BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Ιʹ

 

___________________________________________________

 

 

356

Ἱερὸν ἀληθῶς ἐστιν ἡ συμβουλία.

357

Ἴσον θεῶι σου τοὺς φίλους τιμᾶν θέλε.

358

Ἴσος ἴσθι πᾶσι, κἂν ὑπερέχηις τῶι βίωι.

359

Ἴσος ἴσθι τοῖς τρόποισι πλουτῶν ὡς πένης.

360

Ἴσχυε μέν, μὴ χρῶ δὲ συντόνως θράσει.

361

Ἰσχυρότερον δέ γ᾽ οὐδέν ἐστι τοῦ λόγου.

362

Ἰσότητα τίμα, μὴ πλεονέκτει μηδένα.

363

Ἱστοὶ γυναικῶν ἔργα κοὐκ ἐκκλησίαι.

364

Ἰὸς πέφυκεν ἀσπίδος κακὴ γυνή.

365

Ἱκανῶς βιώσεις γηροβοσκῶν τοὺς γονεῖς.

366

Ἰσότητα δ᾽ αἱροῦ <καὶ> πλεονεξίαν φύγε.

367

Ἰδών ποτ᾽ αἰσχρὸν πρᾶγμα μὴ συνεκδράμηις.

368

Ἰσχυρὸν ὁ νόμος ἐστίν, ἂν ἄρχοντ᾽ ἔχηι.

369

Ἱκανὸν τὸ νικᾶν ἐστι τοῖς ἐλευθέροις.

370

Ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς.

371

Ἴσον ἐστὶν ὀργῆι καὶ θάλασσα καὶ γυνή.

372

Ἰσχυρὸν ὄχλος ἐστίν, οὐκ ἔχει δὲ νοῦν.

373

Ἴσος ἴσθι κρίνων καὶ φίλους καὶ μὴ φίλους.

374

Ἴση λεαίνης καὶ γυναικὸς ὠμότης.

375

Ἰδών τι κρυπτὸν μηδὲν ἐκφάνηις ὅλως.

376

Ἱκέτην γέροντα καὶ πένητα μὴ προδῶις.

377

Ἴσχυε σοφίαι κἀρετῆι, χρόνωι δὲ μή.

378

Ἰσχυρόν ἐστι πρᾶγμ᾽ ἀλήθει᾽ ὡς φύσις.

379

Ἰατρὸς ἀδόλεσχος ἐπὶ τῆι νόσωι νόσος.

380

Ἴσον ἐστὶν εἰς πῦρ καὶ γυναῖκας ἐμπεσεῖν.