BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Μʹ

 

___________________________________________________

 

 

457

Μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῶι σοφός.

458

Μὴ κρῖν᾽ ὁρῶν τὸ κάλλος, ἀλλὰ τὸν τρόπον.

459

Μεστὸν κακῶν πέφυκε φορτίον γυνή.

460

Μὴ πάντα πειρῶ πᾶσι πιστεύειν ἀεί.

461

Μιμοῦ τὰ σεμνά, μὴ κακῶν μιμοῦ τρόπους.

462

Μισθὸς διδάσκει γράμματ᾽, οὐ διδάσκαλος.

463

Μοχθεῖν ἀνάγκη τοὺς θέλοντας εὐτυχεῖν.

464

Μί᾽ ἐστὶν ἀρετὴ τἄτοπον φεύγειν ἀεί.

465

Μακάριος, ὅστις οὐσίαν καὶ νοῦν ἔχει.

466

Μισῶ σοφιστὴν τὴν πόλιν βλάπτοντά γε.

467

Μὴ φεῦγ᾽ ἑταῖρον ἐν κακοῖσι κείμενον.

468

Μακάριόν ἐστιν υἱὸν εὔτακτον τρέφειν.

469

Μηδέποτε σαυτὸν δυστυχῶν ἀπελπίσηις.

470

Μὴ ᾽μβαινε δυστυχοῦντι· κοινὴ γὰρ τύχη.

471

Μακάριος, ὅστις ἔτυχε γενναίου φίλου.

472

Μηδέποτε πειρῶ δύο φίλων εἶναι κριτής.

473

Μὴ σπεῦδ᾽ ἃ μὴ δεῖ, μηδ᾽ ἃ δεῖ σπεύδειν μένε.

474

Μὴ τοὺς κακοὺς οἴκτειρε πράττοντας κακῶς.

475

Μισῶ πένητα πλουσίωι δωρούμενον.

476

Μέγιστον ὀργῆς ἐστι φάρμακον λόγος.

477

Μετὰ τὴν δόσιν τάχιστα γηράσκει χάρις.

478

Μέμνησο πλουτῶν τοὺς πένητας ὠφελεῖν.

479

Μένει δ᾽ ἑκάστωι τοῦθ᾽ ὅπερ μέλλει παθεῖν.

480

Μακάριος, ὅστις μακαρίοις ὑπηρετεῖ.

481

Μή μοι γένοιθ᾽ ἃ βούλομ᾽, ἀλλ᾽ ἃ συμφέρει.

482

Μακρὸς γὰρ αἰὼν συμφορὰς πολλὰς ἔχει.

483

Μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπηι λόγον.

484

Μὴ λοιδόρει γυναῖκα μηδὲ νουθέτει.

485

Μέμνησο νέος ὢν ὡς γέρων ἔσηι ποτέ.

486

Μήποτε λάβηις γυναῖκα<ς> εἰς συμβουλίαν.

487

Μὴ σπεῦδε πλουτῶν, μὴ ταχὺς πένης γένηι.

488

Μέγ᾽ ἐστὶ κέρδος, εἰ διδάσκεσθαι μάθηις.

489

Μακάριος, ὅστις εὐτύχησεν εἰς τέκνα.

490

Μετὰ τῶν δικαίων †τὰς διατριβὰς ποιοῦ.

491

Μὴ πρὸς τὸ κέρδος πανταχοῦ πειρῶ βλέπειν.

492

Μαστιγία<ς> ἔγχαλκος ἀφόρητον κακόν.

493

Μηδὲν πονηρὸν πραγματεύου <συμ>ποιεῖν.

494

Μόνος βάδιζ᾽ ἢ δεύτερος, τρίτος δὲ μή.

495

Μηδέποτε πλούτει θάνατον εὐλαβούμενος.

496

Μετριοπαθὴς ὕπαρχε τοῖς συμπτώμασιν.

497

Μὴ μόνος †ἐπίστασο†, ἀλλὰ δοῦναι φίλοις.

498

Μηδένα νομίζε<τ᾽> εὐτυχεῖν, πρὶν ἂν θάνηι.

499

Μὴ καταφρονήσηις τοῦ πένητος εὐτυχῶν.

500

Μακάριος, ὅστις μὴ ἀπιστεῖν ἐπίσταται.

501

Μηδὲν ἀνακοινοῦ τῆι γυναικὶ χρήσιμον.

502

Μή<ποτε> γάμει γυναῖκα κοὐκ {ἀν}οἴξεις τάφον.

503

Μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα.

504

Μηδὲν λογίζου, πάντα καιρῶι γίνεται.

505

Μίσει τὸν ἐχθρόν, τὴν δ᾽ ἀλήθειαν λέγε.

506

Μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή.

507

Μακάριος ὅστις εὐτυχεῖ γενναῖος ὤν.

508

Μηδὲν ἀσεβῶν | θεοῖσι θῦε· πολλὰ δ᾽ εὐσεβῶν δίδου.

509

Μέτρωι †πάντα μανθάνων δικαίως ποιεῖ.

510

Μη<δέ>ποτε καυχῶ πλοῦτον ἐν δόμοις ἔχων.

511

Μήτηρ ἁπάντων γαῖα καὶ κοινὴ τροφός.

512

Μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει.