BIBLIOTHECA AUGUSTANA

 

Menandros

344/43 - 292/91 a. Chr. n.

 

Γνῶμαι μονόστιχοι

 

Μονόστιχοι Γʹ

 

___________________________________________________

 

 

136

Γλώσσης μάλιστα πανταχοῦ πειρῶ κρατεῖν.

137

Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.

138

Γίνωσκε σαυτὸν νουθετεῖν ἄλλους θέλων.

139

Γυναιξὶ πάσαις κόσμον ἡ σιγὴ φέρει.

140

Γυναικὸς ἐσθλῆς ἐστι σώιζειν οἰκίαν.

141

Γυνὴ γὰρ οἴκωι πῆμα καὶ σωτηρία.

142

Γυναικὶ μὴ πίστευε τὸν σαυτοῦ βίον.

143

Γυνὴ γὰρ οὐδὲν οἶδε πλὴν ὃ βούλεται.

144

Γέλως ἄκαιρος κλαυθμάτων παραίτιος.

145

Γῆ πάντα τίκτει καὶ πάλιν κομίζεται.

146

Γέρων ἐραστὴς ἐσχάτη κακὴ τύχη.

147

Γαμεῖν ὁ μέλλων εἰς μετάνοιαν ἔρχεται.

148

Γυναικὶ κόσμος ὁ τρόπος, οὐ τὰ χρυσία.

149

Γυνὴ δικαία τοῦ βίου σωτηρία.

150

Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥάιδιον.

151

Γυναῖκα θάπτειν κρεῖσσόν ἐστ<ιν> ἢ γαμεῖν.

152

Γράμματα μαθεῖν δεῖ καὶ μαθόντα νοῦν ἔχειν.

153

Γυνὴ τὸ σύνολόν ἐστι δαπανηρὸν φύσει.

154

Γάμει δὲ μὴ τὴν προῖκα, τὴν γυναῖκα δέ.

155

Γυνὴ δὲ χρηστὴ πηδάλιόν ἐστ᾽ οἰκίας.

156

Γήρως δὲ φαύλου τίς γένοιτ᾽ ἂν ἐντροπή;

157

Γυναικὶ δ᾽ ἄρχειν οὐ δίδωσιν ἡ φύσις.

158

Γνῶμαι δ᾽ ἀμείνους εἰσὶ τῶν γεραιτέρων.

159

Γάμος γὰρ ἀνθρώποισιν εὐκταῖον κακόν.

160

Γαμεῖν δὲ μέλλων βλέψον εἰς τοὺς γείτονας.

161

Γύμναζε παῖδας· ἄνδρας οὐ γὰρ γυμνάσεις.

162

Γονεῖς δὲ τίμα καὶ φίλους εὐεργέτει.

163

Γυνὴ δ᾽ ὅλως οὐ συμφέρον βουλεύεται.

164

Γνώμη γερόντων ἀσφαλεστέρα νέων.

165

Γελᾶι δ᾽ ὁ μῶρος, κἄν τι μὴ γελοῖον ἦι.

166

Γυνὴ γυναικὸς πώποτ᾽ οὐδὲν διαφέρει.

167

Γυνὴ <δὲ> κολακεύει σε τοῦ λαβεῖν χάριν.

168

Γέρων γενόμενος μὴ γάμει νεωτέραν.

169

Γλώσσηι ματαίαι ζημία προστρίβεται.

170

Γνώμης γὰρ ἐσθλῆς ἔργα χρηστὰ γίγνεται.

171

Γυναικὶ μὴ πίστευε μηδ᾽ ὅταν θάνηι.

172

Γέλως τὰ σεμνὰ τοῦ βίου τοῖς σώφροσιν.

173

Γνωρίζεται πᾶς ἐκ χιτῶνος τὸν βίον.