BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Δʹ

 

___________________________________________________

 

 

174

Δίκαιος εἶναι μᾶλλον ἢ χρηστὸς θέλε.

175

Δεῖ τοὺς φιλοῦντας πίστιν, οὐ λόγους ἔχειν.

176

Δοῦλος πεφυκὼς εὐνόει τῶι δεσπότηι.

177

Δύσμορφος εἴην μᾶλλον ἢ καλὸς κακός.

178

Δίκαιον εὖ πράττοντα μεμνῆσθαι θεοῦ.

179

Δίκαιος ἴσθι, ἵνα δικαίων δὴ τύχηις.

180

Διπλῶς ὁρῶσιν οἱ μαθόντες γράμματα.

181

Δύναμις πέφυκε τοῖς βροτοῖς τὰ χρήματα.

182

Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.

183

Δὶς ἐξαμαρτεῖν ταὐτὸν οὐκ ἀνδρὸς σοφοῦ.

184

Διάλυε, μὴ σύγκρουε μαχομένους φίλους.

185

Δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται.

186

Δοὺς τῆι τύχηι τὸ μικρὸν ἐκλήψηι μέγα.

187

Δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ᾽ εὐτυχεῖς.

188

Δίκαια δράσας συμμάχους ἕξεις θεούς.

189

Δεινότερον οὐδὲν ἄλλο μητρυιᾶς κακόν.

190

Δειλοῦ γὰρ ἀνδρὸς δειλὰ καὶ φρονήματα.

191

Δέσποινα γὰρ γέροντι νυμφίωι γυνή.

192

Δίωκε δόξαν κἀρετήν, φεῦγε ψόγον.

193

Δίκαιος ἂν ἦις, τῶι τρόπωι χρήσηι νόμωι.

194

Δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.

195

Δόλιον <γὰρ> ἄνδρα φεῦγε παρ᾽ ὅλον τὸν βίον.

196

Δαίμων ἐμαυτῶι γέγονα γήμας πλουσίαν.

197

Δούλου γὰρ οὐδὲν χεῖρον οὐδὲ τοῦ καλοῦ.

198

Δίδου πένησιν ὡς λάβηις θεὸν δότην.

199

Δίκαιον ὀρθῶς καὶ δικαίως †δικάσηι.

200

†Δήμους σοφῶν ὅδευε† καὶ χάριν τύχηις.

201

Διὰ τῆς σιωπῆς πικρότερον κατηγόρει.

202

Δυσπαρακολούθητόν τι πρᾶγμ᾽ ἐστὶν τύχη.

203

Διὰ τὰς γυναῖκας πάντα τὰ κακὰ γίγνεται.

204

Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν †προσκροῦσαι λίθον.

205

Δίκαιος ἐὰν ἦις, πανταχοῦ †λαληθήσηι.

206

Δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος.

207

Δοῦλος †γεγονὼς ἑτέρωι δουλεύειν φοβοῦ.

208

Δίκαιος ἴσθι καὶ φίλοισι καὶ ξένοις.

209

Διὰ πενίαν <σὺ> μηδενὸς καταφρόνει.