Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Κʹ
|
|
___________________________________________________
| |
381 | Καλὸν τὸ καιροῦ παντὸς εἰδέναι μέτρον. |
382 | Καιρὸς γάρ ἐστι τῶν νόμων κρείττων πολύ. |
383 | Κακοῖς ὁμιλῶν καὐτὸς ἐκβήσηι κακός. |
384 | Κάλλιστόν ἐστι κτῆμα παιδεία βροτοῖς. |
385 | Κρίνει φίλους ὁ καιρός, ὡς χρυσὸν τὸ πῦρ. |
386 | Κακὸν μέγιστον ἐν βροτοῖς ἀπληστία. |
387 | Καιροὶ δὲ καταλύουσι τὰς τυραννίδας. |
388 | Κατ᾽ †ἰδίαν φρόνησιν οὐδεὶς εὐτυχεῖ. |
389 | Κόλαζε τὸν πονηρόν, ἄνπερ δυνατὸς ἦις. |
390 | Καλὸν τὸ μηδὲν εἰς φίλους ἁμαρτάνειν. |
391 | Κρίνειν τὸ δίκαιον, μὴ τὸ συμφέρον θέλε. |
392 | Κούφως φέρειν δεῖ τὰς παρεστώσας τύχας. |
393 | Καλὸν γυναικὸς εἰσορᾶν καλοὺς τρόπους. |
394 | Καιροῦ τυχὼν καὶ πτωχὸς ἰσχύει μέγα. |
395 | Κακοῦ μεταβολὴν ἀνδρὸς οὐ δεῖ προσδοκᾶν. |
396 | Καλὸν τὸ γηρᾶν καὶ τὸ μὴ γηρᾶν πάλιν. |
397 | Κάλλιστα πειρῶ καὶ λέγειν καὶ μανθάνειν. |
398 | Κακὸν φυτὸν πέφυκεν ἐν βίωι γυνή, |
399 | καὶ κτώμεθ᾽ αὐτὰς ὡς ἀναγκαῖον κακόν. |
400 | Καιρῶι σκόπει τὰ πράγματ᾽, ἄνπερ νοοῦν ἔχηις. |
401 | Κἀν τοῖς ἀγρροίκοις ἐστὶ παιδείας ἔρως. |
402 | Καλὸν φέρουσι καρπὸν οἱ σεμνοὶ τρόποι. |
403 | Κάλλιστον ἐν κήποισι φύεται ῥόδον. |
404 | Κατηγορεῖν οὐκ ἔστι καὶ κρίνειν ὁμοῦ. |
405 | Κέρδος πονηρὸν μηδέποτε βούλου λαβεῖν. |
406 | Καλῶς ἀκούειν μᾶλλον ἢ πλουτεῖν θέλε. |
407 | Καλὸν θέαμα δ᾽ ἐστὶν εὖ πράττων φίλος. |
408 | Κενῆς δὲ δόξης οὐδὲν ἀθλιώτερον. |
409 | Κρεῖττον σιωπᾶν ἐστιν ἢ λαλεῖν μάτην. |
410 | Καλὸν τὸ θνήισκειν οἷς ὕβριν τὸ ζῆν φέρει. |
411 | Κακοῦ γὰρ ἀνδρὸς δῶρ᾽ ὄνησιν οὐκ ἔχει. |
412 | Κακὸν φέρουσι<ν> καρπὸν οἱ κακοὶ φίλοι. |
413 | Καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται. |
414 | Καλὸν τὸ θησαύρισμα κειμένη χάρις. |
415 | Κρεῖσσον τὸ μὴ ζῆν ἐστιν ἢ ζῆν ἀθλίως. |
416 | Καλὸν δὲ καὶ γέροντι μανθάνειν σοφά. |
417 | Καλὸν δὲ νήφειν ἢ τὰ πολλὰ κραιπαλᾶν. |
418 | Καρπὸς δ᾽ ἀρετῆς δίκαιος εὔτακτος βίος. |
419 | Καλὸν τὸ νικᾶν ἀλλ᾽ ὑπερνικᾶν κακόν. |
420 | Κοινὸν ἀγαθὸν τοῦτ᾽ ἐστί, χρηστὸς εὐτυχῶν. |
421 | Καλῶς πένεσθαι κρεῖττον ἢ πλουτεῖν κακῶς. |
422 | Κέρδος πονηρὸν ζημίαν ἀεὶ φέρει. |
423 | Κακῶι σὺν ἀνδρὶ μηδ᾽ ὅλως ὁδοιπόρει. |
424 | Καιρὸς †γὰρ δεσποτεύων καὶ πᾶσιν δύναμιν διδοῖ. |
425 | Καλόν γε γαστρὸς κἀπιθυμίας κρατεῖν. |
426 | Κάλλιστα Μουσῶν φθέγγεται πλουτῶν ἀνήρ. |
427 | Καλὴ διαδοχὴ τοῦ γένους †ἐπὶ τὰ τέκνα. |
428 | Κακοπραγμονεῖν γὰρ οὐ πρέπει τὸν ἐλεύθερον. |
429 | Κόλαζε κρίνων, ἀλλὰ μὴ θυμούμενος. |