Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Χʹ
|
|
___________________________________________________
| |
821 | Χειμὼν †μεταβάλλει ῥαιδίως εἰς εὐδίαν. |
822 | Χρηστὸς πονηροῖς οὐ τιτρώσκεται λόγοις. |
823 | Χειμὼν κατ᾽ οἴκους ἐστὶν ἀνδράσιν γυνή. |
824 | Χάριν φίλοις εὔκαιρον ἀπόδος ἐμ μέρει. |
825 | Χάριν χαρίζου, καθ᾽ ὅσον ἰσχύειν δοκεῖς. |
826 | Χρυσὸς δ᾽ ἀνοίγει πάντα καὶ χαλκᾶς πύλας. |
827 | Χάριν λαβὼν μέμνησο καὶ δοὺς ἐπιλαθοῦ. |
828 | Χάριτας δικαίας καὶ δίδου καὶ λάμβανε. |
829 | Χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος. |
830 | Χαλεπὸν τὸ γῆράς ἐστιν ἀνθρώποις βάρος. |
831 | Χρόνος δ᾽ ἀμαυροῖ πάντα κεἰς λήθην ἄγει. |
832 | Χεὶρ χεῖρα νίπτει, δάκτυλοι δὲ δακτύλους. |
833 | Χαίρειν ἐπ᾽ αἰσχροῖς οὐδέποτε χρὴ πράγμασιν. |
834 | †Χωρισμὸς φίλων δοκιμαστήριον φιλίας.† |
835 | Χρηστὴ γυνὴ κτῆμ᾽ ἐστὶν ἀνδρὶ σώφρονι. |
836 | Χαλεπὸς θεατὴς ἀσυνέτως καθήμενος. |
837 | Χωρὶς γυναικὸς ἀνδρὶ κακὸν οὐ γίγνεται. |
838 | Χαίρειν προσήκει τοῖς παθῶν ἐλευθέροις. |
839 | Χρόνος τὰ κρυπτὰ πάντα πρὸς τὸ φῶς φέρει. |