Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Οʹ
|
|
___________________________________________________
| |
560 | Οὐκ ἔστιν οὐδείς, ὅστις οὐχ αὑτὸν φιλεῖ. |
561 | Οὐκ ἔστιν αἰσχρὸν ἀγνοοῦντα μανθάνειν. |
562 | Οὐκ ἔσθ᾽ ὑγιείας κρεῖττον οὐδὲν ἐν βίωι. |
563 | Οὐκ ἔστι λύπης χεῖρον ἀνθρώποις κακόν. |
564 | Οὐδεὶς μετ᾽ ὀργῆς ἀσφαλῶς βουλεύεται. |
565 | Οὐκ ἔστι σοφίας κτῆμα τιμιώτερον. |
566 | Οὐκ ἔστι σιγᾶν αἰσχρόν, ἀλλ᾽ εἰκῆ λαλεῖν. |
567 | Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ ἐκφάνηις φίλου. |
568 | Ὁ γράμματ᾽ εἰδὼς καὶ περισσὸν νοῦν ἔχει. |
569 | Ὁ σοφὸς ἐν αὑτῶι περιφέρει τὴν οὐσίαν. |
570 | Οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός. |
571 | Ὁ πολὺς ἄκρατος ὀλίγ᾽ ἀναγκάζει φρονεῖν. |
572 | Ὁμιλίας δὲ τὰς γεραιτέρας φίλει. |
573 | Ὁ μὴ δαρεὶς ἄνθρωπος οὐ παιδεύεται. |
574 | Ὁ παρ᾽ ἡλικίαν νοῦς μῖσος †ἐργάζεται. |
575 | Οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον φίλου. |
576 | Οὐδεὶς ὃ νοεῖς μὲν οἶδεν, ὃ δὲ ποιεῖς βλέπει. |
577 | Οἷς μὲν δίδωσιν, οἷς δ᾽ ἀφαιρεῖται τύχη. |
578 | Ὀργὴ δὲ πολλὰ δρᾶν ἀναγκάζει κακά. |
579 | Ὁ μηδὲν εἰδὼς οὐδὲν ἐξαμαρτάνει. |
580 | Οὐ δεῖ σε χαίρειν τοῖς <δε>δυστυχηκόσι. |
581 | Ὅτ᾽ εὐτυχεῖς μάλιστα, μὴ φρόνει μέγα. |
582 | Ὅπλον μέγιστόν ἐστιν ἡ ἀρετὴ βροτοῖς. |
583 | Ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνήισκει νέος. |
584 | Ὅμοια πόρνη δάκρυ<α> καὶ ῥήτωρ ἔχει. |
585 | Οἴνωι γὰρ ἐμποδίζεται τὸ συμφέρον. |
586 | Ὁ γραμμάτων ἄπειρος οὐ βλέπει βλέπων. |
587 | Ὁ λόγος ἰατρὸς {ἐστι} τοῦ κατὰ ψυχὴν πάθους. |
588 | Ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστωι θεός. |
589 | Οὐ χρὴ φέρειν τὰ πρόσθεν ἐν μνήμηι κακά. |
590 | Οὐκ ἔστι πενίας μεῖζον οὐδὲν ἐν βίωι. |
591 | Ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά. |
592 | Ὅρκον δὲ φεῦγε, κἂν δικαίως ὀμνύηις. |
593 | Ὀχληρός ἐστ᾽ ἄνθρωπος ἐν νέοις γέρων. |
594 | Οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῆι. |
595 | Ὅπου βία πάρεστιν, οὐ σθένει νόμος. |
596 | Οὐκ ἔστιν, ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ. |
597 | Οὐδὲν σιωπῆς ἔστι χρησιμώτερον. |
598 | Ὁ χρηστὸς ὡς ἔοικε καὶ χρηστοὺς ποιεῖ. |
599 | Οὐ πανταχῆ δ᾽ ὁ φρόνιμος ἁρμόττειν δοκεῖ. |
600 | Ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον. |
601 | Οὐπώποτ᾽ ἐζήλωσα πολυτελῆ νεκρόν. |
602 | Οἴμοι, τὸ γὰρ ἄφνω δυστυχεῖν μανίαν ποιεῖ. |
603 | Ὁ συκοφάντης ἐστὶν ἐν πόλει λύκος. |
604 | Ὀργὴν ἑταίρου καὶ φίλου πειρῶ φέρειν. |
605 | Ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάνθ᾽ ὁρᾶν. |
606 | Ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών. |
607 | Οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας. |
608 | Οὐδεὶς τὸ μέλλον ἀσφαλῶς βουλεύεται. |
609 | Οὐδὲν γυναικὸς χεῖρον οὐδὲ τῆς καλῆς. |
610 | Οὐδεὶς πυρέσσων χρῆμα δοὺς ἐπαύσατο. |
611 | Οὐκ ἔστιν, ὅστις τὴν τύχην οὐ μέμφεται. |
612 | Ὅπλον μέγιστον ἐν βροτοῖς τὰ χρήματα. |
613 | Ὁ χρόνος ἐπιμελὴς γίγνεται πάντων κριτής. |
614 | Ὀργίλος ἂν οὐδεὶς εὐτυχήσει᾽ ἐν βίωι. |
615 | Οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ. |
616 | Οὐκ ἔστιν οὐδὲν ἀγριώτερον φθόνου. |
617 | Οὐ παντὸς ἀνδρός ἐστ᾽ ἐνέγκαι συμφοράν. |
618 | Οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν. |
619 | Ὅμοιον αὑτοῦ πᾶς τὸν οἰκέτην ποιεῖ. |
620 | Ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος. |
621 | Ὅπλον μέγιστόν ἐστιν ἀνθρώποις λόγος. |
622 | Ὅπου γυναῖκές εἰσι, πάντ᾽ ἐκεῖ κακά. |
623 | Οὐκ ἔστιν οὐδὲν σεμνὸν ὡς παρρησία. |
624 | Οὐ τῆι σχολῆι δεῖ, τῶι βίωι δ᾽ εὐσχημονεῖν. |
625 | Ὁ βίος ἀδήλους τὰς μεταπτώσεις ἔχει. |
626 | Οὐδεὶς ποιῶν πονηρὰ λανθάνει θεόν. |