Theokritos
ca. 300 - post 260 a. Chr. n.
Εἰδύλλια
I.
|
|
___________________________________________________
| |
ΘύρσιςΠοιμὴν καὶ Αἰπόλος
ΠΟΙΜΗΝἉδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήναἁ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τύσυρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῆι.αἴ κα τῆνος ἕληι κεραὸν τράγον, αἶγα τὺ λαψῆι· | |
5 | αἴ κα δ᾽ αἶγα λάβηι τῆνος γέρας, ἐς τὲ καταρρεῖἁ χίμαρος· χιμάρωι δὲ καλὸν κρέας, ἔστε κ᾽ ἀμέλξηις.ΑΙΠΟΛΟΣἅδιον, ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχέςτῆν᾽ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.αἴ κα ταὶ Μοῖσαι τὰν οἴιδα δῶρον ἄγωνται, |
10 | ἄρνα τὺ σακίταν λαψῆι γέρας· αἰ δέ κ᾽ ἀρέσκηιτήνας ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῆι.ΠΟΙΜΗΝλῆις ποτὶ τᾶν Νυμφᾶν, λῆις αἰπόλε τεῖδε καθίξας,ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι,συρίσδεν; τὰς δ᾽ αἶγας ἐγὼν ἐν τῶιδε νομευσῶ.ΑΙΠΟΛΟΣ |
15 | οὐ θέμις, ὦ ποιμήν, τὸ μεσαμβρινὸν οὐ θέμις ἄμμινσυρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπ᾽ ἄγραςτανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός,καὶ οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγε᾽ ἀείδες |
20 | καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,δεῦρ᾽ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα τῶ τε Πριήπωκαὶ τᾶν κρανίδων κατεναντίον, αἷπερ ὁ θῶκοςτῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ᾽ ἀείσηις,ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ἆισας ἐρίσδων, |
25 | αἶγά τέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,ἃ δύ᾽ ἔχοισ᾽ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῶι,ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, |
30 | κισσὸς ἑλιχρύσωι κεκονιμένος· ἁ δὲ κατ᾽ αὐτόνκαρπῶι ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.ἔντοσθεν δὲ γυνά τι θεῶν δαίδαλμα τέτυκται,ἀσκητὰ πέπλωι τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρεςκαλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος |
35 | νεικείουσ᾽ ἐπέεσσι· τὰ δ᾽ οὐ φρενὸς ἅπτεται αὐτᾶς·ἀλλ᾽ ὅκα μὲν τῆνον ποτιδέρκεται ἄνδρα γέλαισα,ἄλλοκα δ᾽ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἳ δ᾽ ὑπ᾽ ἔρωτοςδηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.τοῖς δὲ μέτα γριπεύς τε γέρων πέτρα τε τέτυκται |
40 | λεπράς, ἐφ᾽ αἷ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκειὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.φαίης κα γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν·ὧδέ οἱ ὠιδήκαντι κατ᾽ αὐχένα πάντοθεν ἶνεςκαὶ πολιῶι περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἥβας. |
45 | τυτθὸν δ᾽ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντοςΠυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,τὰν ὀλίγος τις κῶρος ἐφ᾽ αἱμασιαῖσι φυλάσσειἥμενος· ἀμφὶ δέ νιν δύ᾽ ἀλώπεκες, ἃ μὲν ἀν᾽ ὄρχωςφοιτῆι σινομένα τὰν τρώξιμον, ἃ δ᾽ ἐπὶ πήραι |
50 | πάντα δόλον τεύχοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖνφατὶ πρὶν ἢ ὰκράτισμον ἐπὶ ξηροῖσι καθίξηι.αὐτὰρ ὅγ᾽ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήρανσχοίνωι ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτε τι πήραςοὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ. |
55 | παντᾶι δ᾽ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος.αἰπολικὸν θάημα· τέρας κέ τυ θυμὸν ἀτύξαι.τῶ μὲν ἐγὼ πορθμῆϊ Καλυδνίωι αἶγά τ᾽ ἔδωκαὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος·οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ᾽ ἔτι κεῖται |
60 | ἄχραντον. τῶι κά τυ μάλα πρόφρων ἀρεσαίμαν,αἴ κα μοι τύ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσηις.κοὔτι τυ κερτομέω. πόταγ᾽ ὠγαθέ· τὰν γὰρ ἀοιδάνοὔ τί παι εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.ΠΟΙΜΗΝἌρχετε βουκολικᾶς Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. |
65 | Θύρσις ὅδ᾽ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.πῆ ποκ᾽ ἄρ᾽ ἦσθ᾽, ὅκα Δάφνις ἐτάκετο, πῆ ποκα Νύμφαι;ἦ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἦ κατὰ Πίνδω;οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ᾽ Ἀνάπω,οὐδ᾽ Αἴτνας σκοπιάν, οὐδ᾽ Ἄκιδος ἱερὸν ὕδωρ. |
70 | ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς.τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,τῆνον χὠκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς.πολλαὶ οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, |
