Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Υʹ
|
|
___________________________________________________
| |
777 | Ὑφ᾽ ἡδονῆς <ὁ> φρόνιμος οὐχ ἁλίσκεται. |
778 | Ὑπὲρ σεαυτοῦ μὴ φράσηις ἐγκώμιον. |
779 | Ὑγίεια καὶ νοῦς ἀγαθὰ τῶι βίωι πέλει. |
780 | Ὑπόνοια δεινόν ἐστιν ἀνθρώποις κακόν. |
781 | Ὑπὲρ εὐσεβείας καὶ λάλει καὶ μάνθανε. |
782 | Ὕπνος θανάτου γὰρ προμελέτησις τυγχάνει. |
783 | Ὕπνος δὲ πάσης ἐστὶν ὑγίεια νόσου. |
784 | Ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια. |
785 | Ὑπὸ τῆς ἀνάγκης πάντα δουλοῦται ταχύ. |
786 | Ὑπὸ τῆς ἀνάγκης πολλὰ γίγνεται κακά. |
787 | Ὑπερήφανον πρᾶγμ᾽ ἐστὶν ὡραία γυνή. |
788 | Υἱῶι μέγιστον ἀγαθόν <ἐστ᾽> ἔμφρων πατήρ. |
789 | Ὕπνος πέφυκε σωμάτων σωτηρία. |
790 | Ὕπνος δὲ πεῖναν τὴν κατ᾽ ἔσχατον δαμᾶι. |
791 | Ὑπὲρ σεαυτοῦ καὶ φίλου μάχου πάνυ. |
792 | Ὕβριν δὲ τίκτει πλοῦτος ἢ φειδὼ βίου. |
793 | Ὕφασμ᾽ ὑφαίνειν μάνθανε στροφὰς λόγων. |
794 | Ὑπερηφανία μέγιστον ἀνθρώποις κακόν. |
795 | Ὕβρις κακὸν μέγιστον ἀνθρώποις ἔφυ. |
796 | Ὑπὲρ γυναικὸς καὶ φίλου πονητέον. |
797 | Ὕπουλος †ἀνὴρ δίκτυον κεκρυμμένον. |
798 | Ὕδωρ θαλάσσης ὁ τρόπος τῶν δυσκόλων. |