Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Ηʹ
|
|
___________________________________________________
| |
286 | Ἢ ζῆν ἀλύπως, ἢ θανεῖν εὐδαιμόνως. |
287 | Ἤθη πονηρὰ τὴν φύσιν διαστρέφει. |
288 | Ἦθος πονηρὸν φεῦγε καὶ κέρδος κακόν. |
289 | Ἡ γλῶσσα πολλοὺς εἰς ὄλεθρον ἤγαγεν. |
290 | Ἥδιστόν ἐστιν τῶν ὑπαρχόντων κρατεῖν. |
291 | Ἥδιστόν ἐστιν εὐτυχοῦντα νοῦν ἔχειν. |
292 | Ἢ λέγε τι σιγῆς κρεῖττον ἢ σιγὴν ἔχε. |
293 | Ἥξει τὸ γῆρας πᾶσαν αἰτίαν φέρον. |
294 | Ἡ γλῶσσ᾽ ἁμαρτάνουσα τἀληθῆ λέγει. |
295 | Ἡ φύσις ἑκάστωι τοῦ γένους ἐστὶν πατρίς. |
296 | Ἦθος προκρίνειν χρημάτων γαμοῦντα δεῖ. |
297 | Ἡ δ᾽ ἁρπαγὴ μέγιστον ἀνθρώποις κακόν. |
298 | Ἡ φύσις ἁπάντων τῶν διδαγμάτων κρατεῖ. |
299 | Ἤθους δικαίου φαῦλος οὐ ψαύει λόγος. |
300 | Ἢ μὴ γάμει τὸ σύνολον ἢ γαμῶν κράτει. |
301 | Ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς. |
302 | Ἡ δὲ παράκαιρος ἡδονὴ τίκτει βλάβην. |
303 | Ἡδύ γε δικαίους ἄνδρας εὐτυχεῖν ὁρᾶν. |
304 | Ἤθους δὲ βάσανός ἐστιν ἀνθρώποις χρόνος. |
305 | Ἡ γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν. |
306 | Ἢ δεῖ σιωπᾶν ἢ λέγειν ἀμείνονα. |
307 | Ἡ γὰρ σιωπὴ τοῖς σοφοῖσιν ἀπόκρισις. |
308 | Ἡ γὰρ σιωπὴ μαρτυρεῖ τὸ μὴ θέλειν. |
309 | Ἡ μωρία δίδωσιν ἀνθρώποις κακά. |
310 | Ἤθη μετέρχου τὰ προσήκοντα ξένοις. |
311 | Ἡ κοιλία καὶ πολλὰ χωρεῖ κὠλίγα. |
312 | Ἡ δοῦσα πάντα καὶ κομίζεται φύσις. |
313 | †Ἡ πενία δ᾽ ἀγνώμονάς γε τοὺς πολλοὺς ποιεῖ.† |
314 | Ἡδύ γε πατὴρ φρόνησιν ἀντ᾽ ὀργῆς ἔχων. |
315 | Ἡ δὲ μετάνοια γίγνετ᾽ ἀνθρώποις κρίσις. |
316 | Ἢ μὴ ποίει τὸ κρυπτὸν ἢ μόνος ποίει. |
317 | Ἡ δ᾽ ἀργία πέφυκεν ἀνθρώποις κακόν. |
318 | Ἡ γλῶσσά σου χαλινὸν †ἐχέτω ἢ εὐκόπως λάλει· |
319 | Ἦθος κακοῦργον †μακρὰν οἰκίζει θεοῦ. |
320 | Ἤθη τὰ πάντων ἐν χρόνωι πειράζεται. |