Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Τʹ
|
|
___________________________________________________
| |
725 | Τῶν δυστυχούντων εὐτυχὴς οὐδεὶς φίλος. |
726 | Τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν. |
727 | Τῆς ἐπιμελείας πάντα δοῦλα γίγνεται. |
728 | Τὰ μικρὰ κέρδη μείζονας βλάβας φέρει. |
729 | Τὸ κέρδος ἡγοῦ κέρδος, ἂν δίκαιον ἦι. |
730 | Τὴν τῶν κρατούντων μάθε φέρειν ἐξουσίαν. |
731 | Τρόπος δίκαιος κτῆμα τιμιώτατον. |
732 | Τύχη τὰ θνητῶν πράγματ᾽, οὐκ εὐβουλία. |
733 | Τὰ χρήματ᾽ ἀνθρώποισιν εὑρίσκει φίλους. |
734 | Τάχισθ᾽ ὁ καιρὸς μεταφέρει τὰ πράγματα. |
735 | Τῶι γὰρ καλῶς πράσσοντι πᾶσα γῆ πατρίς. |
736 | Τὸ μηδὲν εἰκῆ πανταχοῦ ᾽στι χρήσιμον. |
737 | Τὸ πολλὰ πράττειν ἐστὶ πανταχοῦ σαπρόν. |
738 | Ταὐτόματον ἡμῶν καλλίω βουλεύεται. |
739 | Τὸν εὖ ποιοῦνθ᾽ ἕκαστος ἡδέως ὁρᾶι. |
740 | Τύχη τέχνην ὤρθωσεν, οὐ τέχνη τύχην. |
741 | Τυφλὸν δὲ καὶ δύστηνον ἀνθρώποις βίος. |
742 | Τὸ γὰρ θανεῖν οὐκ αἰσχρόν, ἀλλ᾽ αἰσχρῶς θανεῖν. |
743 | Τέθνηκ᾽ ἐν ἀνθρώποισιν πᾶσα <γὰρ> χάρις. |
744 | Ταμιεῖον ἀρετῆς ἐστιν ἡ σώφρων γυνή. |
745 | Τὰ θνητὰ πάντα μεταβολὰς πολλὰς ἔχει. |
746 | Τοὺς τῆς φύσεως οὐκ ἔστι μανθάνειν νόμους. |
747 | Τὸν αὐτὸν αἰνεῖν καὶ ψέγειν ἀνδρὸς κακοῦ. |
748 | Τῶν εὐτυχούντων πάντες εἰσὶ συγγενεῖς. |
749 | Τὸ ζῆν ἀλύπως ἐστὶν ἥδιστος βίος. |
750 | Τὸ πολλὰ πράττειν †πολλὰς καὶ λύπας ἔχει. |
751 | Τἀληθὲς ἀνθρώποισιν οὐχ εὑρίσκεται. |
752 | Τῶν γὰρ πενήτων εἰσὶν οἱ λόγοι κενοί. |
753 | Τιμώμενοι γὰρ πάντες ἥδονται βροτοί. |
754 | Τῶν εὐτυχούντων πάντες ἄνθρωποι φίλοι. |
755 | Τὰ δ᾽ αἰσχρὰ κέρδη συμφορὰς ἐργάζεται. |
756 | Τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. |
757 | Τὸ ζῆν ἀλύπως ἀνδρός ἐστιν εὐτυχοῦς. |
758 | Τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα. |
759 | Τὰ δάνεια δούλους τοὺς ἐλευθέρους ποιεῖ. |
760 | Τερπνὸν κακὸν πέφυκεν ἀνθρώποις γυνή. |
761 | Τὸ γὰρ τρέφον με τοῦτ᾽ ἐγὼ κρίνω θεόν. |
762 | Τὸ γνῶθι σαυτὸν πᾶσι{ν} χρήσιμον πέλει. |
763 | Τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. |
764 | Τὸν δεινὰ δρῶντα καὶ παθεῖν κακῶς μένει. |
765 | Τὸ μὴ δικαίως εὐσεβεῖν φέρει ψόγον. |
766 | Τὴν ἐπιμέλειαν παντὸς ἡγοῦ κυρίαν. |
767 | Τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. |
768 | Τὸν ἐλεύθερον δεῖ πανταχοῦ φρονεῖν μέγα. |
769 | Τύχην ἔχεις, κάθευδε, μὴ λίαν πόνει, |
770 | εἰ δ᾽ οὐκ ἔχεις, κάθευδε, μὴ μάτην πόνει. |
771 | Τὸ ψεῦδος ὠχύρωκε τὴν πονηρίαν. |
772 | Τοῦ ζῆν τὸ μὴ ζῆν ἐστιν αἱρετώτερον. |
773 | Τὸν καιρὸν εὔχου πάντοθ᾽ ἵλεων ἔχειν. |
774 | Τὸ πολλὰ τολμᾶν πόλλ᾽ ἁμαρτάνειν ποιεῖ. |
775 | Τοῦτ᾽ ἐστὶ τὸ ζῆν μὴ σεαυτῶι ζῆν μόνον. |
776 | Τρισάθλιος γυναικὶ πιστεύων <ἀνήρ.> |