BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Πʹ

 

___________________________________________________

 

 

627

Πανήγυριν νόμιζε τόνδε τὸν βίον.

628

Πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ.

629

Πράττων τὰ σαυτοῦ, μὴ τὰ τῶν ἄλλων σκόπει.

630

Πολλῶν ὁ καιρὸς γίγνεται διδάσκαλος.

631

Προπέτεια πολλοῖς ἐστιν αἰτία κακῶν.

632

Πλούτωι πεποιθὼς ἄδικα μὴ πειρῶ ποιεῖν.

633

Πενίαν φέρειν οὐ παντός, ἀλλ᾽ ἀνδρὸς σοφοῦ.

634

Πειρῶ φίλοισι μὴ κακοῖς εἶναι φίλος.

635

Πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ.

636

Πένης ὑπάρχων μὴ φρόνει τὰ πλουσίων.

637

Πᾶσιν γὰρ εὖ φρονοῦσι συμμαχεῖ τύχη.

638

Πονηρὸν ἄνδρα μηδέπω κτήσηι φίλον.

639

Πάντ᾽ ἀνακαλύπτων ὁ χρόνος πρὸς φῶς φέρει.

640

Πένητας ἀργοὺς οὐ τρέφει ῥαιθυμία.

641

Πολλοὶ τραπέζης, οὐκ ἀληθείας φίλοι.

642

Πολλοὶ γυναικῶν δυστυχοῦσιν εἵνεκα,

643

πᾶσαι γάρ εἰσιν ἀρχιτέκτονες κακῶν.

644

Πλάνη βίον τίθησι σωφρονέστερον.

645

Πενία δ᾽ ἄτιμον καὶ τὸν εὐγενῆ ποιεῖ.

646

Πολλοὺς ὁ καιρὸς ἄνδρας οὐκ ὄντας ποιεῖ.

647

Πατὴρ ὁ θρέψας κοὐχ ὁ γεννήσας πατήρ.

648

Πρὸς εὖ λέγοντας οὐδὲν ἀντειπεῖν ἔχω.

649

Πίστις γὰρ ἀνδρῶν τιμιωτέρα λόγου.

650

Παντὶ βροτῶι θνήισκοντι πᾶσα γῆ τάφος.

651

Πολλοὶ μαθηταὶ κρείττονες διδασκάλων.

652

Πολλοὺς κακῶς πράσσοντας ὤρθωσεν τύχη.

653

Πολυπραγμονεῖν τἀλλότρια μὴ βούλου κακά.

654

Ποθητός ἐστι πᾶς τις εὐπροσήγορος.

655

Πονηρός ἐστ᾽ ἄνθρωπος πᾶς τις †ἀχάριστος.

656

Πενίαν φέρειν καὶ γῆράς ἐστι δύσκολον.

657

Πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν.

658

Πολλοὶ σχολὴν ἄγουσιν εἰς τὰ χείρονα.

659

Πολλῶν ἰατρῶν εἴσοδός μ᾽ ἀπώλεσεν.

660

Πενίας βαρύτερον οὐδέν ἐστι φορτίον.

661

Πολιὰ χρόνου μήνυσις, οὐ φρονήσεως.

662

Πάντως γὰρ ὁ σοφὸς εὐτελείας ἀνέχεται.

663

Πολλοῖς κακοῖσιν ἡ τύχη παρίσταται.

664

Πάσας Προμηθεὺς τὰς γυναῖκας ἔπλασεν | κακάς.

665

Πλὴν τῆς τεκούσης μὴ φιλεῖν ἄλλην θέλε.

666

Πολλὴ γάρ ἐστι τῶν γυναικῶν ἡ βλάβη.

667

Πατὴρ ἁπάντων καὶ τροφὸς θεὸς πέλει.

668

Πολλοὺς τρέφειν εἴωθε τἀδικήματα.

669

Πόλεις ὅλας ἠφάνισε διαβολὴ κακή.

670

Πολλοὺς ὁ πόλεμος δι᾽ ὀλίγους ἀπώλεσεν.

671

Πονηρὸς †ἀνὴρ χρηστὸς οὐκ{έτ᾽} ἔσται ποτέ.

672

Πολλὰς μεταβολὰς ὁ βίος ἡμῶν λαμβάνει.

673

Προσέχων ὅδευε τὴν βίου <μακρὰν> ὁδόν.

674

†Πατέρα τίμα. τὴν δὲ τεκοῦσαν σέβου.†

675

Πειρῶ βλάβην σὺ μᾶλλον ἢ δίκας ἔχειν.

676

Πρόνοιαν ἀγαθοῦ πανταχοῦ ποιοῦ, φίλος.

677

Πλάναισι †τὸ ζῆν πᾶς διοικεῖται βίος.

678

Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῆις.

679

Πονηρόν ἐστι καὶ ἄδικον γένος φθόνος.

680

Πλούσιος ὑπάρχων μὴ φρόνει † ὑπὲρ μέτρον.

681

Πολλοὶ κακῶς πράττουσιν οὐκ ὄντες κακοί.

682

Πολλοὶ τραπεζῶν, οὐ φίλων εἰσὶν φίλοι.

683

Πλούτου γὰρ ἀρετήν, δόξαν ἐξ αὐτῆς ποίει.

684

Πλούτου πλέον πέφυκεν ἁρετὴ βροτοῖς.

685

Περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος.

686

Πρὸς τὴν ἀνάγκην οὐδὲ εἷς ἀνθίσταται.

687

Πενόμενον {ἐ}ἂν ἴδωσι{ν}, κάμπτουσιν φίλοι.

688

Πάντηι γάρ ἐστι πάντα τε βλέπει θεός.