BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Νʹ

 

___________________________________________________

 

 

513

Νόμωι τὰ πάντα γίγνεται καὶ κρίνεται.

514

Νόμιζε κοινὰ πάντα δυστυχήματα.

515

Νικᾶι λογισμὸς τὴν παροῦσαν συμφοράν.

516

Νοεῖν γάρ ἐστι κρεῖττον καὶ σιγὴν ἔχειν.

517

Νύμφη δ᾽ ἄπροικος οὐκ ἔχει παρρησίαν.

518

Νόμοις ἕπεσθαι τοῖσιν ἐγχώροις καλόν.

519

Νέος πεφυκὼς πολλὰ χρηστὰ μάνθανε.

520

Νέμεσιν φυλάσσου, μηδὲν ὑπέρογκον ποίει.

521

Νέωι δὲ σιγᾶν μᾶλλον ἢ λαλεῖν πρέπει.

522

Νικᾶι γὰρ αἰεὶ διαβολὴ τὰ κρείττονα.

523

Νόμιζ᾽ ἀδελφοὺς τοὺς ἀληθινοὺς φίλους.

524

Νέος ὢν ἀκούειν τῶν γεραιτέρων θέλε.

525

Νόμος γονεῦσι<ν> ἰσοθέους τιμὰς νέμειν.

526

Νόμιζε σαυτῶι τοὺς γονεῖς εἶναι θεούς.

527

Νόμοις ἕπεσθαι πάντα δεῖ τὸν σώφρονα.

528

Νίκησον ὀργὴν τῶι λογίζεσθαι καλῶς.

529

Νόμιζε γήμας δοῦλος εἶναι διὰ βίου.

530

Νόσον δὲ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.

531

Νοῦς ἐστιν ὁ θεός· τοῦτον {τὸν ν}οὖν ἔχειν καλόν.

532

Νὺξ μὲν ἀναπαύει, ἡμέρα δ᾽ ἔργον ποιεῖ.

533

Νικᾶι παλαιὰς χάριτας ἡ νέα χάρις.

534

Νόμιζε πάντα κοινὰ τῶν φίλων βάρη.

535

Νέον †πῦρ ἐστιν ἡμῶν τοῦ βίου τὰ χρήματα.

536

Νέος {ἐ}ἂν πονήσηις, γῆρας ἕξεις εὐθαλές.

537

Νόμοις ἕπεσθαι τοῖς βροτοῖς κλέος μέγα.

538

Νόμου <δὲ> χωρὶς οὐδὲν {γίνεται} ἐν βίωι καλόν.

539

Νόμος πονηρὸς ἀνομίαν †παρεμφαίνει.

540

Νοῦς ἐστι πάντων ἡγεμὼν τῶν χρησίμων.

541

Νόμιζε πλουτεῖν, ἂν φίλους πολλοὺς ἔχηις.