Menandros
344/43 - 292/91 a. Chr. n.
Γνῶμαι μονόστιχοι
Μονόστιχοι Ζʹ
|
|
___________________________________________________
| |
269 | Ζήσεις βίον κράτιστον, ἢν θυμοῦ κρατῆις. |
270 | Ζήτει σεαυτῶι καταλιπεῖν εὐδοξίαν. |
271 | Ζήτει γυναῖκα σύμμαχον τῶν πραγμάτων. |
272 | Ζῶμεν πρὸς αὐτὴν τὴν τύχην οἱ σώφρονες. |
273 | Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ᾽ ὡς δυνάμεθα. |
274 | Ζῆθι προσεχόντως ὡς μακρὰν ἐγγὺς βλέπων. |
275 | Ζήλου τὸν ἐσθλὸν ἄνδρα καὶ τὸν σώφρονα. |
276 | Ζωῆς πονηρᾶς θάνατος αἱρετώτερος. |
277 | Ζῆν βουλόμενος μὴ πρᾶττε θανάτου γ᾽ ἄξια. |
278 | Ζῆλος γυναικὸς πάντα πυρπολεῖ δόμον. |
279 | Ζῆν ἡδέως οὐκ ἔστιν ἀργὸν καὶ κακόν. |
280 | Ζῆν αἰσχρόν, οἷς ζῆν ἐφθόνησεν ἡ τύχη. |
281 | Ζήτει <δὲ> συνάγειν ἐκ δικαίων τὸν βίον. |
282 | Ζευχθεὶς γάμοισιν οὐκέτ᾽ ἔστ᾽ ἐλεύθερος. |
283 | Ζῆν οὐκ ἔδει γυναῖκα κατὰ πολλοὺς τρόπους. |
284 | Ζῶμεν ἀλογίστως προσδοκοῦντες μὴ θανεῖν. |
285 | Ζῆσον μετρήσας τὸν βίον πρὸς τὸν χρόνον. |