Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Λʹ
|
|
___________________________________________________
| |
430 | Λιμὴν ἀτυχίας ἐστὶν ἀνθρώποις τέχνη. |
431 | Λίαν φιλῶν σεαυτὸν οὐχ ἕξεις φίλον. |
432 | Λήσειν διὰ τέλους μὴ δόκει πονηρὸς ὤν. |
433 | Λόγος τις εὐχάριστος ἀπόδοσις καλή. |
434 | Λόγοις ἀμείβου τὸν λόγοις πείθοντά σε. |
435 | Λάμβανε πρόνοιαν τοῦ προσήκοντος βίου. |
436 | Λιμὴν πέφυκε πᾶσι παιδεία βροτοῖς. |
437 | Λόγωι μ᾽ ἔπεισας φαρμάκωι σοφωτάτωι. |
438 | Λόγος διοικεῖ τὸν βροτῶν βίον μόνος. |
439 | Λογισμός ἐστι φάρμακον λύπης μόνος. |
440 | Λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους. |
441 | Λαλεῖν μὲν οἶδας, τί δὲ λαλεῖς οὐκ αἰσθάνηι. |
442 | Λεπτῶς γέ τοι ζῆν κρεῖσσον ἢ λαμπρῶς κακῶς. |
443 | Λαβὼν ἀπόδος, ἄνθρωπε, καὶ λήψηι πάλιν. |
444 | Λιμὴν νεὼς ὅρμος, βίου δ᾽ ἀλυπία. |
445 | Λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος. |
446 | Λιμὸς μέγιστον ἄλγος ἀνθρώποις ἔφυ. |
447 | Λιμῶι γὰρ οὐδέν ἐστιν ἀντειπεῖν ἔπος. |
448 | Λυποῦντα λύπει, καὶ φιλοῦνθ᾽ ὑπερφίλει. |
449 | Λυπεῖ με δοῦλος δεσπότου μεῖζον φρονῶν. |
450 | Λύπη παροῦσα πάντοτ᾽ ἐστὶν ἡ γυνή. |
451 | Λόγον παρ᾽ ἐχθροῦ μήποθ᾽ ἡγήσηι φίλον. |
452 | Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος. |
453 | Λέοντι κρεῖττον ἢ γυναικὶ συμβιοῦν. |
454 | Λύει δὲ λύπην παντὸς ἀνθρώπου λόγος. |
455 | Λάλει τὰ μέτρια, μὴ λάλει <δ᾽>, ἃ μή σε δεῖ. |
456 | Λύπης ἰατρός ἐστιν ὁ χρηστὸς φίλος. |