Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Σʹ
|
|
___________________________________________________
| |
704 | Σύμβουλος ἐσθλός, μὴ κακὸς γίνου φίλοις. |
705 | Σοφοῦ παρ᾽ ἀνδρὸς προσδέχου συμβουλίαν. |
706 | Σοφία γάρ ἐστι καὶ μαθεῖν ὃ μὴ νοεῖς. |
707 | Σοφία σοφῶν γὰρ γίγνεται συμβουλία. |
708 | Στρέφει δὲ πάντα τἀν βίωι μικρὰ τύχη. |
709 | Σιγή ποτ᾽ ἐστὶν αἱρετωτέρα λόγου. |
710 | Σιγᾶν ἄμεινον ἢ λαλεῖν ἃ μὴ πρέπει. |
711 | Σαυτὸν φύλαττε τοῖς τρόποις ἐλεύθερον. |
712 | Σοφὸς γὰρ οὐδεὶς ὃς τὰ πάντα προσκοπ{τ}εῖ. |
713 | Σοφοῦ παρ᾽ ἀνδρὸς πρῶτος εὑρέθη λόγος. |
714 | Σύμβουλος οὐδείς ἐστι βελτίων χρόνου. |
715 | Σοφία δὲ πλούτου κτῆμα τιμιώτερον. |
716 | Σὺν τοῖς φίλοισιν εὐτυχεῖν ἀεὶ θέλε. |
717 | Σωτηρίας σημεῖον ἥμερος τρόπος. |
718 | Σοφοῦ παρ᾽ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν. |
719 | Σοφοὶ δὲ συγκρύπτουσιν οἰκείας βλάβας. |
720 | Στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες. |
721 | Στερρῶς φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ. |
722 | Συζῆν κακοῖσι μη<δὲ> πειρῶ τὸ σύνολον. |
723 | Σέβου τὸ θεῖον, μὴ ἐξετάζων πῶς ἔχει. |
724 | Σύμβουλος ἀγαθῶν, μὴ κακῶν εἶναι θέλε. |