Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Ρʹ
|
|
___________________________________________________
| |
689 | Ῥοπή ᾽στιν ἡμῶν ὁ βίος, ὥσπερ ὁ ζυγός. |
690 | Ῥῆμα παρὰ καιρὸν ῥηθὲν ἀνατρέπει βίον. |
691 | Ῥέγχει παρούσης τῆς τύχης τὰ πράγματα. |
692 | Ῥίψας λόγον τις οὐκ ἀναιρεῖται πάλιν. |
693 | Ῥᾶιον παραινεῖν ἢ παθόντα καρτερεῖν. |
694 | Ῥήτωρ πονηρὸς τοὺς νόμους λυμαίνεται. |
695 | Ῥαιθυμία ᾽στὶ τοῦ βίου παντὸς φθορά. |
696 | Ῥαιθυμίαν γὰρ φεῦγε καὶ κακοὺς φίλους. |
697 | Ῥαιθυμίαν δ᾽ ἅπασαν ἐκτρέπου, φίλε. |
698 | Ῥάιθυμος ἐὰν ἦις πλούσιος, πένης ἔσηι. |
699 | Ῥαιθυμία γε τὰ πόλλ᾽ ἐλαττοῦσθαι ποιεῖ. |
700 | Ῥᾶιον βίον ζῆις, ἢν γυναῖκα μὴ τρέφηις. |
701 | Ῥύου δὲ σαυτὸν παντὸς ἐκ φαύλου τρόπου. |
702 | Ῥύπος γυνὴ πέφυκεν ἠργυρωμένος. |
703 | Ῥυπαρὸς ὑπάρχων χρηστὸν οὐχ ἕξεις φίλον. |