Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Θʹ
|
|
___________________________________________________
| |
321 | Θεὸν σέβου καὶ πάντα πράξεις εὐθέως. |
322 | Θεὸν προτίμα, δεύτερον δὲ τοὺς γονεῖς. |
323 | Θάλασσα καὶ πῦρ καὶ γυνὴ τρίτον κακόν. |
324 | Θέλων καλῶς ζῆν μὴ τὰ τῶν φαύλων φρόνει. |
325 | Θησαυρός ἐστι τῶν κακῶν κακὴ γυνή. |
326 | Θυμὸν πονηρὸν ἐκφυλάσσου παντελῶς. |
327 | Θεὸς πέφυκεν, ὅστις οὐδὲν δρᾶι κακόν. |
328 | Θησαυρός ἐστι τοῦ βίου τὰ πράγματα. |
329 | Θέλομεν καλῶς ζῆν πάντες, ἀλλ᾽ οὐ δυνάμεθα. |
330 | Θεὸς συνεργὸς πάντα ποιεῖ ῥαιδίως. |
331 | Θεοὶ μέγιστοι τοῖς φρονοῦσιν οἱ γονεῖς. |
332 | Θορύβους ὀχλώδεις φεῦγε καὶ παροινίας. |
333 | Θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον. |
334 | Θεοῦ πέφυκε δῶρον εὐγνώμων τρόπος. |
335 | Θεὸς δὲ τοῖς ἀργοῖσιν οὐ παρίσταται. |
336 | Θνητὸς πεφυκὼς μὴ φρόνει <γ᾽> ὑπέρθεα. |
337 | Θεράπευε τὸν δυνάμενον αἰεί σ᾽ ὠφελεῖν. |
338 | Θεῶν ὄνειδος τοὺς κακοὺς εὐδαιμονεῖν. |
339 | Θυμῶι χαρίζου μηδὲν ἄνπερ νοῦν ἔχηις. |
340 | Θυσία μεγίστη τῶι θεῶι τό <γ᾽> εὐσεβεῖν. |
341 | Θεῶι μάχεσθαι δεινόν ἐστι καὶ τύχηι. |
342 | Θηρῶν ἁπάντων ἀγριωτέρα γυνή. |
343 | Θνητὸς πεφυκὼς τοὐπίσω πειρῶ βλέπειν. |
344 | Θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν. |
345 | Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾶι βροτός. |
346 | Θνητὸς πεφυκὼς μὴ γέλα τεθνηκότα. |
347 | Θεὸν ἐπιορκῶν μὴ δόκει λεληθέναι. |
348 | Θυμοῦ κρατῆσαι κἀπιθυμίας καλόν. |
349 | Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις. |
350 | Θνητὸς γεγώς, ἄνθρωπε, μὴ φρόνει μέγα. |
351 | Θεοῦ τὸ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. |
352 | Θεὸν μὲν ἡγοῦ, δεύτερον δὲ τὴν τύχην. |
353 | Θανάτου †μόνον οὐκ ἔστιν ἐπανόρθωμα. |
354 | Θεῶι προσεύχου πημάτων λαβεῖν λύσιν. |
355 | Θυμὸν φυλάττου· τὸ φρονεῖν γὰρ οὐκ ἔχει. |