BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Εʹ

 

___________________________________________________

 

 

210

Ἔπαινον ἕξεις, ἂν κρατῆις ὧν δεῖ κρατεῖν.

211

Ἔρως δίκαιος καρπὸν εὐθέως φέρει.

212

Ἐσθλῶι γὰρ ἀνδρὶ †ἐσθλὰ καὶ διδοῖ θεός.

213

Ἔλπιζε τιμῶν τοὺς θεοὺς πράξειν καλῶς.

214

Ἐν ταῖς ἀνάγκαις χρημάτων κρείττων φίλος.

215

Ἐλεύθερον φύλαττε τὸν σαυτοῦ τρόπον.

216

Ἐπ᾽ ἀνδρὶ δυστυχοῦντι μὴ πλάσηις κακόν.

217

Εὐχῆς δικαίας οὐκ ἀνήκοος θεός.

218

Ἐκ τῶν γυναικῶν ὄλλυται κόσμος μέγας.

219

Ἐν τοῖς κακοῖς δὲ τοὺς φίλους εὐεργέτει.

220

Ἔργων πονηρῶν χεῖρ᾽ ἐλευθέραν ἔχε.

221

Ἐκ τῶν πόνων τοι τἀγάθ᾽ αὔξεται βροτοῖς.

222

Ἐν νυκτὶ βουλὴ τοῖς σοφοῖσι γίγνεται.

223

Ἔνεγκ᾽ ἀτυχίαν καὶ βλάβην εὐσχημόνως.

224

Ἐχθροὺς ἀμύνου μὴ ᾽πὶ τῆι σαυτοῦ βλάβηι.

225

Ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ᾽ ὁρᾶι.

226

Εὔτολμος εἶναι κρῖνε, τολμηρὸς δὲ μή.

227

Ἐφόδιον εἰς τὸ γῆρας αἰεὶ κατατίθου.

228

Ἔρωτα παύει λιμὸς ἢ χαλκοῦ σπάνις.

229

Εὔτακτον εἶναι τἀλλότρια δειπνοῦντα δεῖ.

230

Ἑαυτὸν οὐδεὶς ὁμολογεῖ κακοῦργος ὤν.

231

Ἐν πλησμονῆι τοι Κύπρις, ἐν πεινῶσι δ᾽ οὔ.

232

Ἔνεισι καὶ γυναιξὶ σώφρονες τρόποι.

233

Ἐν γὰρ γυναιξὶ πίστιν οὐκ ἔξεστ᾽ ἰδεῖν.

234

Ἐλευθέρου γάρ ἐστι τἀληθῆ λέγειν.

235

Ἔστιν τι κἀν κακοῖσιν ἡδονῆς μέτρον.

236

Ἔνιοι κακῶς φρονοῦσι πράττοντες καλῶς.

237

Ἐχθροῖς ἀπιστῶν οὔποτ᾽ ἂν πάθοις βλάβην.

238

Ἐὰν δ᾽ ἔχωμεν χρήμαθ᾽, ἕξομεν φίλους.

239

Ἐχθροῦ παρ᾽ ἀνδρὸς οὐδέν ἐστι χρήσιμον.

240

Εὐκαταφρόνητός ἐστι σιγηρὸς τρόπος.

241

Εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.

242

Ἐμπειρία γὰρ τῆς ἀπειρίας κρατεῖ.

243

Ἐπιλανθάνονται πάντες οἱ παθόντες εὖ,

244

ἔνιοι δὲ καὶ μισοῦσι τοὺς εὐεργέτας.

245

Εἰ μὴ φυλάσσεις μίκρ᾽, ἀπολεῖς τὰ μείζονα.

246

Εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει.

247

Εὔχου δ᾽ ἔχειν τι, κἂν ἔχηις, ἕξεις φίλους.

248

Ἔστι<ν> τὸ τολμᾶν, ὦ φίλ᾽, ἀνδρὸς οὐ σοφοῦ.

249

†Εὔπειστον ἀνὴρ δυστυχὴς καὶ λυπούμενος.†

250

Ἐξ ἡδονῆς γὰρ φύεται τὸ δυστυχεῖν.

251

Ἐλεεινότατόν μοι φαίνετ᾽ ἀτυχία φίλου.

252

Ἐν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.

253

Εὐνοῦχος ἄλλο θηρίον τῶν ἐν βίωι.

254

Ἔλπιζε πάντα μέχρι γήρως θνητὸς ὤν.

255

Εἰς τὰς μεταβολὰς δεῖ σε τῆς τύχης σκοπεῖν.

256

Ἔργοις φιλόπονος ἴσθι, μὴ λόγοις μόνον.

257

Εὑρεῖν τὸ δίκαιον πανταχῶς οὐ ῥάιδιον.

258

Ἐνίοις τὸ σιγᾶν κρεῖττόν ἐστι τοῦ λαλεῖν.

259

Ἐν παντὶ δεῖ τρόπωι τὸν ἄνδρα <γ᾽> εὖ φρονεῖν.

260

Ἐσθλοῦ γὰρ ἀνδρὸς γῆρας εὐπροσήγορον.

261

Εἰσὶ<ν> καταφυγὴ πᾶσιν οἱ χρηστοὶ φίλοι.

262

Ἔχει τὸ πικρὸν τῆς γεωργίας γλυκύ.

263

Ἐν πλησμονῆι μέγιστον ἡ Κύπρις κράτος.

264

Εἰκὼν δὲ βασιλεύς ἐστιν ἔμψυχος θεοῦ.

265

Ἐν δ᾽ εὐπροσηγόροισιν ἔστι τις χάρις.

266

Ἔλεγχε σαυτὸν ὅστις εἶ πράττων κακῶς.

267

Ἐν ἀργύρωι μάλιστα κρίνεται τρόπος.

268

†Ἔχε δὲ μᾶλλον συνεσταλμένην γλῶσσαν.†