω κατὰ λάινον ἄντρον

150

κρατῆρ᾽ Ἡρακλῆϊ γέρων ἐστάσατο Χείρων;

ἆρά γέ παι τῆνον τὸν ποιμένα τὸν πότ᾽ Ἀνάπωι,

τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,

τοῖον νέκταρ ἔπεισε κατ᾽ αὐλία ποσσὶ χορεῦσαι,

οἶον δὴ τόκα πῶμα διεκρανάσατε, Νύμφαι

155

βωμῶι πὰρ Δάματρος ἁλωίδος; ἇς ἐπὶ σωρῶι

αὗτις ἐγὼ πάξαιμι μέγα πτύον, ἃ δὲ γελάσσαι

δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.