Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Ξʹ
|
|
___________________________________________________
| |
542 | Ξένους πένητας μὴ παραδράμηις ἰδών. |
543 | Ξένοισι πιστοῖς πιστὸς ὢν γίνου φίλος. |
544 | Ξένοις ἐπαρκῶν τῶν ἴσων τεύξηι ποτέ. |
545 | Ξένωι μάλιστα συμφέρει τὸ σωφρονεῖν. |
546 | Ξίφος τιτρώσκει σῶμα, τὸν δὲ νοῦν λόγος. |
547 | Ξένος ὢν ἀκολούθει τοῖς ἐπιχωρίοις νόμοις. |
548 | Ξενία <δὲ> χαλεπὴ <– ∪> κατὰ πολλοὺς {τοὺς} τρόπους. |
549 | Ξενίας ἀεὶ φρόντιζε, μὴ καθυστέρει. |
550 | Ξένον ἀδικήσηις μηδέποτε καιρὸν λαβών. |
551 | Ξυνετὸς πεφυκὼς φεῦγε τὴν κακουργίαν. |
552 | Ξένος ὢν ἀπράγμων ἴσθι καὶ πράξεις καλῶς. |
553 | Ξένον προτιμᾶν μᾶλλον ἀνθρώποις ἔθος. |
554 | Ξένους ξένιζε, μήποτε ξένος γένηι. |
555 | Ξένωι δὲ σιγᾶν κρεῖττον ἢ κεκραγέναι. |
556 | Ξένος πεφυκὼς τοὺς ξενίζοντας σέβου. |
557 | Ξένων ἀκούειν μὴ †παραδεχθῆις ποτε. |
558 | Ξένον προτίμα καὶ φίλον κτήσηι καλόν. |
559 | Ξένους νόμιζε τοὺς ἀρετῆς ὄντας ξένους. |