75 | πολλαὶ δὲ δαμάλαι καὶ πόρτιες ὠδύραντο.ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ᾽ ἀοιδᾶς.ἦνθ᾽ Ἑρμᾶς πράτιστος ἀπ᾽ ὤρεος, εἶπε δέ «Δάφνι,τίς τυ κατατρύχει; τίνος ὠγαθὲ τόσσον ἔρασαι;»ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. |
80 | ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ὡιπόλοι ἦνθον·πάντες ἀνηρώτευν, τί πάθοι κακὸν. ἦνθ᾽ ὁ Πρίηποςκἤφα· «Δάφνι τάλαν τί νυ τάκεαι; ἁ δὲ τὲ κώραπάσας ἀνὰ κράνας, πάντ᾽ ἄλσεα ποσσὶ φορεῖταιἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. |
85 | ζάτεισ᾽· ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.βούτας μὲν ἐλέγευ, νῦν δ᾽ αἰπόλωι ἀνδρὶ ἔοικας.ὡιπόλος ὅκκ᾽ ἐσορῆι τὰς μηκάδας οἷα βατεῦνται,τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. |
90 | καὶ τὺ δ᾽ ἐπεὶ κ᾽ ἐσορῆις τὰς παρθένος οἷα γελᾶντι,τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.»τὼς δ᾽ οὐδὲν ποτελέξαθ᾽ ὁ βουκόλος, ἀλλὰ τὸν αὑτῶἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίραν.ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς. |
95 | ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,λάθρη μὲν γελάοισα, βαρὺν δ᾽ ἀνὰ θυμὸν ἔχοισα,κεἶπε· «τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι, λυγιξεῖν·ἦ ῥ᾽ οὐκ αὐτὸς Ἔρωτος ὑπ᾽ ἀργαλέω ἐλυγίχθης;»ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς. |
100 | τὰν δ᾽ ἄρα χὠ Δάφνις ποταμείβετο· «Κύπρι βαρεῖα,Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής,ἤδη γὰρ φράσδηι πάνθ᾽ ἅλιον ἄμμι δεδυκεῖν;Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς. |
105 | οὐ λέγεται τὰν Κύπριν ὁ βουκόλος; ἕρπε ποτ᾽ Ἴδαν,ἕρπε ποτ᾽ Ἀγχίσαν· τηνεὶ δρύες ἠδὲ κύπειρος,αἱ δὲ καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι.ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μῆλα νομεύει |
110 | καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.αὖτις ὅπως στασῆι Διομήδεος ἆσσον ἰοῖσα,καὶ λέγε· τὸν βοῦταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς. |
115 | ὦ λύκοι, ὦ θῶες, ὦ ἀν᾽ ὤρεα φωλάδες ἄρκτοι,χαίρεθ᾽· ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ᾽ ἀν᾽ ὕλαν,οὐκέτ᾽ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ᾽ Ἀρέθοισακαὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θυμβρίδος ὕδωρ.ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς. |
120 | Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὦδε νομεύων,Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.ἄρχετε βουκολικᾶς Μοῖσαι, πάλιν ἄρχετ᾽ ἀοιδᾶς.ὦ Πὰν Πάν, εἴτ᾽ ἐσσὶ κατ᾽ ὤρεα μακρὰ Λυκαίω,εἴτε τύγ᾽ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ᾽ ἐπὶ νᾶσον |
125 | τὰν Σικελάν, Ἑλίκας δὲ λίπε ῥίον αἰπύ τε σᾶματῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.λήγετε βουκολικᾶς Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.«ἔνθ᾽ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουνἐκ κηρῶ σύριγγα καλὰν περὶ χεῖλος ἑλικτάν· |
130 | ἦ γὰρ ἐγὼν ὑπ᾽ ἔρωτος ἐς Ἄιδος ἕλκομαι ἤδη.λήγετε βουκολικᾶς Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.νῦν ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ᾽ ἄκανθαι,ἁ δὲ καλὰ νάρκισσος ἐπ᾽ ἀρκεύθοισι κομάσαι·πάντα δ᾽ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι, |
135 | Δάφνις ἐπεὶ θνάσκει, καὶ τὰς κύνας ὥλαφος ἕλκοι,κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι δηρίσαιντο.»λήγετε βουκολικᾶς Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.χὢ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν δ᾽ Ἀφροδίταἤθελ᾽ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει |
140 | ἐκ Μοιρᾶν, χὠ Δάφνις ἔβα ῥόον· ἔκλυσε δίνατὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.λήγετε βουκολικᾶς Μοῖσαι, ἴτε λήγετ᾽ ἀοιδᾶς.καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξαςσπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι, |
145 | χαίρετ᾽, ἐγὼ δ᾽ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον αἰσῶ.ΑΙΠΩΛΟΣπλῆρές τοι μέλιτος τὸ καλὸν στόμα, Θύρσι, γένοιτο,πλῆρές τοι σχαδόνων, καὶ ἀπ᾽ Αἰγίλω ἰσχάδα τρώγοιςἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ἄιδεις.ἠνίδε τοι τὸ δέπας· θᾶσαι, φίλος, ὡς καλὸν ὄσδει· |
150 | Ὡρᾶν πεπλύσθαι νιν ἐπὶ κράναισι δοκησεῖς.ὧδ᾽ ἴθι Κισσαίθα, τὺ δ᾽ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῆι. |