Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Ψʹ
|
|
___________________________________________________
| |
840 | Ψυχῆς νοσούσης ἐστὶ φάρμακον λόγος. |
841 | Ψευδόμενος οὐδεὶς λανθάνει πολὺν χρόνον. |
842 | Ψυχὴν ἔθιζε πρὸς τὰ χρηστὰ πράγματα. |
843 | Ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον. |
844 | Ψυχῆς μέγας χαλινὸς ἀνθρώποις ὁ νοῦς. |
845 | Ψευδὴς διαβολὴ τὸν βίον λυμαίνεται. |
846 | Ψεῦδος δὲ μισεῖ πᾶς σοφὸς καὶ χρήσιμος. |
847 | Ψυχῆς †ἀρχαίας† οὐδέν ἐστι γλυκύτερον. |
848 | Ψυχῆς ἐπιμέλου τῆς σεαυτοῦ καθὰ δύνηι. |
849 | Ψεῦδος μέγιστόν ἐστιν ἀνθρώποις κακόν. |
850 | Ψεῦδος ταπεινοῖ τοὺς ἄγαν ἐπωμότας. |
851 | Ψυχῆς ὄλεθρός ἐστι σωμάτων ἔρως. |