Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Φʹ
|
|
___________________________________________________
| |
799 | Φρόνημα λιπαρὸν οὐδαμῶς †ἀναλίσκεται. |
800 | Φίλον δι᾽ ὀργὴν ἐν κακοῖσι μὴ προδῶις. |
801 | Φύσιν πονηρὰν μεταβαλεῖν οὐ ῥάιδιον. |
802 | Φοβοῦ τὸ γῆρας· οὐ γὰρ ἔρχεται μόνον. |
803 | Φίλος φίλωι γὰρ συμπονῶν αὑτῶι πονεῖ. |
804 | Φίλων τρόπους γίνωσκε, μὴ μίσει δ᾽ ὅλως. |
805 | Φίλος με λυπῶν οὐδὲν ἐχθροῦ διαφέρει. |
806 | Φεῦγ᾽ ἡδονὴν φέρουσαν ὕστερον βλάβην. |
807 | Φίλων ἔπαινον μᾶλλον ἢ σαυτοῦ λέγε. |
808 | Φθείρουσιν ἤθη χρήσθ᾽ ὁμιλίαι κακαί. |
809 | Φιλίας μέγιστος δεσμὸς αἱ τέκνων γοναί. |
810 | Φίλους ἔχων νόμιζε θησαυροὺς ἔχειν. |
811 | Φιλόπονος ἴσθι καὶ βίον κτήσηι καλόν. |
812 | Φεύγειν ἀεὶ δεῖ δεσπότας θυμουμένους. |
813 | Φέρειν ἀνάγκη θνητὸν ὄντα τὴν τύχην. |
814 | Φιλεῖ δ᾽ ἑαυτοῦ πλεῖον οὐδεὶς οὐδένα. |
815 | Φιλίας δικαίας κτῆσις ἀσφαλεστάτη. |
816 | Φασὶν κακίστους οἱ πονηροὶ τοὺς καλούς. |
817 | Φίλον βέβαιον ἐν κακοῖσι μὴ φοβοῦ. |
818 | Φρονοῦντός ἐστι ζημίαν πράιως φέρειν. |
819 | Φῶς ἐστι τῶι νῶι πρὸς θεὸν βλέπειν ἀεί. |
820 | Φίλος φίλου δεόμενος οὐκ ἔστιν φίλος. |